Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Ιερομάρτυρα και Ισαπόστολο Κοσμά τον Αιτωλό
Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
†Εορτάζεται 24 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῶν Ἀποστόλων δεδεγμένος τὸν ζῆλον, Εὐαγγελίου ὑποφήτης ἐδείχθης, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶ θαυμαστέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ, ῥῦσαι πάσης θλίψεως, καὶ παντοίας ἀνάγκης, καὶ τὸν Χριστὸν ἱκέτευε ἀεί, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
ᾨδαῖς εὐφημήσωμεν, τὸν εὐκλεῶς τοῖς χοροῖς, Μαρτύρων ἐμπρέψαντα, θυτῶν τε καὶ ἀσκητῶν, Κοσμᾶν τὸν ἀοίδιμον, σήμερον συνελθόντες τῇ σεπτῇ αὑτοῦ μνήμη· νέμει γὰρ τὰς ἰάσεις, τοῖς πιστῶς προσιοῦσιν, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὡς Ἰσαπόστολος.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·
Κόσμησόν με Κοσμᾶ θείῳ φόβῳ. Γερασίμου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Κυρίου τῆς δόξης κατατρυφῶν, Κοσμᾶ θεηγόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει προσιόντων, τῇ ἱερᾷ σου πρεσβείᾳ ἑκάστοτε.
O λόγῳ τῷ θείῳ τὰς τῶν πιστῶν, νεώσας καρδίας, τὴν εὐσέβειαν γεωργεῖν, δεῖξον καρποφόρον τὴν ψυχήν μου, πάτερ Κοσμᾶ ἀρετῶν θείαις πράξεσι.
Συνέχομαι κλύδωνι χαλεπῷ, παθῶν ἀκαθάρτων, διὰ τοῦτό σοι ἐκβοῶ· πρόφθασον Κοσμᾶ τῇ σῇ πρεσβείᾳ καὶ τῆς παρούσης με λύτρωσαι θλίψεως.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου ὁ Σωτήρ, πῦρ ὑπάρχων ὅλος, ἐσαρκώθη Κόρη ἐκ σοῦ· διὸ τῷ πυρὶ τῶν πρεσβειῶν σου, τὴν ἐν ἐμοὶ ἁμαρτίαν κατάφλεξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ σὴ ἔνθεος γλῶσσα, τὰς τῶν πιστῶν ἤγειρε, Πάτερ διανοίας πρὸς φόβον, θεῖον καὶ κρείττονα· διὸ διέγειρον, κἀμὲ Κοσμᾶ θεηγόρε, πρὸς ζωὴν ἐνάρετον, ἐκ φαύλων πράξεων.
Σωτηρίας πρὸς τρίβον, ἣν τοῖς πιστοῖς ἔδειξας, θείῳ σου κηρύγματι Πάτερ, ἡμᾶς ὁδήγησον, ἐξ ἀνοδίας κακῶν, πράττειν τὸ θεῖον Κυρίου, καὶ τέλειον θέλημα, ψυχῆς θερμότητι.
Ὀδυνῶν πολυτρόπων, καὶ συμφορῶν Ἅγιε, καὶ ἐπηρειῶν ἀκαθάρτων, τοῦ πολεμήτορος, Κοσμᾶ ἀπάλλαξον, καὶ πάσης ἄλλης ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, νοῒ Ἁγνὴ ἄφρονι, γέλως τῷ ἐχθρῷ καθορῶμαι, ἀλλ’ ὡς κυήσασα, ζωῆς τὸν πρύτανιν, ζώωσον αὖθίς με Κόρη, καὶ ζωὴν ἐνάρετον, ζῆν με ἐνίσχυσον.
Διάσωσον, ἱερομάρτυς Κυρίου Κοσμᾷ θεόφρον, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ τῶν ποικίλων ἐν βίῳ πειρατηρίων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ, ὡς θεῖος Ἰσαπόστολος, μὴ παύσῃ Κοσμᾶ, ὑπὲρ τῶν εὐφημούντων σε, ὡς ἂν ἀεὶ ῥυώμεθα, νοσημάτων καὶ πάσης κακώσεως, καὶ ἐκ πάσης ἐχθροῦ ἐπιβουλῆς, οἱ μέγαν προστάτην κεκτημένοι σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μέγας ὤφθης διδάσκαλος, τοῦ Εὐαγγελίου Κοσμᾶ μακάριε· ὅθεν δίδου ἡμῖν δύναμιν, εὐαγγελικῶς ἐμπολιτεύεσθαι.
Ἐν ὀδύνῃ με Ἅγιε, ὄντα ἐξ ἀμέτρων μου παραπτώσεων, ἐλευθέρωσον τῆς θλίψεως, ταῖς σαῖς ἱκεσίαις πρὸς τὸν Κύριον.
Κυβερνήτης μοι φάνηθι, πλέοντι τοῦ βίου τὴν πικρὰν θάλασσαν, ἀσφαλῶς Κοσμᾶ θεόληπτε, πρὸς λιμένα θεῖον κατευθύνων με.
Θεοτοκίον.
Ὁ Δεσπότης τῆς κτίσεως, ἐκ σοῦ Θεοτόκε τεχθεὶς ὡς ἄνθρωπος, πάντων Δέσποιναν σὲ ἔδειξεν, οἷα τῶν κτισμάτων ὑπερέχουσαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύντριψον Κοσμᾶ, τοῖς ποσὶ τῶν ἀνυμνούντων σε, τοῦ βελίαρ τὰς ὑπούλους μηχανάς, ἐν εἰρήνῃ περιέπων τὴν ζωὴν ἡμῶν.
Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι· ὅθεν λύτρωσαι μεγάλων συμφορῶν, ἰσαπόστολε Κοσμᾶ τοὺς σὲ γεραίροντας.
Ἂνωθεν Κοσμᾶ, ἱλαρῷ σου βλέψον ὄμματι, τοὺς ἑστῶτας τῇ εἰκόνι σου πιστῶς, καὶ παράσχου τούτοις Πάτερ τὰ αἰτήματα.
Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, καὶ ἀφάνισον τὰ σκάνδαλα Ἁγνή, τὰ πληροῦντα ἀθυμίας τὴν ζωὴν ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἐκήρυξας, εὐσεβείας τὸν λόγον, ὡς τῶν θείων ζηλωτὴς Ἀποστόλων· ὅθεν ἡμᾶς ζηλωτὰς θείων ἔργων ἐν εὐσεβείᾳ καὶ πάσῃ σεμνότητι, ἀνάδειξον πάτερ Κοσμᾶ, ταῖς θερμαῖς σου πρεσβείαις πρὸς Κύριον.
Ἰέρευσας, σεαυτὸν τῷ Κυρίῳ, εὐσεβείας διανύσας τὸν δρόμον· ὅθεν ἡμῶν τὰς φωνὰς καὶ δεήσεις, ὥσπερ θυμίαμα δέχου εὐπρόσδεκτον, καὶ δίδου πᾶσιν εὐμενῶς, ἃ αἰτοῦμεν Κοσμᾶ ἰσαπόστολε.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ἰσαπόστολε Κοσμᾶ θεηγόρε, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, τῶν εὐλαβῶς προσιόντων τῇ σκέπῃ σου, διδόναι λύσιν δυσχερῶν, καὶ πταισμάτων τελείαν συγχώρησιν.
Θεοτοκίον.
Φωτί σου, τὴν σκοτισθεῖσαν ψυχήν μου, χρυσαυγίζουσα τῆς δόξης νεφέλη, Θεοκυῆτορ Παρθένε Μαρία, καθικετεύω θερμῶς καταλάμπρυνον, καὶ ῥύθμισόν μου τὴν ζωήν, τοῦ Υἱοῦ σου ἁγίοις προστάγμασι.
Διάσωσον, ἱερομάρτυς Κυρίου Κοσμᾶ θεόφρον, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ τῶν ποικίλων ἐν βίῳ πειρατηρίων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον·
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀποστόλων ὁμότροπος Ἅγιε, καὶ Ἀθλητῶν κοινωνὸς καὶ ἰσότιμος, σὺν τούτοις ἀπαύστως ἱκέτευε, πάσης λυτροῦσθαι ἡμᾶς περιστάσεως, Κοσμᾶ τοὺς πιστῶς προσιόντας σοι.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. θ΄ 1-6).
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἵρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα.
Ταῖς τοῦ Διδασκάλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλῃ τῇ τοῦ Πνεύματος, καταλαμπόμενος Πάτερ, ἔνθεος διδάσκαλος, Ὀρθοδόξου πίστεως, Κοσμᾶ πέφηνας· διὸ νῦν Ἅγιε, ταῖς σαῖς ὑποθήκαις, καὶ ἁγίαις παραινέσεσιν, ἡμᾶς δυνάμωσον, μένειν ἀσαλεύτους δεόμεθα, καὶ τούτοις τὴν ζωὴν ἡμῶν, πάντοτε ῥυθμίζειν πρὸς Κύριον, καὶ πάσης ἀνάγκης, καὶ βλάβης καὶ κινδύνων καὶ φθορᾶς, ἡμᾶς ἀτρώτους διάσωζε, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε ἐλέησον (ιβ΄)
Μετὰ δὲ τὸ Ἐλέει καὶ οἰκτιρμοῖς, ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ κηρύγματι θείῳ, ἐκτεμὼν τὴν ἀπάτην Κοσμᾶ προθέλυμνον, τὴν ὕλην τῆς ψυχῆς μου, καὶ ἄκανθαν κακίας, ἐξ αὐτῆς ἐναπόσπασον, ὡς ἂν τὸν φόβον Θεοῦ, καλλιεργήσῃ Πάτερ.
Βασιλείας τῆς ἄνω, ὡς κηρύξας ἐν κόσμῳ τὸ Εὐαγγέλιον, Κοσμᾶ ἱερομάρτυς, μετόχους καὶ πολίτας, διὰ βίου σεμνότητος, δεῖξον αὐτῆς σαῖς λιταῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Ὠς τελέσας τὸν δρόμον, δι’ ἀγχόνης μετῆλθες πρὸς δόξα ἄῤῥητον· διὸ ἐξ ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, καὶ ἐκ πάσης φαυλότητος, ῥῦσαι ἡμᾶς σαῖς λιταῖς, Κοσμᾶ ἱερομάρτυς.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἀρετῶν τὰ εὐώδη ἄνθη ἐνίσχυσον, ὡς ἂν ὀσμὴν ἁγίαν, καὶ θείαν εὐωδίαν, προσαγάγω τῷ Κτίσαντι, καθαρωτάτης ζωῆς, καὶ βίου θεαρέστου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ πάσης βλάβης, καὶ συστροφῆς ἐναντίων, διαφύλαξον ἀτρώτους ἡμᾶς Πάτερ, τοὺς ὑπερυψοῦντας, τὸν σὲ ἐνισχυκότα.
Ῥείθροις ἀύλοις, τοῦ Παρακλήτου παμμάκαρ, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν μου, καὶ ἀναψυχῆς μοι, Κοσμᾶ τὸ ὕδωρ βλῦσον.
Ἀγγέλων δήμοις, συνὼν Κοσμᾶ θεοφόρε, καθικέτευε σὺν τούτοις ὑπὲρ πάντων, τῶν ἀνευφημούντων, τοὺς ἱερούς σου πόνους.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, τῶν γηγενῶν σωτηρία· ἔνθεν ἅπαντες ἐλπίζομεν σωθῆναι, τῇ πρὸς τὸν Υἱόν σου, ἐνθέρμῳ μεσιτείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων τὴν χάριν, Πάτερ δεδεγμένος, ταῖς ἀσθενοῦσι ψυχῇ τε καὶ σώματι, τὴν θεραπείαν παράσχου Κοσμᾶ μακάριε.
Μαρτύρων εὐκληρίᾳ, καὶ τῶν Ἀποστόλων, καὶ διδασκάλων ἐμπρέπων χαρίσματι, Κοσμᾶ μὴ παύσῃ βραβεύων ἡμῖν τὰ κρείττονα.
Ὁ κόσμος Ἐκκλησίας, πέλων φερωνύμως, ταῖς εὐκοσμίαις Κοσμᾶ κατακόσμησον, τῶν ἀρετῶν τοὺς ἐν πίστει σε μεγαλύνοντας.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψυχῆς μου γλυκεῖα παράκλησις, Θεοχαρίτωτε Κόρη πιστῶν προπύργιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Εὐαγγελίου, ὑποφήτης ὁ ἱερός· χαίροις Ἐκκλησίας, ἀστὴρ νέος τρισμάκαρ, Κοσμᾶ ἱερομάρτυς, πιστῶν τὸ στήριγμα.
Χάριτι τῇ θείᾳ καταυγασθείς, Πάτερ ἐν τῷ Ἄθῳ τῶν γηίνων ὡς καθαρθείς, ὡς ἀκτὶς ἐξῆλθες, καὶ φῶς τοῖς ἐν τῷ κόσμῳ, Κοσμᾶ πᾶσι κηρύττων, λόγον τῆς πίστεως.
Χαίροις Αἰτωλίας θεῖος βλαστός· χαίροις Ὄρους Ἄθω, φοῖνιξ ὄντως καρποτελής· χαίροις εὐσεβείας, ἡ σάλπιγξ ἡ μεγάλη, Κοσμᾶ ἱερομάρτυς, καὶ ἰσαπόστολε.
Τοῦ Εὐαγγελίου κῆρυξ λαμπρός, Κοσμᾶ ἀνεδείχθης, ἐπιπνοίᾳ τῇ θεϊκῇ, καὶ διῆλθες πλεῖστα, χωρία τε καὶ πόλεις, τοὺς πάντας ἐπανάρχων, πρὸς τὴν ἀλήθειαν.
Ἢνυσας τὸν δρόμον ἀθλητικῶς, Κοσμᾶ θεηγόρε, δι’ ἀγχόνης θανατωθείς, καὶ πρὸς τὴν ἀγήρω, ζωὴν ἀνῆλθες χαίρων, ἀθλήσεως τὸ στέφος, Πάτερ δεξάμενος.
Τοὺς ὑμνολογοῦντας πάτερ Κοσμᾶ, τοῦ κηρύγματός σου, τοὺς ἀγῶνας τοὺς ἱερούς, ῥῦσαι πάσης βλάβης, καὶ πάσης ἐπηρείας, καὶ σεσωσμένους τούτους, Θεῷ προσάγαγε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
ᾨδαῖς εὐφημήσωμεν, τὸν εὐκλεῶς τοῖς χοροῖς, Μαρτύρων ἐμπρέψαντα, θυτῶν τε καὶ ἀσκητῶν, Κοσμᾶν τὸν ἀοίδιμον, σήμερον συνελθόντες τῇ σεπτῇ αὑτοῦ μνήμη· νέμει γὰρ τὰς ἰάσεις, τοῖς πιστῶς προσιοῦσιν, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὡς Ἰσαπόστολος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου ἰσαπόστολε Κοσμᾶ, τὰς ἱκετηρίους δεήσεις, τῶν προσπιπτόντων πιστῶς, τῇ σεπτῇ εἰκόνι σου, καὶ ἐκζητούντων ἀεί, τὴν θερμὴν προστασίαν σου, καὶ πάρεσχε πᾶσι, ταῖς πρὸς τὸν Παντάνακτα, Πάτερ πρεσβείαις σου, ἴασιν ψυχῶν καὶ σωμάτων, καὶ παθῶν παντοίων τὴν λύσιν, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Κόσμησον Κοσμᾶ ἀρετῶν εὐκοσμίᾳ
Γεράσιμον θείοις σε ὕμνοις κοσμοῦντα.
Χαιρετισμοί εις τον Άγιον Ιερομάρτυρα και Ισάποστολον Κοσμάν τον Αιτωλόν
Βίος Αγίου Ιερομάρτυρα και Ισαποστόλου Κοσμά του Αιτωλού
Απο το Βιβλίο: Ο ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Ἡ βακτηρία τῶν σκλάβων Τὸ καύχημα τῶν Αἰτωλῶν.
ΕΠΙΜΕΛΕΙΑ: Ἱερομόναχος Κωνσταντῖνος Β. Τριανταφύλλου, Πτυχιοῦχος Θεολογικῆς σχολῆς Πανεπιστημίου Ἀθηνῶν.
Ἐκδόσεις Ὀρθοδόξου Φιλανθρωπικοῦ Συλλόγου
ΜΙΚΡΑ ΖΥΜΗ
Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα και Ισαπόστολον Κοσμάν τον Αιτωλόν
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
†Εορτάζετε 24 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ Σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς ζηλωτῆς τῶν ἱερῶν Ἀποστόλων, τὸν φωτισμὸν τοῦ Παρακλήτου ἐδέξω, καὶ εὐσεβείας κῆρυξ ὤφθης ἔνθεος· ὅθεν ἡμᾶς στήριξον, θεμελίῳ τῷ θείῳ, Ὀρθοδόξου πίστεως, καὶ δογμάτων ἁγίων, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶν, πταισμάτων λύσιν, ἡμῖν ἐξαιτούμενος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Κοσμά κόσμει ἡμᾶς θείω λόγῳ, Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κοσμήσας ταῖς θείαις σου διδαχαῖς, πιστῶν τὰς καρδίας, Ἰσαπόστολε θαυμαστέ, ἡμᾶς τῶν παθῶν τῆς ἀκοσμίας, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου λύτρωσαι.
Ὁ λόγῳ ἁγίῳ διδακτικῷ, πιστῶν τὰς καρδίας, ὁδηγήσας πρὸς τὸν Χριστόν, ἴθυνον ἡμᾶς Κοσμά θεόφρον, πρὸς ἀρετῆς τὴν τελείαν ἐπίδοσιν.
Σοφία ἐκλάμπων πνευματικῇ, τοῦ Εὐαγγελίου, κῆρυξ ὤφθης θεοειδής, ἐν ὦ πολιτεύεσθαι ἀξίως, Πάτερ Κοσμᾶ ἡμᾶς πάντας συνέτισον.
Θεοτοκίον.
Μὴ φλέξας νηδὺν σου τὴν καθαράν, Θεὸς σωματοῦτε, ἐξ αἱμάτων σου τῶν ἁγνῶν· ὦ πρέσβευε μόνη Θεοτόκε, κατοικτειρήσαι τοὺς σε μακαρίζοντας.
ᾨδὴ ζ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων τὸν ζῆλον, πεπλουτηκὼς Ὅσιε· ὅθεν ἐκκαθαίρεις καρδίας, θείω κηρύγματι· καὶ νῦν ἐκρίζωσον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, πάντα τὰ ζιζάνια, ταῖς ἱκεσίαις σου.
Κοσμηθεὶς ἐν τῷ Ἄθω, ταῖς νοῦν λάμψεσι, πάσῃ τῇ Ἑλλάδι ἐκλάμπεις, τὸ φῶς τῆς πίστεως, δι’ οὐ ἀπέλασον, αἱρετικῶν σκοτομήνῃ, ἀπειλοῦσαν Ἅγιε, ἡμῖν τὸν ὄλεθρον.
Ὁ δυνάμει τοῦ λόγου, καὶ διδαχῶν χάρισι, πλείστους ἐκ βυθοῦ ἀφαρπάσας, τῆς ματαιότητος, ἡμᾶς ἐξάρπασον, ὡς Ἰσαπόστολος μέγας, Πάτερ ἐκ τοῦ φάρυγγος, δεινῶν δοκήσεων.
Θεοτοκίον.
Σαρκοφόρον τεκοῦσα, τὸν τοῦ πατρὸς αἴτιον Κόρη ἐν μιᾷ ὑποστάσει, δυσί δε φύσεσιν, αὑτὸν ἱκέτευε, τὰ τῆς σαρκὸς ἡμῶν πάθῃ, θανατῶσαι Ἄχραντε, πλούτῳ χρηστότητος.
Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τοὺς τιμῶντας ὡς Ἰσαπόστολον θεῖον σε, Κοσμά παμμάκαρ λιταῖς σου πρὸς τὸν Σωτῆρα.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμή.
Ὁ λόγος ὁ σός, ὡς δρόσος ἐπουράνιος, αὐχμώσαις ψυχαῖς ἐδείχθη θείῳ Πνεύματι· ἀλλ’ ὦ Κοσμά θεόσοφε, τὰς καρδίας ἡμῶν καταδρόσισον, τῇ ἐπομβρίᾳ τῶν σῶν διδαχῶν, παθῶν φλεγομένας ἐν τοῖς ἄνθραξι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαθητῆς ὡς θεόσοφος, τοῦ Εὐαγγελίου Πάτερ τῆς χάριτος, τὰς ψυχὰς ἡμῶν χαρίτωσον, τῇ διδασκαλία τῶν χειλέων σου.
Ἐκ κινδύνων καὶ θλίψεων, καὶ πολυειδῶν ἡμᾶς περιστάσεων, Ἰσαπόστολε μακάριε, ταῖς σαῖς προστασίαις ἐλευθέρωσον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων τὴν λύσιν Ἅγιε, καὶ εἰρήνην καὶ ὁμόνοιαν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, ὡς πρὸ τόκου Ἀειπάρθενε, ἐκ φθορᾶς ἁπάσης ἡμᾶς λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀληθῶς, ὡς διδάσκαλος τῆς πίστεως, ἀπὸ πάσης φληναφίας καὶ στροφῆς, τῶν δεινῶν δοκησισόφων ἡμᾶς λύτρωσαι.
Ἄνωθεν ἀεί, Ἰσαπόστολε περίσκεπε, ἐξ αἱρέσεων δεινῶν καὶ χαλεπῶν, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν ταῖς πρεσβείαις σου.
Στόμα τοῦ Θεοῦ, γεγονὼς Κοσμά μακάριε, μελετᾶν ἡμᾶς τὰ λόγια Θεοῦ, δίδου σύνεσιν καὶ φρόνησιν τοῦ σῴζεσθαι.
Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης Μητροπάρθενε, ὥσπερ βρέφος τοῦτον φέρουσα χερσίν, ὂν δυσώπει ἐλεήσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ στ’. Τὴν δέησιν.
Εἰς ἅπασαν, τὴν Ἑλλάδα ἐξῆλθεν, ὁ σωτήριος σου λόγος τρισμάκαρ, Εὐαγγελίου γὰρ σάλπιγξ εδείχθης· ὅθεν ὠσὶ τῶν ψυχῶν ἡμῶν σάλπισον, Κοσμά τὸν φόβον τοῦ Θεοῦ, ὡς ἂν βίον θεάρεστον ζήσωμεν.
Ἰάσεις, καὶ ζῶν τελῶν θεηγόρε, καὶ μετὰ τὸ σὸν μακάριον τέλος· ὅθεν ἡμῶν τὴν νοσοῦσαν καρδίαν, καὶ τὰ τοῦ σώματος ἄλγη ἱάτρευσον, Κοσμά Ἀπόστολε Χριστοῦ, τῇ δοθείσῃ σοι ἄνωθεν χάριτι.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παρρησίαν, Ἰσαπόστολε Κοσμά θεοφόρε, μὴ διαλίπῃς ἀπαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Ὅσιε, μὴ προσανέχεις τοὺς πιστούς, ἀλλ’ ἐκ τούτων ταχέως μακρύνεσθαι.
Θεοτοκίον.
Λυχνία, χρυσοειδὴς ἀνεδείχθης, τὸ ἀπαύγασμα Πατρὸς ὡς τεκοῦσα, ἐν ὁμοιώματι Κόρη ἀνθρώπων, τὴν ἀνθρωπίνην οὐσίαν ῥυόμενον, ἐκ τῆς κατάρας τοῦ Ἀδὰμ διὰ τοῦτο ὑμνοῦμεν σε Δέσποινα.
Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τοὺς τιμῶντας ὡς Ἰσαπόστολον θεῖον σε, Κοσμά παμμάκαρ λιταῖς σου πρὸς τὸν Σωτῆρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱεροκῆρυξ Κοσμά Ἰσαπόστολε, τῆς Ἐκκλησίας θεμέλιε ἄρρηκτε, τῇ πέτρα τῆς πίστεως στήριξον, σαλευομένας καρδίας ταῖς θλίψεσιν, αἰτούμενος πᾶσι θεῖον ἔλεος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ…
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὑτοῦ…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1, 5-8)
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὑτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὑτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὑτοῖς λέγων· Εἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εισέλθητε· πορεύεσθε δε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δε κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμος ἐνθεώτατος, τῆς Ἐκκλησίας ἐδείχθης, Κοσμά Ἰσαπόστολε, καὶ ταύτην ἐκόσμησας θείω λόγῳ σου· ὦ καὶ νῦν φώτισον, ἡμῶν τὰς καρδίας, ἐναρέτως πολιτεύεσθαι, καὶ ἅπαν σκάνδαλον, ἐκ τοῦ πονηροῦ ἀποτρέπεσθαι, ἐμμένειν ἀσαλεύτους δε, θείαις καὶ σεπταῖς παραδόσεσι, ταῖς τῶν θεηγόρων, Πατέρων ἵνα εὕρωμεν ζωήν, τὴν αἰωνίζουσαν Ἅγιε, θείαις ἱκεσίαις σου.
Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν τὴν κλῆσιν, δεδεγμένος κηρύττεις τὸ Εὐαγγέλιον· αὑτοῦ τὰς θείας ῥήσεις, καὶ τὴν διδασκαλίαν, ἐκπληροῦν ενδυνάμωσον, τῶν εὐσεβῶν τὰς ψυχάς, Κοσμά Πνευματοφόρε.
Γεωργήσας πανσόφως, τῷ ἀρότρῳ τοῦ λόγου ψυχῶν τὴν ἄρουραν, βλαστάνειν τὰς καρδίας, ἡμῶν τὸν θεῖον φόβον, καταξίωσον Ἅγιε, τῇ γεωργία Κοσμά, τῶν θείων διδαχῶν σου.
Ὥσπερ τρόπαιον θεῖον, τὸν Σταυρὸν τοῦ Κυρίου ἵδρυες, διὸ σταυροῦν τὴν σάρκα, καὶ ζῆν ζωὴν ἁγίαν, ἐν Χριστῷ ενδυνάμωσον, ταῖς πρὸς Θεὸν σου εὐχαῖς, ἡμᾶς Κοσμά τρισμάκαρ.
Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου, καὶ κατάνυξιν Κόρη καὶ νοῦν θεόφρονα, τοῖς πίστει ἀφορῶσι, πρὸς τὴν σεπτὴν σου σκέπην, Θεοτόκε πανάμωμε, καὶ τῶν πταισμάτων Ἁγνή, τὴν λύσιν ἡμῖν αἴτει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὖρέ σε Πάτερ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, θεῖον στήριγμα ἐν χρόνοις τῆς δουλείας, ψυχὰς τῆς δουλείας, λυτρούμενον τῆς πλάνης.
Ῥύπων κακίας, καὶ μολυσμῶν ἁμαρτίας, ἀποκάθαρον τῶν πρεσβειῶν σου ῥείθροις, Κοσμά θεηγόρε, ἡμῶν τὰς διανοίας.
Αἱρετιζόντων, καινοφανῶν τὴν ἀπάτην, ἐξαφάνισον τὴν ἀπειλοῦσαν Πάτερ, πᾶσαν κατακλύζειν, Χριστοῦ τὴν Ἐκκλησίαν.
Θεοτοκίον.
Σκέπη ὑπάρχεις, καὶ καταφύγιον μέγα, Ἀειπάρθενε Χριστιανῶν τοῦ γένους· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, κατὰ πάσης πλάνης, καὶ ἁμαρτίας Κοσμά Ἰσαπόστολε, καὶ πειρασμῶν πολυτρόπων τὴν ἀπολύτρωσιν.
Μαρτύρων τῷ στεφάνῳ, ὡς Ἱερομάρτυς, κεκοσμημένος Κοσμά Ἰσαπόστολε, τῶν ἀρετῶν ταῖς ἰδέαις ἡμᾶς στεφάνωσον.
Ὁ νέος Ἐκκλησίας, λύχνος τε καὶ στῦλος, Ὀρθοδοξίας τῇ βάσει ἐδραίωσον, τῶν εὐσεβῶν τὰς καρδίας Κοσμά μακάριε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, μόνη Θεοτόκε, τὴν ἐν ἐμοὶ ἀθυμίαν ἀπέλασον, καὶ εὐφροσύνης τῆς θείας με Κόρη πλήρωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Εὐαγγελίου, θεηγόρος ὑφηγητής· χαίροις σεμνοῦ βίου, διδάσκαλος ὁ θεῖος, Κοσμά Πνευματοφόρε, στόμα τῆς χάριτος.
Ὄργανον τοῦ Πνεύματος γεγονώς, σεαυτὸν καθάρας, δι’ ἀσκήσεως ἱεράς, ἐν Ὄρει τοῦ Ἄθω, ἐξῆλθες θείᾳ νεύσει, καὶ χάριτος τὸν λόγον πᾶσιν ἐκήρυξας.
Ὡς Παύλος Πάτερ περιελθών, πόλεις καὶ χωρία, ταῖς καρδίαις τῶν εὐσεβῶν, πίστεως τὴν φλόγα, ἀνῆψας τὰς ἁγίας, καὶ ἔφλεξας τῆς πλάνης, ἅπαν ζιζάνιον.
Χαίροις Αἰτωλίας θεῖος βλαστός, Άθωνος ὁ φοῖνιξ, ὁ κατάκαρπος καὶ σεπτός, χαίροις εὐσεβείας, ὁ θεῖος ὑποφήτης, ἐν ἔργω τὲ καὶ λόγῳ, Κοσμά μακάριε.
Ἤνυσας τοὺς δρόμους τοὺς συνεχεῖς, ὑπὲρ σωτηρίας, τοῦ πλησίον Πάτερ Κοσμά, καὶ τὸ δι’ ἀγχόνης, στερρῶς ἐνέγκας τέλος, μαρτυρικὰς εὐκλείας λαμπρῶς ἠξίωσαι.
Πάσης ἐπηρείας ὀδυνηρᾶς, καὶ κενοφωνίας, ἐν τῇ πίστει ψυχοβλαβοῦς, ἄτρωτον συντηρεῖ, Χριστοῦ τὴν Ἐκκλησίαν, Κοσμά ταῖς σαῖς πρεσβείαις πρὸς τὸν Φιλάνθρωπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
ᾨδαῖς εὐφημήσωμεν, τὸν εὐκλεῶς τοῖς χοροῖς, Μαρτύρων ἐμπρέψαντα, θυτῶν τε καὶ ἀσκητῶν, Κοσμᾶν τὸν ἀοίδιμον, σήμερον συνελθόντες τῇ σεπτῇ αὑτοῦ μνήμη· νέμει γὰρ τὰς ἰάσεις, τοῖς πιστῶς προσιοῦσιν, ὡς ἔχων παρρησίαν πρὸς Χριστόν, ὡς Ἰσαπόστολος.
Ἀπολυτίκιον. Ἦχος β΄. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτῆς τῶν Ἀποστόλων γενόμενος· καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμά ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῇς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, Κοσμά μακάριε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ πταισμάτων συγχώρησιν, δοθῆναι δυσώπει, καὶ βίου διόρθωσιν, καὶ θεῖον ἔλεος, ὅπως ἐναρέτοις ἐν ἔργοις, ζήσαντες ζωῆς τῆς ἀλήκτου, μετὰ τέλος μετοίχει γενώμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.