Παρακλητικός Κανών εις τον Άγιο και Μέγα Φώτιο Αρχιεπίσκοπο Κωνσταντινουπόλεως τον Ισαπόστολο και Ομολογητή
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 6 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ εξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ φερωνύμῳ καί ἁγίᾳ σου κλήσει, φωτός ἐκλάμπεις μυστικάς λαμπηδόνας, Ἀρχιεράρχα Φώτιε πανθαύμαστε˙ ὅθεν διασκέδασον, τῶν παθῶν μου τό σκότος, καί φωτί με λάμπρυνον, ἀληθοῦς μετανοίας, καί πρός ὀδόν ὁδήγει με ἀεί, τῶν ἐνταλμάτων, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
καί ὁ κανών οὐ ἡ ἀκροστιχίς·
Φωτί με θείω λάμπρυνον Πάτερ. Γερασίμου.
Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιε ἱεράρχα τοῦ Θεοῦ Φώτιε, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία Δόξα, και Νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτί τῶν ἁγίων σου πρεσβειῶν, ἀπέλασον Πάτερ, τῆς ψυχῆς μου τόν σκοτασμόν, καί αἴτει πταισμάτων μοι τήν λύσιν, παρά Χριστοῦ Ἰερώτατε Φώτιε.
Ὡς πάνσοφος μύστης τῶν ἀρετῶν, ὁδήγει με Πάτερ πρός τήν κτῆσιν αὐτῶν ἀεί, ὡς ἄν τῷ Χριστῷ εὐαρεστήσω, διά ζωῆς ἐναρέτου μακάριε.
Τόν πάντων Δεσπότην καί Ποιητήν, ἱκέτευε Πάτερ, τῶν πταισμάτων δοῦναι ἡμῖν, τήν ἄφεσιν Φώτιε παμμάκαρ, καί φωτισμόν ταῖς ψυχαῖς τόν σωτήριον.
Θεοτοκίον.
Ἰλύος με ῥῦσαι τῆς τῶν παθῶν, καί ῥοπῆς με Κόρη, πρός τά χείρονα δυσωπῶ, καί δίδου μοι δύναμιν Παρθένε, ὡς ἄν ἐκφύγω δολίου τά ἔνεδρα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μέγας πρόμαχος ὤφθης, καί ἀῤῥαγής πρόβολος, τῆς Ὀρθοδοξίας παμμάκαρ, ὡς ἐνθεώτατος ὅθεν ἐδραίωσον, ὀρθῶν δογμάτων τῇ πέτρᾳ τούς σε μακαρίζοντας, Φώτιε μέγιστε.
Ἐξ Ἐώας ἐκλάμπων, ὡς παμφαής ἤλιος˙ ὅθεν ταῖς ἀκτῖσι θεόφρον, τῆς προστασίας σου, πάσης αἱρέσεως, Φώτιε λῦσον τόν ζόφον, καί τό φῶς ἐπίλαμψον ἡμῖν τῆς χάριτος.
Θεοῤῥήμονι γλώσσῃ, θεολόγων Φώτιε, φόβου Θεϊκοῦ τῇ ψυχή μου, τό φῶς ἀνάτειλον, ὡς ἄν ἐκκρούσωμαι, τῆς ἁμαρτίας τό σκότος, καί ποιήσω Ἂγιε, τό θεῖον θέλημα.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, ὁ τοῦ παντός Κύριος, σάρκα μορφωσάμενος Κόρη δι’ ἀγαθότητα, ἡμᾶς ἐῤῥύσατο, ἐκ τῆς ἀρχαίας κατάρας˙ ὅθεν κάμε λύτρωσαι, παθῶν τοῦ χείρωνος.
Διάσωσον Ἀρχιεράρχα Φώτιε θεηγόρε, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, καί θεῖον καταφύγιον, ὡς μέγας ποιμήν, τῆς Ἐκκλησίας γέγονας, Φώτιε ἰερώτατε˙ διά τοῦτο πίστει βοῶμέν σοι˙ Μή διαλίπῃς πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεράρχα πολύσοφε, τῆς Ὀρθοδοξίας ἄδυτε ἥλιε, πάσης βλάβης ἡμᾶς λύτρωσαι, καί ἐπινοιῶν τοῦ πολεμήτορος.
Ὡς φωτός θείου ἔμπλεως, φώτισον καρδίαν μου τήν τυφλώττουσαν, καί πρός φῶς με Πάτερ Φώτιε, ἐντολῶν τῶν θείων καθοδήγησον.
Φυγαδεύεις τῷ λόγῳ σου, σκοτεινῶν αἱρέσεων τήν σκοτόμαιναν, ὧν τῆς λύμης ἡμᾶς φύλαττε, θεηγόρε Φώτιε ἀπήμονας.
Θεοτοκίον.
Ὡς Θεοῦ Μήτηρ ἄφθορος, τόν καταφθαρέντα με ἀτοπήμασι, Θεοτόκε ἀνακαίνισον, τῇ συμπαθεστάτη σου χρηστότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἀῤῥαγές, Ἐκκλησίας ὤφθης Φώτιε, καταράσσων τήν ὀφρύν τῶν Δυτικῶν˙ ὧν τῆς πλάνης ἀνωτέρους ἡμᾶς φύλαττε.
Ἴασαι ψυχῶν, καί σωμάτων τά συντρίμματα, τῶν ἐν πίστει προσιόντων ἀκλινεῖ, Πάτερ Φώτιε τῇ θεία ἀντιλήψει σου.
Σθένωσον ἡμᾶς, καταβάλλειν Πάτερ Φώτιε, ἀοράτων δυσμενῶν ἐπιβουλάς, δι’ ὧν θλίβειν ἐκπειρῶνται τήν ζωή ἡμῶν.
Θεοτοκίον.
Ὅρμος γαληνός, σύ ὑπάρχεις Μητροπάρθενε, τοῖς ἐν βίῳ θαλαττεύουσι πικρῶς˙ διά τοῦτο τῇ πρεσβείᾳ σου προστρέχομεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναμάτων, πεπληρωμένος ἀύλων, ὡς ὑπέρτιμον τοῦ Πνεύματος σκεῦος, τήν πειρασμοῖς φλεγομένην ψυχήν μου, καί τηκομένην παντοίαις ἐν θλίψεσι, δρόσισον Φώτιε σοφέ, ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.
Παθῶν μου, τήν χαλεπήν τρικυμίαν, καταπράυνον ταῖς σαῖς ἱκεσίαις, καί πρός λιμένα με ἴθυνον θεῖον, τῆς μετανοίας πανεύφημε Φώτιε, ὡς ἄν πταισμάτων πρός Χριστοῦ, τήν τελείαν συγχώρησιν εὕροιμι.
Ἀγγέλων, καί τῶν Ἁγίων τοῖς δήμοις, συνηδόμενος σοφέ Ἱεράρχα, ὑπέρ ἡμῶν σύν αὐτοῖς ἐκδυσώπει, τόν ἐλεήμονα Λόγον καί Κύριον, ὅπως ῥυώμεθα ἀεί, πειρασμῶν καί δεινῶν περιστάσεων.
Θεοτοκίον.
Τόν πάντων, Δημιουργόν καί Δεσπότην, μετά σώματος τεκοῦσα Παρθένε, σωματικῶν με παθῶν ἀκαθάρτων, καί ψυχικῶν νοσημάτων ἀπάλλαξον, καί λάμπρυνόν μου τήν ψυχήν, τῷ φωτί Θεοτόκε τῆς δόξης σου.
Διάσωσον Ἀρχιεράρχα Φώτιε θεηγόρε, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Ὡς τῆς σοφίας ἐκφάντωρ θεόληπτος, καί Ἐκκλησίας ἀτίνακτον στήριγμα, μή παύσῃ παρέχειν δεόμεθα, τῆς σής πρεσβείαις ἡμῖν τά δωρήματα, Πατέρων ἀγλάισμα Φώτιε.
Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν…
Στίχος. Ἀκούσατε ταύτα…
Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην. (Κεφ. ι’, 1-9).
Εἶπεν ὁ Κύριος· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄργανον θεόπνευστον, θεολογίας ἐδείχθης, καί σοφός διδάσκαλος, Ἐκκλησίας Φώτιε θείῳ Πνεύματι˙ καί τανῦν Ὅσιε, πάσης ἐπηρείας, καί μανίας τοῦ ἀλάστορος, ἀτρώτους φύλαττε, τούς εἰλικρινῶς σε γεραίροντας, αἱρετικῶν τά στόματα, καθ’ ἡμῶν ἐμφράττων δεόμεθα˙ σύ γάρ ἡμῶν μέγας, προστάτης καί μεσίτης πρός Θεόν, καί τῇ πρεσβείᾳ σου Ἂγιε, εὐλαβῶς προσπίπτομεν.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐδιώχθης ἀδίκως, παρ’ ἀνδρών παρανόμων Ἂγιε Φῶτιε˙ διό ἡμᾶς πρός τρίβους, δικαιοσύνης Πάτερ, καθοδηγεῖ τούς ψάλλοντας˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἴ.
Ῥήμασι σου ἁγίοις, ἀντιστῆναι οὐκ ἴσχυσαν οἱ διώκοντες˙ διό τῇ σῇ σοφίᾳ, καί τῇ πραότητί σου, ἡμᾶς πάντας συνέτισον, οἷα πατήρ συμπαθής, Φώτιε τὰ σὰ τέκνα.
Γνῶσιν δίδου μοι Πάτερ, καί ἰσχύν τοῦ δολίου πατεῖν τήν δύναμιν, καί τρίβον διανύειν, τῶν ἀρετῶν ἐμφρόνως, πολυθαύμαστε Φώτιε, ὡς ἄν τῆς ἄνω ζωῆς, γένωμαι κληρονόμος.
Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, ὁ Σωτήρ τῶν ἁπάντων ἡμῖν ἐπέφανε, καί ἔσωσε Παρθένε, τῆς πάλαι ἁμαρτίας, τούς ἐν πίστει κραυγάζοντας˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, κατά ψυχήν τε καί σῶμα, καί φῶς ἄνωθεν Φώτιε θεηγόρε, τοῖς ἐπιζητοῦσι, τὴν σὴν ἐπιστασίαν.
Ἀγαλλιάται, ἡ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τῇ σῇ χάριτι μέγιστε Ἱεράρχα˙ τῶν αἱρετικῶν γάρ, λύεις τάς ἐπινοίας.
Σαρκός μου Πάτερ, νέκρωσον πάντα τά πάθη, καί καταύγασον τόν νοῦν μου τῷ φωτί σου. Φώτιε Ἱεράρχα, ὡς θεῖος μου προστάτης.
Θεοτοκίον.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, καί τοῦ ῥύπου με τῆς ἁμαρτίας πλῦνον, τῆς χρηστότητος σου, τοῖς ῥείθροις Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστης σου σοφίας, Πάτερ τῇ ἰσχύι, τάς σοφιστείας τοῦ δράκοντος σύντριψον, αἱρετικῶν διαλύων ἅπαν πολίτευμα.
Ὁ μέγας Ἱεράρχης, Φώτιε παμμάκαρ, τῆς Ἐκκλησίας ὁ στῦλος ὁ ἄσειστος, ἐκ τῶν σκανδάλων με ῥῦσαι τοῦ πολεμήτορος.
Ὑψόθεν νεῦσον Πάτερ, τοῖς σε ἀνυμνοῦσι, καί συμπαθῶς πᾶσι δίδου τά πρόσφορα, ὡς ἀρωγός ἡμῶν πάντων Ἃγιε Φώτιε.
Θεοτοκίον.
Ὑψίστου χαῖρε θρόνε, Κεχαριτωμένη˙ σύ γάρ βαστάζεις Χριστόν ἐν ἀγκάλαις σου, τόν διά σοῦ Θεοτόκε τόν κόσμον σῴζοντα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς σοφίας ὁ θησαυρός, καί τῆς Ἐκκλησίας, ἀκατάσειστος πρὀμαχών˙ χαίροις Ὀρθοδόξων, δογμάτων μυστογράφε, δοχεῖον φωτός θείου, πάνσοφε Φώτιε.
Στόμα εὐσεβείας ὡς ἀληθῶς, πολύσοφον ὤφθης, ἐπιπνοίᾳ τῇ Θεϊκῇ, Φώτιε θεηγόρε, καί τῶν δοκησισόφων, ἐκτρέπεις τάς ἐννοίας, φωτί τῶν λόγων σου.
Λόγῳ καί σοφίᾳ παντοδαπεῖ, Φώτιε ἐκλάμπων, ἐωσφόρος ὡς φαεινός, τήν τοῦ Νικολάου, ὀφρύν τήν ἐπιρμένην, καθεῖλες οἷα μύστης Χριστοῦ θεόπληπτος.
Θλίψεις καθυπέστης καί διωγμούς, ἐξ‘ ἀνδρῶν ἀδίκων, ἀπτοήτῳ Πάτερ ψυχῇ, καί τῆς ἀληθείας, τήν δύναμιν ἐκφανεῖς, ὡς μιμητής Κυρίου ἔνδοξε Φώτιε.
Χαίροις Ἀποστόλων ὁ ζηλωτής, Φώτιε παμμάκαρ, μέγα ὄνομα καί σεπτόν˙ χαίροις διδασκάλων ἁγίων ἤ λαμπρότης, καί Ἐκκλησίᾳ δόξα, καί ἀγαλίαμα.
Φέγγει πρεσβειῶν σου τῶν φαεινῶν, φώτισον τόν νοῦν μου, σκοτισθέντα ταῖς ἠδοναῖς, καί ἐκ τῆς πολλῆς σου, σοφίας δός ῥανίδα, τῇ ταπεινῇ ψυχῇ μου, πάνσοφε Φώτιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἀρωγός καί βοηθός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὡς ἐνθεώτατος, Φώτιε πανθαύμαστε, Ἀρχιεράρχα Χριστοῦ˙ δία τοῦτο βοῷμεν σοἰ˙ Ἐκ πάσης ἀνάγκης, καί παντοίων θλίψεων, καί περιστάσεων, φύλαττε λιταῖς σου ἀτρώτους, τούς εἰλικρινῶς σε τιμῶντας, καί τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς,
Ἀμήν.
Δίστιχον·
Φώτιε πανθαύμαστε φωτίσου θείῳ
Γεράσιμον φώτισον τόν σε ποθοῦντα.