Παρακλητικός Κανών εις τον Άγιο Ιουβενάλιο Επίσκοπο Ιεροσολύμων
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 2 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ ἑξῆς.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἰουβενάλιος ποιμὴν θείοις ὕμνοις, ἀνευφημεῖται ὑφ’ ἡμῶν ἱεράρχης, Σιὼν τῆς πρώτης πόλεως πιστῶν τοῦ Χριστοῦ· xάριτι κατακοσμούμενος Ὀρθοδόξους φρουρεῖ πιστῶς, νίκας χορηγῶν αὐτοῖς κατὰ λαοπλάνων, καὶ διὰ λόγου δόγματα σεπτά, πᾶσι κηρύττει, Πατέρων ὧν κλέισμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν, σὺ γὰρ ὑπάρχεις Δέσποινα ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
ΙΟΥΒΕΝΑΛΙΟΝ ΓΕΡΑΙΡΩ ΑΣΜΑΣΙ. ΝΙΚΟΔΗΜΟΥ.
Ἦχος πλ. α΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἐνθέως, τὸν ποιμένα τὸν φαεινόν, Σιὼν τῆς ἁγίας πολιοῦχον, Ἰουβενάλιον θεῖον διδάσκαλον.
Ὁ πέμπων τὸ Πνεῦμά σου μαθηταῖς, κατάπεμψον Λόγε, ταπεινότητι τῇ ἐμῇ, γεραίρειν ἐν ᾄσμασιν ἐνθέοις, Ἰουβενάλιον πρόμαχον πίστεως.
Ὑπόπτερος γέγονεν ἐν Σιών, λαβὼν θείαν χάριν, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας ἀληθείας, Ἰουβενάλιος πλάνης ἀντίπαλος.
Θεοτοκίον.
Βασίλισσα πέλεις τῶν οὐρανῶν, ἁγνὴ Θεοτόκε, καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει σωθῆναι τοὺς τιμῶντας, τοῦ Ἱεράρχου Σιὼν μνήμην ἔκλαμπρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπιζητῶν μετὰ δέους, τὴν σωτηρίαν σου Ἅγιε, ἔφραξας τὰ στόματα πλάνης, Ἰουβενάλιε, ἐμμελετῶν εὐσεβῶς, Χριστολογίας τὸ δόγμα, καὶ κηρύττων ἅπασι, Χριστὸν Θεάνθρωπον.
Νικητὴς ἀνεδείχθης, αἱρετικῶν ἔνδοξε, καταπολεμῶν θεομάχους, Ἰουβενάλιε, καὶ διὰ λόγων σοφῶν, τοὺς Ὀρθοδόξους στηρίζων, καὶ πατέρων Σύνοδον, κυρώσας πάντιμε.
Ἀνυμνοῦμέν σε πάντες, τὸν τῆς Σιὼν ἔφορον, τῆς Ὀρθοδοξίας τὸν στῦλον, Ἰουβενάλιον, ἐπιζητοῦντες τὰς σας, πρὸς τὸν Χριστὸν ἱκεσίας, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Λαμπροτάτη Παρθένε, τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ τῇ σῇ, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς Ὀρθοδόξους τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ Θεοῦ, δογμάτων κατενόησας, ἀληθείας ἔνδοξε, ὑπὲρ ὧν ἀξίως ἠγώνισαι· καὶ νῦν ἀπαύστως ἐν οὐρανοῖς, πρεσβεύεις τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰουβενάλιος ἔλαβεν, ἐν αἰωνιότητι στέφος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν ἄῤῥητον.
Ὁδηγήσας πρὸς Κύριον, τὸν λαὸν Σιὼν ὦ Ἰουβενάλιε, ἀνεφάνης ἐν τοῖς πράγμασιν, Ἐκκλησίας φύλαξ ἀπροσμάχητος.
Νικηφόρος ἐν Πνεύματι, ἀνεδείχθης ὄντως Ἰουβενάλιε, καταλύσας τῶν αἱρέσεων, καὶ τῆς πλάνης δόγματα τὰ ἄθεα.
Θεοτοκίον.
Γυναικὸς ἁρὰν ἅπασαν, καὶ τὴν εὐλογίαν αὐτῇ δωρήσασα, Θεοτόκε τῇ κυήσει σου, ὑπερτέρα τῶν Ἀγγέλων γέγονας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκχεον ἡμῖν, χάριν σὴν Ἰουβενάλιε, ταῖς ἱκεσίαις πρὸς τὸν Ιησοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα αὐτοῦ προστάγματα.
Ῥᾶνον ἐφ’ ἡμᾶς, ἀρετῶν σου ἄνθη εὔοσμα, καὶ τοῦ Κυρίου μῦρον τὸ σωστικόν, ταῖς σαῖς πρεσβείαις, πρὸς Λόγον Ἰουβενάλιε.
Ἅγνισον Χριστέ, Ὀρθοδόξων τὰ συστήματα, καὶ Ἐκκλησίαν σου περιτείχισον Ἰησοῦ, τοῦ ἱεράρχου, πρεσβείαις καὶ παρακλήσεσιν.
Θεοτοκίον.
Ἴσχυσας ἁγνή, Παναγία ἐν τῷ Τόκῳ σου, τοῦ ἀπαλλάξαι Εὔαν ἐκ τῆς ἁρᾶς, καὶ ἐκ πικρίας, θανάτου καὶ τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τῆς ἀληθείας γέγονας, διὰ λόγου διδαχῆς θεῖος μύστης, ὅτι Χριστοῦ, τοῦ Θεοῦ πέλεις στόμα, καὶ σωτηρίων λογίων διδάσκαλος, καὶ πάντων τῶν αἱρετικῶν, συντριβὴ καταισχύνης πανένδοξε.
Ὡράισμα, τὴν Σιὼν σὺ πέφυκας, θαυμαστὸν Ἰουβενάλιε θεῖε, ὅτι λαμπρῶς, ἀνεκήρυξας πᾶσι, τοῦ Θεανθρώπου τὴν δόξαν καὶ γέγονας, κρουνὸς τῆς χάριτος Αὐτοῦ, καταρδεύων πιστοὺς θείοις δόγμασιν.
Ἀπέκρουσας, τὰ τῆς πλάνης δόγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις, ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις πανένδοξε, καὶ ἔσωσας τοὺς εὐσεβεῖς, ἐκ τῆς πλάνης καὶ πάσης αἱρέσεως.
Θεοτοκίον.
Συνέτριψας, ἁμαρτίας βέλεμνα, Θεοτόκε τῇ σαρκώσει τοῦ λόγου, ὅτι Θεὸς ἐν βροτοίοις ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς Ὀρθοδόξους τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς Σιὼν προστατεύεις ᾦ Ἰουβενάλιε, ἐν τῇ ἄνω Σιὼν μεσιτεύων πρὸς Κύριον, καὶ γὰρ ἐν τῇ γῇ ἠκολούθησας, τοῖς τῶν Πατέρων ἴχνεσιν, ποθῶν τὴν ἐνάρετον ζωήν, διὸ ἔλαβες ὡς ἀμοιβήν, τῆς παῤῥησίας τὴν ἰσχύν, καὶ δογμάτων τὴν φρούρησιν· πρέσβευε θεοφόρε, σωθῆναι τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν αἱρετικῶν, καὶ παγίδων τοῦ ἀλάστορος.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. α’. 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν, Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων σύλλογος ὁ φιλάγιος, τὸν Χριστὸν ἅπασιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ σῶσαι βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν τῆς πλάνης τὴν αἵρεσιν, ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σιὼν μέγα καύχημα, πιστῶν τε τὸ στήριγμα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίζει ἀξίως, καὶ ὑμνεῖ σε τρισμάκαρ, τῶν Ὀρθοδόξων λαός, δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀσωμάτων δυνάμεις, καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσιν, ὁρῶντες ἐν Ἁγίοις, Σιὼν κλεινὸν ποιμένα, ἀσιγήτως δὲ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίων δογμάτων, μυστηρίων τε γνῶσιν ὁ Ἱεράρχης λαβῶν, λαὸν τῶν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τῷ Θεῷ ἀναμέλπει τε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰαμάτων τὴν χάριν, ἀναβλύζουσα Μῆτερ, ἀναπηγάζει πιστοῖς, τὴν ἴασιν καρδίας, διδάσκουσα ἐμφρόνως, τοῦ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενικηκότα, τοὺς μωρολόγους τῆς πλάνης, εὐφημοῦμεν Σιὼν τὸν ποιμένα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰχνηλατοῦντες, τοῦ φρυκτωροῦ τοὺς ἀγῶνας, Θεανθρώπου κηρύττομεν δόγμα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κυρίαν πάντων, ὁμολογοῦντες Τριάδα, σὺν Ἰουβεναλίῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ σὲ δοξάσας, ἐκ γηγενῶν Θεοτόκε, σὲ τιμᾷ ἐν Σιὼν οὐρανίῳ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δίδου μοι σαῖς πρεσβείαις, Σιὼν κλεινὲ φύλαξ, τῶν Ὀρθοδόξων τὴν πίστιν φυλάττειν ἀεί, ὁμολογεῖν τε τὸν Λόγον, Θεὸν καὶ ἄνθρωπον.
Ἡ χάρις τοῦ Κυρίου, σὲ Σιὼν ἁγίας, ἐν ἀρεταῖς θεαρέστοις Ἰουβενάλιε, κατακοσμήσας ὄντως, ποιμένα ἔδειξεν.
Μεγάλων θεοφόρων, σὲ πάντες Πατέρων, ἀνακηρύττομεν ὄντως λαμπρὸν μιμητήν, Ἰουβενάλιε θεῖε, φωστὴρ τῆς πίστεως.
Ὁμότροπον Πατέρων, σὲ ὁμολογοῦμεν, καὶ διδασκάλοις συνόντα Χριστοῦ μιμητά, Ἰουβενάλιε θεῖε, πιστῶν τὸ πρότυπον.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν σου, σὲ ὁμολογοῦμεν, ὡς Παναγία Μητέρα Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων προστάτην, καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὦ Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων καὶ πάσης θλίψεως.
Αἱρέσεως πλάνην καὶ ἀπειλήν, καθεῖλες ἐνθέως καὶ ἐκήρυξας τοῦ Χριστοῦ, τὰ δόγματα Πάτερ, καὶ θείας ἀληθείας, ὡς μέλος τῶν Συνόδων Ἰουβενάλιε.
Χαίροις ἀληθείας ὑφηγητά, Σιὼν μέγα κλέος, ὀρθοδόξων ὑπογραμμός, χαίροις πλανωμένην, πολέμιε ἐν λόγοις, καὶ ἔργοις θεοφόρε Ἰουβενάλιε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σιὼν Ἱεράρχην, τὸν ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, καὶ κήρυκα δογμάτων, φρουρὸν Ὀρθοδοξίας, Ἰουβενάλιον.
Καρδίαν καθάρας καὶ τὴν ψυχήν, πιστῶν ἐκκλησίας, ἀνεδείχθης μυσταγωγός, ἐν πράξει βιώσας, Χριστοῦ τὴν βασιλείαν, ἐν ᾗ νῦν σαββατίζεις Ἰουβενάλιε.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, αἱρέσεως καὶ πλάνης, ὡς ἔχων παῤῥησίαν, Ἰουβενάλιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Σιὼν ἱεράρχην Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος, καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν λαμπρῶς καὶ ἀνυμνήσωμεν, ὅτι ἐφύλαξε πιστῶς τῶν δογμάτων θησαυρόν, παλαίσας κατὰ τῆς πλάνης, καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, τῆς Σιὼν τὸν φρυκτωρόν, τὸν Ἰουβενάλιον λόγοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ μεγαλύνωμεν, τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν ἔργοις καὶ λόγοις, δόγματι ἐκράτυνε, πιστοὺς ἐστήριξεν, ὅθεν τιμηθεὶς ἐκ Κυρίου, πᾶσι τοῖς προστρέχουσι πίστει, ἐκδιδάσκει γνῶσιν τὴν Ὀρθόδοξον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.