Τρείς Παρακλητικοί Κανόνες εις τον Άγιο Λάζαρο
Παρακλητικός Κανών εις τον Άγιο Λάζαρο Φίλο του Χριστού
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
† Εορτάζει 8 ημέρες πριν το Άγιο Πάσχα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος οἰκειότατος φίλος, μετὰ τετάρτην ἐξανέστης ἡμέραν, αὐτοῦ τῷ λόγῳ Λάζαρε μακάριε· ὅθεν κάμε ἔγειρον, ζωηφόροις λιταῖς σου, ἐκ τοῦ τάφου Ἅγιε, τῶν ποικίλων πταισμάτων, καὶ τῶν παθῶν τὴν λύτρωσιν ἀεὶ δίδου τοῖς πίστει τῇ σκέπῃ σου σπεύδουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λάζαρε θείαν μοι αἴτει χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει θεαρχικῷ ὡς φίλος Κυρίου, Πάτερ Λάζαρε νοερῶς, φωτὶ τῶν ἁγίων πρεσβειῶν σου, τοῦ σκοτασμοῦ τῶν παθῶν ἡμᾶς λύτρωσαι.
Ἀνέστης τῷ λόγῳ τῷ ζωτικῷ, Λάζαρε Θεόφρον, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διὸ ἐκ θανάτου ἁμαρτίας, τοὺς προσιόντας σοι λύτρωσαι, Ἅγιε.
Ζωῆς αἰωνίου κατατρυφῶν, ἀπαύστως δυσώπει, θεῖε Λάζαρε τὸν Χριστόν, ἐκ θανατηφόρου ἁμαρτίας, ἀποκαθάραι τοὺς σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ἁγνείας θησαύρισμα ἱερόν, ἁγνὸν με συντήρει, καὶ καρδίᾳ τε καὶ νοῖ, καὶ πάσῃ αἰσθήσει Θεοτόκε, τὸν ἀφορῶντα πρὸς σὲ μετὰ πίστεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥείθροις θείων χαρίτων, ὡς ἀληθῶς ἄρδευσον, τὰς κεχερσωμένας καρδίας ἡμῶν πρεσβείαις σου, ὡς ἂν βλαστήσομεν τῆς μετανοίας τὰ ἄνθη καὶ καρπὸν σωτήριον, Ἅγιε Λάζαρε.
Ἐν ταῖς τρίβοις Κυρίου τῶν ἐντολῶν ἴθυνον, Λάζαρε θεόφρον, τοὺς πόθῳ σὲ μακαρίζοντας, ὡς ἂν ἐκκλίνωμεν τὴν ἀτραπὸν τῆς κακίας καὶ κληρονομήσωμεν ζωὴν τὴν ἄληκτον.
Θεῖος φίλος ὡράθης καὶ ποθεινὸς Λάζαρε, τοῦ δι᾽ εὐσπλαγχνίαν ἀνθρώποις προσομιλήσαντος· ὅθεν φιλίας με, τῆς πρὸς τὴν σάρκα δολίας, λύτρωσαι καὶ φίλον με Χριστοῦ ἀνάδειξον.
Θεοτoκίον.
Ἐκ γαστρὸς σου ἀχράντου, δίχα τροπῆς Δέσποινα, σάρκα προσλαβὼν ἀποῤῥήτως, Λόγος ὁ ἄναρχος, χρόνῳ γεγέννηται καὶ τῆς χρονίας κατάρας, γένος τὸ ἀνθρώπινον, ἀπελευθέρωσε.
Διάσωσον Λάζαρε, φίλε Κυρίου, ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλὴν πρὸς Χριστόν, ὡς φίλος αὐτοῦ ἔνθεος, πλουτεῖς ἀληθῶς, τὴν παῤῥησίαν Ἅγιε, διὸ αὐτὸν εὐίλατον ἀπεργάζου ἡμῖν τοῖς οἰκέταις σου ὅπως ἐχθροῦ τὰς δολίας βουλάς, ἀεὶ ἐκτρεπώμεθα ὦ Λάζαρε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεράρχα θεόληπτε, πρόεδρε Κιτίου Λάζαρε ἔνδοξε, σεσωσμένους τῷ Παντάνακτι, τοὺς σὲ μακαρίζοντας προσάγαγε.
Ἀνωτέρους διάσῳζε, ταῖς σαῖς ἀντιλήψεσι θεῖε Λάζαρε, ἐπηρείας τοῦ ἀλάστορος, τοὺς θερμῶς αἰτοῦντας τὴν πρεσβείαν σου.
Νεκρωθέντα με ἔγειρον, Λάζαρε, κακίᾳ τοῦ πολεμήτορος, τεταρταῖος ἐκ τοῦ μνήματος, ὁ ἐξαναστὰς Χριστοῦ τῷ ῥήματι.
Θεοτοκίον.
Μαριάμ Ἀειπάρθενε, τὸν ἐκ σοῦ τεχθέντα ἀεὶ ἱκέτευε, τοῦ διδόναι τοῖς οἰκέταις σου, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, οὐρανόθεν πάτερ Λάζαρε, τῆς χρηστότητος Χριστοῦ τὸν γλυκασμόν, τὸν ἰὸν τῆς ἁμαρτίας κατακλύζοντα.
Ἴδε συμπαθῶς, οὐρανόθεν θεῖε Λάζαρε, τοὺς φωνοῦντας σου τὴν κλῆσιν εὐλαβῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
Ἄλυπον ζωήν, διανύειν καταξίωσον καὶ ἀμέτοχον ἐν βίῳ πειρασμῶν, τοὺς τὴν σὴν ἐκδεχομένους χάριν Λάζαρε.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, τὸν Υἱὸν σου καὶ Θεὸν ἡμῶν, τοῖς προσπταίουσιν αὐτῷ διηνεκῶς, Θεοτόκε ἀπεργάζου ὡς φιλάγαθος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν δέησιν ἡμῶν δέξαι Λάζαρε, καὶ προσάγαγε αὐτὴν τῷ Κυρίῳ, ὡς οἰκειότατος τούτῳ καὶ φίλος, ἵνα ῥυσθῶμεν βελῶν τοῦ ἀλάστορος, σὲ γὰρ μεσίτην πρὸς αὐτόν, καὶ θερμὸν πρεσβευτὴν προβαλλόμεθα.
Ἐκ τάφου, ὡς τεταρταῖος ἀνέστης ζωηφόρῳ τοῦ Σωτῆρος προστάξει, οὕτως ἡμᾶς ἐκ βυθοῦ ἀπωλείας, πρὸς σωτηρίαν τὰς τρίβους ἐξέγειρον, Λάζαρε φίλε τοῦ Χριστοῦ, ταῖς θερμαῖς πρὸς αὐτὸν ἱκεσίαις σου.
Ἰέρευσας τῷ Κυρίῳ ἀμέμπτως, Ἱεράρχης ἱερὸς δεδειγμένος, μετὰ τὴν σήν, ζωηφόρῳ κελεύσει, ἀπὸ τοῦ τάφου παράδοξον ἔγερσιν, καὶ νῦν δυσώπει ἐκτενῶς, ὑπὲρ πάντων ἡμῶν, μάκαρ Λάζαρε.
Θεοτοκίον.
Χειμών με, τῆς ἁμαρτίας χειμάζει, καὶ δονεῖ με τῶν παθῶν τρικυμία, θεογεννῆτορ παρθένε Μαρία, ἡ τῆς γαλήνης τεκοῦσα τὸν αἴτιον, κυβέρνησόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Διάσωσον, Λάζαρε, φίλε Κυρίου, ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ πρὸς Χριστὸν παῤῥησίᾳ σου Ἅγιε, τῇ ἐκ πολλῆς πρὸς αὐτὸν οἰκειότητος, ἀεὶ κεχρημένος ἱκέτευε, πάσης ἀνάγκης λυτροῦσθαι καὶ θλίψεως, ἡμᾶς τοὺς τιμῶντας σε Λάζαρε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄, 1 – 9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμὴν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγὼ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγὼ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λάζαρε μακάριε, φίλε Χριστοῦ τοῦ Σωτῆρος, καὶ μύστα θεόληπτε τῆς αὐτοῦ σαρκώσεως καὶ διάκονε, ἐκτενῶς πρέσβευε, πάσης ἁμαρτίας καὶ ποικίλων ἐπιθέσεων, ῥύεσθαι πάντοτε, τοὺς εἰλικρινῶς σε γεραίροντας, ἐν ἐναρέτοις πράξεσι, βίον τε ἀνύειν ἡσύχιον, ὡς ἂν τῶν σκανδάλων ἀνώτεροι φανέντες τοῦ ἐχθροῦ, τῆς ἀνωλέθρου μετάσχωμεν δόξης καὶ λαμπρότητος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀναστὰς ἐκ τοῦ τάφου, τοῦ Σωτῆρος τῷ λόγῳ Λάζαρε ἔνδοξε, ἀνάστησον ἐκ λάκκου ἡμᾶς ταλαιπωρίας καὶ δεινῶν περιστάσεων, τοὺς ἐκζητοῦντας θερμῶς, τὴν σὴν ἐπιστασίαν.
Ῥῶσιν σώματος αἴτει, καὶ ψυχῶν σωτηρίαν Ἅγιε Λάζαρε, καὶ ἴασιν παντοίων πικρῶν ἀῤῥωστημάτων, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱεράρχα θεόφρον, καὶ ποιμὴν θεοφόρε Κιτίου Λάζαρε πρὸς χλόην σωτηρίας, κατεύθυνον ὑψόθεν, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ τῇ ἀπάτῃ Παρθένε τοῦ πολεμήτορος, τῇ σκέπῃ σου προστρέχω, καὶ πίστει ἐκβοῷ σοι, ζώωσόν με τὸν ἄθλιον, καὶ πρὸς ζωῆς ἀληθοῦς, ὁδήγησόν με τρίβον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμην εὐθεῖαν, καλλιεργεῖν ἐν παντὶ με, δίδου Λάζαρε ὡς ἂν ἀμέμπτῳ βίῳ, τύχῳ τῆς ἀλήκτου, Κυρίου βασιλείας.
Ἔχων μεγίστην, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε Λάζαρε Ἱεράρχα, ἄφεσιν πταισμάτων, ἡμῖν ἀεὶ διδόναι.
Ῥήσεων θείων καὶ ἐντολῶν τοῦ Σωτῆρος, πληρωτὰς ἡμᾶς ἀνάδειξον παμμάκαρ, τοὺς τῇ σῇ πρεσβείᾳ, Λάζαρε προσφοιτῶντας.
Θεοτοκίον.
Ἁγιωτέρᾳ, τῶν οὐρανίων ταγμάτων, καθαγίασον τὸν νοῦν καὶ τὴν καρδίαν, τῶν ὑπερυψούντων, τὴν δόξαν σου Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, ἤδη διαλάμπων, πάσης φθορᾶς ἀνωτέρους διάσῳζε, τοὺς σὲ γεραίνοντας Λάζαρε Θεοδόξαστε.
Ἰάτρευσον τὸ ἄλγος, Λάζαρε τρισμάκαρ, τῆς ἀσθενούσης ψυχῆς μου πρεσβείαις σου, καὶ τῶν πταισμάτων μου αἴτει θεόθεν ἄφεσιν.
Μανίας τοῦ δολίου, καὶ παντὸς σκανδάλου, καὶ πολυτρόπων κινδύνων καὶ θλίψεων, ῥύου ἡμᾶς τῇ σῇ χάριτι Ἅγιε Λάζαρε.
Ὁ φίλος τοῦ Κυρίου, καὶ ἡμῶν προστάτης, θεομακάριστε Ἅγιε Λάζαρε, μὴ διαλίπῃς παρέχων ἡμῖν τὴν χάριν σου.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου πάσης χαμαιζήλου ἐπιθυμίας, Παρθένε ἀνάδειξον, καὶ τοῦτον Κόρη πρὸς θεῖον ἔρωτα ὕψωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πίστει τῷ Σωτῆρι οἰκειωθείς, φίλος τούτου ὤφθης, καθαρότητι τῆς ψυχῆς, Λάζαρε θεόφρων, καὶ τῆς οἰκονομίας, μυστήριον τὸ μέγα, τούτου μεμύησαι.
Φύσεως τῷ νόμῳ ἀποθανών, τέσσαρας ἡμέρας ἐν τῷ τάφῳ δὲ συσχεθείς, λόγῳ τοῦ Κυρίου, ζωοποιῷ ἀνέστης, καὶ Ἱεράρχης ὤφθης, Λάζαρε ἔνθεος.
Λάζαρε θεόφρον φίλε Χριστοῦ, ῥῦσαι πάσης βλάβης, καὶ παντοίων ἐπιφορῶν, τοὺς τῇ σῇ πρεσβείᾳ προστρέχοντας ἐν πίστει, καὶ δίδου ἡμῖν πᾶσι, τὴν σὴν βοήθεια.
Μέτοχος ὑπάρχων καὶ κοινωνός, τῆς ἀφράστου δόξης τοῦ τῶν ὅλων Δημιουργοῦ, πλήρου τὰς αἰτήσεις, τῶν σὲ παρακαλούντων, ὦ Λάζαρε παμμάκαρ, ὡς συμπαθέστατος.
Χαίρων τὴν ἀνέκφραστον χαρμονήν, Λάζαρε θεόφρον, πάσης λύπης καὶ συμφορᾶς, ἀνεπηρεάστους, τῇ σῇ πρεσβείᾳ τήρει, τοὺς προσιόντας πόθῳ, τῇ ἀντιλήψει σου.
Σκέπε ἐκ σκανδάλων τοῦ πονηροῦ καὶ δίδου ὑγιείαν καὶ κινδύνων ἀπαλλαγήν, καὶ τῶν ἐν τῷ βίῳ, ποικίλων συμπτωμάτων, τοῖς σὲ ὑμνολογοῦσιν, Ἅγιε Λάζαρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς φίλον ὑμνοῦμέν σε, καὶ μαθητὴν τοῦ Χριστοῦ· αὐτοῦ γὰρ τῷ ῥήματι, ἐκ τῶν νεκρῶν ἐγερθείς, θεόληπτε Λάζαρε, ὤφθης Εὐαγγελίου ἐνθεώτατος μύστης, πόλεως δὲ Κιτίου, εὐκλεὴς ποιμενάρχης, καὶ νῦν ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος α΄.
Τὴν κοινὴν ἀνάστασιν πρὸ τοῦ Σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός. Ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῷμεν· ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φίλε τοῦ Παντάνακτος Χριστοῦ, καὶ μυσταγωγὲ τούτου θεῖε, Ἅγιε Λάζαρε, πάσης περιστάσεως ἀτρώτους φύλαττε, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ προστασίᾳ, ἴασιν δωρούμενος ψυχῆς καὶ σώματος, ἅμα καὶ πταισμάτων τὴν λύσιν, τοῖς εἰλικρινῶς σε τιμῶσι, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Τῇ πρεσβείᾳ, Κύριε, Πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Λάζαρο
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Χριστοῦ σε γνησιώτατον φίλον, ὡς ἐκ νεκρῶν ἐκ τοῦ αὐτοῦ ἀναστάντα, καὶ Ἱεράρχην ὥσπερ ἁγιώτατον, οἱ πιστοὶ οἰκέται σου, εὐφημοῦμέν σε μάκαρ, Λάζαρε θεσπέσιε, καὶ πιστῶς σοι βοῶμεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἡμᾶς, σῶζε παντοίων κινδύνων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, τὸν προστάτην μου καὶ φρουρόν, σὺ δ᾽ ὡς φίλος γνήσιος Κυρίου, διάσωσόν με τὸν δοῦλόν σου δέομαι.
Παθῶν με ταράττουσι προσβολαί, καὶ χειμάζουσί με, νοερῶς τε καὶ αἰσθητῶς, εἰρήνευσον μάκαρ με λιταῖς σου, ταῖς πρὸς ὃν ἐθεώρησας Κύριον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, επισκοπῆς θείας, και προνοίας της παρα σου, αξίωσον Λάζαρε λιταίς σου, ως του Δεσπότου Χριστού φίλος γνήσιος.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσαν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σὺ γὰρ νῦν προσφεύγων ἀνατείνω καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παραστάτην καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σὲ τὸν μεγαλεῖα θεόθεν ἐπιδεξάμενον, ὅσιε Λάζαρε, ὁ γὰρ αὐτὸς Θεὸς Λόγος, ἐν τῷ τάφῳ κείμενόν σε ἐξανέστησε.
Ἰκετεύω τρισμάκαρ, τὸν ψυχικὸν τάραχον, καὶ τὴν τῶν παθῶν τυραννίδα, διασκεδάσαι μου, σὺ γὰρ μακάριε, τὸν ἀρχηγὸν τῆς γαλήνης, εὗρες ἀντιλήπτορα, καὶ φίλον ἔκτησας.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσι, μάκαρ ὑποκύψας σοι κράζω,τῷ εὐεργέτῃ μου, ἕν παῤῥησίᾳ γὰρ, τὸν τῶν ἁπάντων Δεσπότην, ἱκετεύεις Λάζαρε ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα μόνη πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεὶε Πάτερ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Λάζαρε, καὶ δώθησαι ψυχικὴν σωτηρίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, παμμάκαρ ἀεί, ἐν πάσαις περιστάσεσιν, οἱ πιστοί σε ἔχομεν· σὺ γὰρ ἡμᾶς ἐκλύτρωσαν τάχιον, ἐκ παντοίων νόσων καὶ παθῶν, καὶ ἐκ κυνδύνων θεσπέσιε Λάζαρε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἔκ κινδύνων λύτρῶσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν τάραχον, καὶ τὸν τῶν πταισμάτων παμμάκαρ κλύδωνα, σὺ κατεύνασον πρεσβείαις σου, ταῖς πρὸς τὸν Σωτῆρα θεῖε Λάζαρε.
Ἀπολαύοντες ἔνδοξε, τῆς σῆς προστασίας εὐχαριστήρια, ἀναμέλπομεν ἐφύμνια, οἱ τῶν σῶν τρυφῶντες παρακλήσεων.
Οἱ ἐλπίδα καὶ στήριγμα, ἔχοντές σε Πάτερ, καὶ πρέσβυν εὔθετον, πρὸς τὸν Κύριον λυτρούμεθα, ἐκ πολλῶν κυνδύνων, θεῖε Λάζαρε.
Θεοτοκίον.
Εὐσπλαχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὐσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὐμνοῦντών σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμᾶς, τῆς ἐνθέου τὴν ζωὴν ἡμῶν, ὁ τὴν ἀκήρατον χαρὰν ἐγνωκώς, Ὅσιε Πάτερ, τὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Λύτρωσαι ἡμᾶς, ἐκ κυνδύνων καὶ παθῶν συμφορᾶς, ὁ λυτρωθεὶς τῆς τοῦ ᾅδου φθορᾶς, τῇ τοῦ Ζωοδότου κλήσει πάτερ Ὂσιε.
Λύσον τὴν ἀχλύν, τῶν παθῶν μου θεῖε Λάζαρε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου, ὡς αὐτοῦ θεράπὼν ἐννομώτατος.
Θεοτοκίον.
Ἴασαι Ἀγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἔπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, σὲ τὸν κείμενον νεκρὸν τεταρταῖόν, ὁ τῆς ζωῆς, καὶ θανάτου Δεσπότης, Λάζαρε μάκαρ αὐτὸν ἐκδυσώπησον, θανάτου τε τοῦ ψυχικοῦ, καὶ φθορᾶς ἀπαλλάξῃ καὶ θλίψεως.
Προστάτην σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὸν καὶ κηδεμόνα τρισμάκαρ, τῶν πειρασμῶν, διαλύων τὸν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνων τε, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ προστάτην ἱερώτατε Πάτερ, καὶ πρὸς Θεόν, ἀκαταίσχυντον πρὲσβυν, καὶ τῆς σῆς δόξης τρυφῶντες καὶ μνήμης σου, αἰτοῦμεν σε φρουρεῖν ἡμᾶς, τοὺς ἐξόχως τιμῶντάς σε Ἂγιε.
Θεοτοκίον.
Ἔν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί, μου, ἀλλ᾽ ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νοσῶν κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεῖε Πάτερ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Λάζαρε, καὶ δῴρησαι ψυχικὴν σωτηρίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν οὐ μὴ παύσῃ τῶν δούλων σου, καὶ μεσιτεύειν ὑπὲρ πάντων πρὸς Κύριον, μὴ πατρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχῦνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὅτι φίλος εἷ Χριστοῦ, ἱεράρχα πάτερ Λάζαρε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κέφ. ιβ’ 1-2, 9-11, 17-18).
Τῷ καιρῷ ἐκείνω ἦλθεν ὀ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
Δόξα.
Ταῖς τοῦ σοῦ Οἰκτίρμον, Λαζάρου ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, βιωτικὴν τυραννίδα, μετὰ τὴν ἐκ τάφου σου, θείαν ἀναβίωσιν, πάτερ Ὅσιε, τῷ Χριστῷ ἔσπευσας, ἱερὲ Λάζαρε, πειθαρχεῖν καὶ τούτου γίνεσθαι ὅλος ὑπήκοος, ὅλος μιμητὴς ὅλος γνήσιος, καὶ ἄλλος ὡς Ἀπόστολος, λόγοις τε καὶ ἔργοις δεικνύμενος· τοῦτον οὖν δυσώπει, ὑπὲρ τῶν εὐφημούντων σε ἧμῶν, καὶ προσφυγόντων τῇ σκέπῃ σου, Πάτερ ἱερώτατε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν, ὥσπερ οἶδας ὡς βούλει ἐξοικονόμησον, Σωτήρ μου ἱκεσίαις, τοῦ σοὺ φίλου Λαζάρου, ὃν προστάτην ἀνέδειξας, ὁ δι’ ἡμᾶς μορφωθείς, τὸ καθ᾽ ἡμᾶς ὡς Θεός.
Θελητὴν τοῦ ἐλέους, ὃν ἑώρακας πρώην Λάζαρε Κύριον, ῥυσθῆναι τῶν πταισμάτων, αὑτὸν νῦν ἐκδυσώπει, ἡμᾶς τοὺς πίστει τιμῶντάς σε, καὶ λυτρωθῆναι παθῶν, καὶ βασιλείας τυχεῖν.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, ὅσιε Λάζαρε, τῶν πόθῳ προσιόντων, τεμένει σου τῷ Θείῳ, θεραπεύειν ἀξίωσον, ταῖς πρὸς Θεὸν σαῖς λιταῖς, Χριστόν τὸν σαρκωθέντα.
Θεοτοκίον.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας καὶ θύραν μετανοίας, τοῖς σὲ κραυγάζουσιν ἔδειξαν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς θεόσοφε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας Χριστὸν τὸν σὸν Δεσπότην.
Τῶν ἰαμάτων, τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε ἐν τῷδε, θείῳ σου τεμένει, ὦ Λάζαρε τρισμάκαρ.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας λιταῖς σου, ταῖς πρὸς τὸν Σωτήρα, θεόφρον Ἱεράρχα.
Θεοτοκίον.
Τῶν πειρασμῶν, σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοῆς μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, οἷα προστάτης μου, Λάζαρε ὅσιε, ὡς γὰρ Χριστοῦ μιμητής, δέξαι μου δέησιν.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον παμμάκαρ, ὁ τῆς χαρᾶς κοινωνὸς τοῦ Δεσπότου σου, καὶ τῶν ἐχθρών με, τῆς λύπης ἀπαλλοτρίωσον.
Κακώσεως ἐν τόπῳ τῷ τῆς ἀσθενείας, κατακειμένῳ θεράπευσον Λάζαρε, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μεταποιοῦμενος.
Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐκ Βηθανίας θεῖον βλαστόν, Μάρθας καὶ Μαρίας, τὸν ὁμαίμονα καὶ Χριστοῦ, φίλον καὶ οἰκεῖον, ἐν πίστει γεγονότα, τὸν Λάζαρον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Χαίροις ὅτι χάριτος ἐκ Θεοῦ, μάκαρ ἠξίωθης, τῆς μεγάλης τῶν δωρεῶν, Λάζαρε καὶ φίλος, αὐτοῦ ἐμαρτυρήθης, διὸ καὶ παῤῥησίας, αὐτοῦ τετύχηκας.
Φύλαττε τοὺς δούλους σοῦ ἐν παντί, τοὺς τῷ σῷ τεμένει, ἐκζητοῦντάς σε βοηθόν, ἐν τε τῷ παρόντι, καὶ μέλλοντι αἰῶνι, ταῖς πρὸς Θεὸν λιταῖς σου, θεόφρον Λάζαρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις καὶ φρουρεῖς, τοὺς προσκαρτεροῦντας ἐν πίστει, τῷ σῷ ἁγίῳ ναῷ, καὶ τὸ τῆς εἰκόνος σου, πόθῳ ὁμοίωμα, κατασπάζοντας Λάζαρε, καὶ σκέπεις καὶ σώζεις, ἐκ παντοίων θλίψεων, ταῖς ἵκεσίαις σου, σὺ γὰρ ὡς θεράπων Κυρίου, φίλος ἱεράρχης καὶ μύστης, παῤῥησίαν ἔχεις ἀκαταίσχυντον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ο Κανών του Αγίου Λαζάρου
Ποίημα Ανδρέου Κρήτης
Ψάλλεται Παρασκευή πρὸ τῶν Βαΐων, με τὸ Μικρόν Ἀπόδειπνον. Μετὰ τὸ ” Ἄξιόν ἐστιν….” ὁ Κανών τοῦ Λαζάρου καὶ ἒπειτα τὸ Τρισάγιον καὶ ἡ λοιπή Ἀκολουθία τοῦ Μικροῦ Ἀποδείπνου.
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος α΄. Ὁ Εἱρμός.
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτὴρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλ’ ὁ ᾅδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
Ἐδάκρυσας Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός, ὑπάρχων, φύσει καθ’ ἡμᾶς, γέγονας ἄνθρωπος.
Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.
Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.
Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ ᾅδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.
Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ ᾅδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.
Δόξα.
Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.
Καὶ νῦν.
Θεοτοκίον.
Ἀτρέπτως ἐκύησας Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν Πατρός, γενόμενον ὅπερ ἐσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
ᾨδὴ β΄. Ἦχος ἆ’. Ὁ Εἱρμός.
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον.
Δόξα σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.
Ἤκουσε, τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθείς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.
Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδώς, ἐξηγέρθη τοῦ τάφου, Σωτὴρ μου ὁ Λάζαρος.
Ἐδάκρυσας, ἐπὶ φίλῳ Σωτὴρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.
Ἕτρόμαξεν, ὡς κατεῖδεν ὁ ᾅδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν ὧδε ζωήν.
Δόξα.
Ἐξέστησαν, τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.
Καὶ νῦν.
Ἐσείσθησαν, τὰ ταμεῖα τοῦ ᾅδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τῇ φωνῇ, τοῦ ζωώσαντος.
ᾨδὴ γ’. Ἦχος ἆ’. Ὁ Εἱρμός.
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. (Δὶς)
Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ’ ὀλίγον ἐκ νεκρῶν, ζῶντα ὑμῖν ἐξαναστήσω ἐγώ;
Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντες σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοὶ Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τὴν σὴν ὁ ᾅδης πτήξῃ φωνήν.
Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἰδὲ ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος. Ἀλλ’ ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Ῥάνας, ἐπὶ φίλῳ δάκρυα, δι’ οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Οἷμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ ᾅδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρὸν φωνήσας ἤγειρε.
Ποὺ ἡ τῶν Ἑβραίων ἄνοια; Ποῦ ἡ ἀπιστία; Ἔως πότε πλάνοι; Ἔως πότε νόθοι; Ὁρᾶτε τὸν θανέντα, φωνῇ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; Ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!
Δόξα.
Ἕνα τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.
Καὶ νῦν.
Θεοτοκίον.
Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.
ᾨδὴ δ΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίαν σου.
Ἐδάκρυσας Κύριε, ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.
Ὁ ἄπνους ἤκουσε, τὸ πρόσταγμα σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις, καὶ ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.
Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησε σοι.
Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας· Ποῦ τέθαπται, ὁ τεταρταῖος; Πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.
Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι βουληθεὶς Ἀγαθὲ τοῦ ᾅδου τὴν ἄπληστον, γαστέρα ῥήξας, ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.
Τὶς οἶδε, τὶς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλ’ οὐκ ἐκ μνήματος, ἀλλ’ οὐδὲ τεταρταῖον.
Ὗμνοῦμέν σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος, ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.
Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν τετραήμερον.
Ἐξέστησαν Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου Λάζαρον, σὺν τῇ φωνῇ σου, καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.
Δόξα.
Ἀνάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρὸς σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.
Καὶ νῦν.
Θεοτοκίον.
Ἡ σύλληψις ἄσπορος τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας, ἐκένωσεν ἑαυτόν, ἵνα ἡμῖν ἑνωθῇ.
ᾨδὴ ε΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτὸς σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομα σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. (Δὶς)
Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Τὴν ἄστεκτον σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, ᾅδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν ἐδίδου.
Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.
Τῷ νεύματι σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.
Ὧ Ἰουδαίων ἄνοια! Ὧ πώρωσις ἐχθρῶν! Τὶς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν, ἀλλ’ οὐκ ἐκ μνήματος, ἀλλ’ οὐδὲ τεταρταῖον.
Ἀνείκαστε μακρόθυμε, ὁ πάντα δι’ ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.
Δόξα.
Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς, λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος, καὶ σὺν τῷ Πνεύματι Θεός.
ᾨδὴ ς΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Ἀπέῤῥιψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσας με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου. (Δὶς)
Ἠρώτησας· Ποῦ εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσας με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειρας με νεκρόν, τῷ προστάγματί σου.
Ἐφώνησας με ἐξ ᾅδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ ᾅδου, καὶ ἤγειρας με νεκρόν, τῷ προστάγματί σου.
Ἐνέδυσας με Σωτήρ, τὸ πήλινον σῶμα, καὶ ἔπνευσας μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειρας με νεκρόν, τῷ προστάγματί σου.
Ἕψύχωσας σύ, τὴν ἄπνουν μορφὴν τῆς σαρκὸς μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις, καὶ ἤγειρας με νεκρόν, τῷ προστάγματί σου.
Τὴν παμφάγον διαῤῥήξας, γαστέρα τοῦ ᾅδου, ἐξήρπασας με Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειρας με νεκρόν, τῷ προστάγματι σου.
Ἐφόρεσας μου Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες σαρκωθείς, εἷς ὣν τῆς Τριάδος.
Δόξα.
Τριὰς ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις ὑμνῶ, τὸν Τρισάγιον Ὕμνον, ἐλέησον τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν ἄχραντον σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις, μετὰ γέννησιν ταύτην, ἁγνὴν Θεογεννῆτορ, θαῦμα ὄντως παράδοξον!
ᾨδὴ ζ΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὐμνούν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπὶ νεκρῷ ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὤν, δι’ ἡμᾶς ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου στοργῆς.
Ὁ τεταρταῖος Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησε σε, καὶ γεγηθὼς οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τὸν ἀναστήσαντά με.
Εἱ καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα Λυτρωτά, ἀλλ’ οὐδαμῶς, ἐν τῇ γαστρὶ μενῶ τοῦ ᾅδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε δεῦρο ἔξω· σὺ γὰρ μου φῶς καὶ ζωή.
Παρακαλῶ σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων μου ταχύ, ἄπιθι οὖν· καλὸν μοι γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ πάντας οὖς πρίν, πεινῶν κατέπιον.
Καὶ τί βραδύνεις Λάζαρε; Φησίν, ὁ φίλος σου, δεῦρο ἔξω κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα κἀγώ ἄνεσιν λάβω· ἀφ’ οὗ γὰρ σε ἔφαγον, εἰς ἔμετον ἡ τροφή, ἀντικατέστη μοι.
Τὶ οὐκ ἐγείρῃ Λάζαρε ταχύ; Ἀνέκραζε, κάτωθεν ὁ ᾅδης θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς τρέχεις τῶν ὧδε; Ἵνα μὴ καὶ ἄλλους μοι, αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.
Ἐθαυμαστώθης Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα, ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἤγειρας.
Δόξα.
Τριαδικήν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ἡ Τριάς.
Καὶ νῦν.
Θεοτοκίον.
Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.
ᾨδὴ η΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.
Ὁ Ποιητὴς καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.
Ὁ τεταρταῖος ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου Κύριε.
Τῶν Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ ἀναστάντα, Χριστὲ διεπρίετο.
Οἱ σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τὶ ἀπιστεῖτε, τῇ τοῦ Λαζάρου ἐγέρσει; Χριστοῦ τὸ ἐγχείρημα.
Ἀγαλλιάσθω ἡ Σιών, καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.
Αἱ Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε ὕμνησεν, ὅτι Σωτὴρ μου, τὸν Λάζαρον ἤγειρας.
Δόξα.
Σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε δόξα σοι.
Καὶ νῦν.
Θεοτοκίον.
Σὲ εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ χωρισθέντα τοῦ θρόνου, τῆς ἁγίας δόξης σου.
ᾨδὴ θ΄. Ἦχος α΄. Ὁ Εἱρμός.
Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
Ὑμνείτω τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμὸν Μαρίας, εἰς χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.
Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἤγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματος σου.
Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηροῦς, ἐφόβησας τὸν ᾅδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.
Ἐξέστησαν πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν, τῷ προστάγματι σου.
Ἐσείσθησαν πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ ᾅδης δὲ τῇ φωνῇ, τῆς δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τὶς καὶ πόθεν ἡ φωνή, ἡ νεκροὺς ζωοῦσα;
Ἀνάστα ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτος ἐστιν, ὁ τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ’ αὐτὸς ἦν δι’ αὐτῶν, καὶ λαλῶν καὶ πράττων.
Ὗμνοῦμέν σου, Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἤγειρας λόγῳ τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων, ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.
Δόξα.
Τριὰς παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον τὸν Κόσμον.
Καὶ νῦν.
Θεοτοκίον.
Ὁ πάντα ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς κόλποις τοῦ Πατρός, τὸ ἅγιον σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιον σου, καταπέμψας ὡς Θεός, ἐπισκίασον ἡμᾶς.