Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Καλλίνικο ο εν Αγκύρα
Ποίημα Γεωργίου Γαλανοπούλου
†Εορτάζεται στις 29 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον ἀθλητὴν τοῦ Κυρίου, σοφὸν Καλλίνικον βλαστὸν Κιλικίας, Χριστιανοὶ ὑμνήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Μάρτυς ἀξιΰμνητε, ἐκβοῶντες χαρμονικῶς, σκέπε τοὺς θεοσεβεῖς, ἐκ φθορᾶς καὶ ἀνάγκης, κινδύνων βλάβης ἀπειλῆς ἐχθρῶν, καὶ σῷζε πάντας, τοὺς μνήμην τιμῶντάς σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἁγίου Καλλινίκου, ᾄδω ἀγῶνας. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκρότητι ἔλαμψας ἀρετῶν, βλαστὲ Κιλικίας· διὸ χάριτος φωτισμόν, νῦν δός μοι καὶ κάθαρον καρδίαν, ὅπως ἐνθέοις ὑμνήσω σε ᾄσμασι.
Γαλακτοτραφεὶς ὡς παῖς ἐν Χριστῷ, προσέδραμες Τούτῳ, ἐρασμίως ἔχων Αὐτῷ· διὸ πόθον θεῖον δὸς εὐχαῖς σου, ἔνδοξε Μάρτυς κἀμῖν τοῖς σὲ μέλπουσιν.
Ἱκέτευε Μάρτυς διηνεκῶς, Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανῶς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν· ἀλλ’ εἰς χαρὰν ταύτης ἄλγος μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν πολιτείᾳ ἀμέμπτῳ, ἵν’ εὐκλείας μέτοχον, δείξῃ με Κύριος.
Καλλιέπειαν Μάρτυς, ἔχων σοφοῖς λόγοις σου, πρὸς εἰδωλολάτρας ἐξῆλθες, ἵν’ Εὐαγγέλιον, Χριστοῦ κηρύξῃς λαοῖς· ὅθεν τροφῇ σῶν ῥημάτων, τοὺς πιστῶς ὑμνοῦντάς σε, θρέψον Καλλίνικε.
Ἀλγεινὰς ἀσθενείας κᾀμῶν πληγῶν τραύματα, ἴασαι ταχὺ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἐκ σῆς εἰκόνος σοφέ, παρέχων ἄμφω τὴν ῥῶσιν, καὶ δεινὰ νοσήματα, πόῤῥω ἐκδίωξον.
Θεοτοκίον.
Λιτανείαν Παρθένε δέξαι καὶ ἐπίβλεψον, ὑπὲρ τῶν πιστῶς προσφευγόντων, ὑπὸ τὴν σκέπην σου, ὡς ἀσφαλῆ Κιβωτόν, ἵνα καλῶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, τοῦ θείου τόκου σου.
Διάσωσον, μάρτυς Καλλίνικε πάντας, τοὺς εὐφημοῦντας θείους ἄθλους σου ψαλμικῶς, καὶ μνήμην σου πάμφωτον, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς Εὔσπλαγχνον, πτωχῶν βοηθόν, νοσούντων τὸν θεράποντα, θησαυρὸν κεκτήμεθα, πάντες θείας χάριτος λέγοντες· σπεῦσον νῦν, ἡμᾶς ῥῦσαι ἐκ δεινῶν, ἔνδοξε Μάρτυς, σοφὲ Καλλίνικε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπροφόρῳ σου ὄμματι, ἐφ’ ἡμᾶς ὑψόθεν βλέψον Καλλίνικε, καὶ ἐκ θλίψεων ἀπάλλαξον, τὰς καρδίας τῶν ψαλμοῖς ὑμνούντων σε.
Ἰσχυρὸν καταφύγιον, ἔχομεν σὲ Μάρτυς οἱ προσιόντες σοι, ἰατρὸν νοσούντων αἴροντα, ἀφ’ ἡμῶν ἐμπύρετα νοσήματα.
Νοσηρὰ πάθη κοίμησον, σαῖς λιταῖς αἱρέσεις ἀπώθει Ἅγιε, ἀφ’ ἡμῶν τῶν γεραιρόντων σε, καὶ παράσχου βίον ἀνεπίληπτον.
Θεοτοκίον.
Ἱκεσίας τῶν δούλων σου, ὑπὸ τὴν ἐπήρειαν ὄντων δράκοντος, Μῆτερ πρόσδεξαι δεόμεθα, καὶ Υἱὸν δυσώπει παθῶν ῥύσασθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κάλλος ψυχικόν, ἡμῖν δὸς στεῤῥὲ Καλλίνικε, καὶ λογισμὸν τὸν ἔνδον ἔχειν Θεῷ, ἵν’ εἰρηναίως βιοῦντες, Χριστὸν δοξάζομεν.
Ὁμολογητά, ἐν σταδίῳ ὄφιν ᾔσχυνας, τῇ ἀηττήτῳ ἰσχύϊ τοῦ Σταυροῦ, τρόπαιον νίκης ἐγείρας, ὃ πᾶσι βράβευσον.
Ὕψη ἀναβάς, Ἀθλοφόρε ἐπουράνια, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν, τρυφῆς θεϊκῆς ἀνέλθωμεν.
Θεοτοκίον.
Ἄσπιλε Θεός, ἵνα σώσῃ γένος ᾤκησεν, ἐν τῇ γαστρί σου ἑκῶν σωματικῶς, ὃν ἐκδυσώπει, ἡμᾶς τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δαιμόνων, ἐγενόμην ἐπίχαρμα, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Καλλινίκου εὐχαῖς Σῶτερ σῶσόν με.
Ὡς ἄτμητος, σὺ ἀδάμας ἔμεινας, ἐναθλήσας καρτερῶς ἐν βασάνοις, ὁδὸν Χριστοῦ τὴν σωτήριον δείξας, ἧς καὶ ἡμᾶς, Ἀθλοφόρε ἀξίωσον, τοῖς μέλπουσι περιχαρῶς, ἀρετῶν σου πληθὺν ἄθλους θαύματα.
Ἀλύγιστος, ὡς ὁ σίδηρος ὤφθης, καὶ ὑπήνεγκας γενναίως τὸν μόρον· ὅθεν ἡμῖν, τὸ στεῤῥόν σου παράσχου, καθυπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβόλους τῇ σκέπῃ σου.
Θεοτοκίον.
Γινώσκομεν, σὲ Παρθένε ἄφθορον, ὡς ἐφύης ἐκ νηδύος τῆς Ἄννης· σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον τόκον σου.
Διάσωσον, μάρτυς Καλλίνικε πάντας, τοὺς εὐφημοῦντας θείους ἄθλους σου ψαλμικῶς, καὶ μνήμην σου πάμφωτον, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ ὑπάρχεις πτωχῶν παναοίδιμε, θερμὸς πρέσβυς πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ πατέρας καὶ Ὀρθοδόξους πάντοτε φρουρεῖς· διὸ πρόφθασον ὦ Ἀθλητά, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν ταχὺ προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, λαόν σου τήρει δ’ ἀβλαβῆ, ἐκ κινδύνων καὶ κακώσεων.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα, ὦ Καλλίνικε· ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου ἀσπαζόμενος, ἴασιν δώρησαι ἄμφω, τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλησιν καὶ μνήμην σου.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡράισμα Μαρτύρων, ἀγάλλου μετ’ Ἀγγέλων, Πάντων τ’ Ἁγίων Χριστόν, ἐκδυσωπῶν λιταῖς σου, ὅπως πυρὸς ῥυσθῶμεν, αἰωνίου οἱ κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοσήματα διώκεις, τῶν τιμώντων σε Μάρτυς, καὶ πάντας τοὺς εὐσεβεῖς, ἐκ συμφορῶν φυλάττεις· διὸ τοὺς ἐκβοῶντας, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπαύστως σὲ γεραίρει, φιλεόρτων τὸ πλῆθος, ἔνδοξε Μάρτυς Χριστοῦ, αἰτούμενον πρεσβείαις, ταῖς σαῖς ἵν’ ἐκ κινδύνων, λυτρωθῇ καὶ τὸ ἔλεος, λάβῃ Σωτῆρος Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Σὲ ἀνύμφευτε Νύμφη, καθορῶμεν οἱ πάντες Βᾶτον, ὡς ὄρει Μωσῆς, προεῖδεν ἐν Σιναίῳ, φλογὶ παραδοθεῖσαν, ἀλλὰ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ θεηγόρε, καὶ Χριστῷ βοᾷ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις Καλλινίκου.
Ἐλέους θείου, καὶ δωρεῶν πλήρου πάντας, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ γόνε Κιλίκων, τῆς δ’ Ἐκκλησίας δόξαν.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν περισκέπων, καὶ πιστοὺς εἰκόνα σου τιμῶντας· ὅθεν ἡμᾶς σκέπε, δαιμόνων πονηρίας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, θεῖε Ἀθλοφόρε, πᾶσιν ἡμῖν μονασταῖς τε καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους, βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην, πανηγυρίζοντας.
Ὀρδὰς τῶν κακοδόξων, σκόρπισον ταχέων, ἡμᾶς τὰς ἐπαπειλοῦσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει ἁπάντων, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντά σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν θαυμάτων ὁ ποταμός, ἡ τροφὴ πενήτων, κατετρεγμένων στέγη, πιστῶν συμπαραστάτης, μάρτυς Καλλίνικε.
Ποίησον θεόφρον σαῖς προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, μὴ δ’ ἐντολῶν Κυρίου, ἐπιλανθάνεσθαι.
Δὸς ἡμῖν τὰ κρείττω ταῖς σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ Καλλίνικε εὐκλεές, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.
Ποίει ποίμνην γαίας ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ ὑμνῆ σε, Καλλίνικε τρισμάκαρ, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
Τοὺς ἀνευφημοῦντάς σε Ἀθλητά, μέλεσι καὶ ὕμνοις, χαῖρε λέγοντας ἀριστεῦ, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ ἀνάγκης, πυρὸς καὶ θλίψεων.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον Οἰκτῖρμον, πρεσβείαις Καλλινίκου, τοῦ Ἀθλοφόρου σου.
Τῷ ἀπροσμαχήτῳ ὅπλῳ Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμῆσαι τὸν πτερνιστήν· ὅθεν ἡμᾶς Μάρτυς, περίζωσον ἰσχύι, εὐχῆς σου καὶ νηστείας, φεύγειν τοὺς δαίμονας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σοφὲ Καλλίνικε, ἔνδοξε Μάρτυς Χριστοῦ, καταπλήττεις δὲ θαύμασι, τοῖς πόθῳ δραμοῦσι, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦσι θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην ἑορτάζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.