Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα Ημών Λουκάν τον Ιατρόν και Ομολογητήν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κρυμαίας τον Ρώσον

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ

Εορτάζετε στις 11 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό ἐξῇς τοῦ Ἀγίου.

Ἦχος δ’. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καί ἰατρός τῶν ἀσθενούντων μερόπων, καί πρεσβευτής Λουκᾶ πρός τόν Φιλάνθρωπον, τούς ἐπιζητοῦντας σου, τήν θεόσδοτον χάριν, μή ἐλλείπῃς ἅγιε, ἀπό πάσης ἀνάγκης, καί χαλεπῶν τοῦ βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου.

Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τά δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἤμας ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, ἐῷς νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου σούς γάρ δούλους σῴζεις, ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καί ὁ κανών οὐ ἡ ἀκροστιχίς.
Λουκᾶ ἰατρέ τούς νοσοῦντας ἴασαι. Ιωήλ

Ὠδή ἀ’. Ἠχός πλ. δ’. Ὑγράν διοδεύσας.
Λουκᾶ Αρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει , ὑπέρ πάντων ἤμων λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων , καί δυσπραγίας τοῦ βίου πανόλβιε.

Ὁρμάς τάς ἀτάκτους τῶν ἡδονῶν , Λουκᾶ καί ἐννοίας , ψυχοφθόρους τῶν γεηρῶν , τῆ σή προστασία Ἱεράρχα , ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόρριζον.

Ὑφέρπων δολίως ὁ πονηρός , προσβάλλει με ὄντως , ἀρρωστήμασι τοῖς δεινοῖς , ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ*, τήν ἰατρείαν Λουκᾶ δός μοι τάχιστα.

Θεοτοκίον.
Καμάτου τοῦ σώματος καί ψυχῆς , τούς δούλους σου Μῆτερ , ἐλευθέρωσον σαῖς λιταῖς , καί χάρισαι πᾶσι τήν Ἐλπίδα , τοῦ πλατυσμοῦ καί ἀνέσεως Δέσποινα .

Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
Ἀπορρήτως τήν χάριν , τά σά ὀστᾶ δίδωσι , τοῖς προσερχομένοις ἐν πίστει , ταύτᾳ ἀσπάσασθαι , ἐν Σαγματᾶ τῆ Μονή , καί ἐν τῆ χώρα Ῥωσίας , ὡς πηγή ἀείροος , Λουκᾶ ἀοίδιμε .

Ἰαθῆναι λιταῖς σου , παρακαλῶ ἅγιε , ἐκ τῆς ταραχῆς τοῦ νόος μου , καί τῆς δειλίας μου , σύ γάρ ὡς εὔτολμος , ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις , Χριστοῦ τήν ἀλήθειαν , Λουκᾶ ἐκήρυξας .

Ἀρχιθύτης ὑπάρχων , ἐν οὐρανῶ ἔπαρον , τάς σεπτός σου χεῖρας θεόφρον , πρός τόν Φιλάνθρωπον , ἀπαλλαγῆναι με , ἀμπλακημάτων παντοίων , ὡς ἀν τήν σωτήριον , τρίβον πορεύσωμαι .

Θεοτοκίον.
Τάς συμβάσεις τοῦ βίου , καί δυσμενῆ σκάνδαλα , τάς ἐπιφοράς τοῦ βελίαρ , καί μηχανήματα , γηίνων θέλγητρα , καί τῶν ματαίων ὀρέξεις , ἀφ’ ἡμῶν ἀπόστησον , Παντοβασίλισσα.

Διάσωσον , ὦ Ἱεράρχα Λουκᾶ τούς σε ἀνυμνοῦντας , ἐκ κινδύνων καί πονηρῶν καταστάσεων , καί ἐκ τῶν νόσων κατ’ ἄμφω , σημειοφόρε.

Ἐπίβλεψον , ἐν εὐμενεία Πανύμνητε Θεοτόκε , ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν , καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος .

Αἴτησις , καί τό Κάθισμα.
Πρεσβεία θερμή.
Ἐν χρόνοις τοῖς νῦν , Λουκᾶ Ἀρχιεπίσκοπε , ἐφάνης πιστοῖς , παραμυθία ἄφατος , διό μή παύσῃ ἅγιε , συντηρῶν προμηθεία τῆ κρείττονι , ὡς παρρησίαν σχών ἐν οὐρανῶ , τούς πόθῳ φωνοῦντας τό σόν ὄνομα .

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ῥίζαν ἔκκοψον ἅγιε , τῆς δαιμονικῆς σαφῶς ἀθεότητος , καί Λουκᾶ πρός ἀγαθότητα, ἴθυνας ψυχάς τῶν ἀνυμνούντων σε.

Ἐπί σοι τάς ἐλπίδας μου , ἔχων Ἱεράρχα σεβασμιώτατε , νυσταγμόν τῆς ῥαθυμίας μου , στή-σαι ὁ φιλόυλος ἐφίεμαι.

Τῷ φλογμῶ παραβάσεων , καί ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε , ἐκτακεῖσαν τήν καρδίαν μου , δρόσισον ῥανίσι τοῦ ἐλέους σου.

Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος , καί πληρῶν τά πάντα Θεός ἐχώρησεν , ἐν τῆ μήτρα σου Πανάμωμε , ὀν ὑπέρ ἡμῶν ἀεί ἱκέτευε.

Ώδή ἕ’ Φώτισον ἡμᾶς.
Ὕψωσον Λουκᾶ , πρός τήν ἄνωθεν λαμπρότητα , τά νοήματα ἡμῶν τῶν ἐμπαθῶν , διαλύων ἁμαρτίας τά φαντάσματα.

Στόνον τῶν ψυχῶν , καί σωμάτων τά ἀλγήματα , Ἱεράρχα ζωηφόροις σου λιταῖς , μή ἐλλιπής ιατρεύσαι τῶν τιμώντων σε.

Νῦν ἐν Σαγματᾶ , τάς μερίδας τῶν λειψάνων σου , οἱ μονάζοντες κατέχοντες Λουκᾶ , ταῖς εὐχαῖς σου ἐκζητοῦσι τήν εἰρήνευσιν.

Θεοτοκίον.
Ὀν ὑπερφυῶς , Θεοτόκε ἀπεκύησας , δυσωποῦσα μή ἐλλείπῃς ἐσαεί , ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Συστήματα πονηρῶν ἐκύκλωσαν , τάς ψυχάς ἡμῶν Λουκᾶ Ἱεράρχα , καί σαρκικῶν τά ἀμέτρητα πάθη , πρός ἀκρασίας τόν λάκκον καθέλκουσιν , ἡμᾶς τούς κράζοντας πρός σέ ἐκ φθοράς τούς ἱκέτας σου λύτρωσον.

Ὁδήγησον πρός λιμένα εὔδιον , Ἱεράρχα τοῦ Χριστοῦ τούς πεσόντας , ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου καί ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως ὡς κεκτημένος πρός Θεόν τήν καλήν παρησίαν πανεύφημε.

Ὑπαρχῶν των λογισμών ἀνάπλεως Ἱεράρχα πολυφρόντιδος βιοῦ καί μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τήν φωνήν πρός τό θεῖον με φώς καθοδηγησον.

Θεοτοκίον.
Νῦν βαρεῖ τῶν ἐμπαθῶν πταισμάτων μου καλυφθεῖσα ἡ καρδία μου σθένει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος αἰτοῦμαι ἄφεσιν κακῶν πάνσεμνη σου πρεσβεία Θεόνυμφε.

Διάσωσον ὦ Ἱεράρχα Λουκᾶ τούς σε ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κατ’ ἄμφω σημαιοφόρε.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος Β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε Συμφερουπόλεως πάσης ὁ πρόεδρος τοῖς προσιοῦσιν ἐν πίστει τῆ λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χάριτι παρέχων κατ’ ἄμφω τήν ἴασιν.

Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (στ΄. 17-19)
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὑτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ήλθαν ἀκούσαι αὑτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὑτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὑτοῦ∙ ὅτι δύναμις παρ’ αὑτοῦ ἐξήρχετο, καί ἰᾶτο πάντας. (Θ΄. 1-2) Συγκαλεσάμενος δε τούς δώδεκα Μαθητάς αὑτοῦ ἔδωκεν αὑτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὑτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰᾶσθαι τούς ἀσθενοῦντας. (Ι΄. 16-21). Καί ἔλεγεν αὑτοῖς. Ὁ ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει∙ καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ∙ ὁ δε ἐμέ ἀθετῶν , ἀθετεῖ τόν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετά χαράς , λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίνων , καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ , καί ὑμᾶς οὐ μή ἀδικήσῃ. Πλήν ἐν τούτῳ μή χαίρετε, ὅτι τά πεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῆ ὤρα ηγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπό σοφῶν καί συνετῶν, καί απεκάλλυψας αὑτά νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἀνάργυρε Ῥωσίας πάσης τό κλέος τῆς Συμφερουπόλεως ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε τάς δεινάς μάστιγας τῶν ἀρρωστημάτων πυρετῶν τε καί τά τραύματα τῶν προσιόντων σοι ἴασαι Λουκᾶ τῷ ἐλέει σου καί ταῖς ἱκετηρίαις πρός τόν σόν Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ ἐλπίς κεκμηκότων ἀρραγής μή ἐπιλάθῃ δωρήσασθε πᾶσι τά εὐφρόσυνα.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆ σή σκέπη προστρέχω Ἱεράρχα αἰτούμενος τήν καρδιᾶν μου τήν γεμοῦσαν ἀκάνθας τῆς ὑπερηφανίας καί δαιμόνων θρασύτητος ἀποκαθάραι ταῖς σαῖς ἐντεύξεσι Λουκᾶ μου.

Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν συμβασως ἀλόγου καί τῆς κακοπραγίας ἀνωτέρους συντήρησον τούς ἐξαιτοῦντας Λουκᾶ τήν σήν ἐπικουρίαν.

Στηριγμόν ἐν τῆ θλίψει ἐν πελάγει τοῦ βίου τοῦ Σαγματᾶ ἡ μονή τά λείψανα σου πάτερ κατέχουσα τό θάρσος καθ’ ἑκάστην ἀρύεται. Ἶνα πρός πλάτος χαράς τῆς ὄντως καταντήσῃ.

Θεοτοκίον.
Ἰησοῦ τάς ἀγκάλας τῆς θερμῆς σου ἀγάπης καί θυμηδίας ὁμοῦ ὑπάνοιξον μοι Σῶτερ λιταῖς τῆς σής τεκούσης ἶνα ψάλλω γηθόμενος ὁ τῶν Πατέρων ἤμων Θεός εὐλογητός εἰ.

Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἀτρέμας Πάτερ πρό τῶν βημάτων ἀθέων ὡμολόγησας Χριστόν Ἐσταυρωμένον ὀν μή διαλίπῃς ὑπέρ ἡμῶν λιτανῶν.

Σοφίας μάκαρ τῆς θεϊκῆς ὤν δοχεῖον τόν θυμόν καί ταραχώδεις ἐννοήσεις θραῦσον τῆς ψυχῆς μου Λουκᾶ σημειοφόρε.

Ἅγιε λῦσον τῆς ταλαιπώρου ψυχῆς μου καί τοῦ σώματος τούς πόνους καί ὀδύνας, σύ γάρ, Ἀρχιθύτης τυγχάνεις καί ἀκέστωρ.

Θεοτοκίον.
Ἰσχύς ἡ ὄντως καί ἡ ἐλπίς καί τό φάος ἡ παράκλησης καί ἴαμα κατ’ ἄμφω Δέσποινα ὑπάρχεις ἡμῶν τῶν ὀρθοδόξων.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ιάτρευσον τάς νόσους τῶν ψυχοπασχόντων καί αλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν διευθετῶν τάς ἐννοίας αὑτῶν μακάριε.

Ὡς μέλισσα ετρύγεις τήν σοφίαν πάσσαν ἐπί τῆς γῆς Ἱεράρχα ἀοίδιμε διό νόος μοου ἀπέλασον τήν σκοτόμαιναν.

Ἡδέως οἱ Πατέρες μάνδρας Σαγματίου τά σά ὀστᾶ ὡς μαργάρους κατέχοντες ἐπιζητοῦσιν θεόφρον τήν σήν ἀντίληψιν.

Θεοτοκίον.
Λαόν τῶν ὀρθοδόξων φύλαττε ἐκ λύκων αἱρετικῶν Παναγία Πανύμνητε ἀποκαλύπτουσα πᾶσαν αὑτῶν κακότητα.

Ἀξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις ἐπισκόπων ὁ κοινωνός τῆς Ῥωσίας πάσης ὁ θεόσοφος ιιατρός χαίροις τῆς Κριμαίας ὁ θεῖος ποιμενάρχης Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος ἅγιος.

Ἔχων τήν σοφίαν παρά Θεοῦ τῶν νενοσηκότων ἐθεράπευες τά δεινά καί τούς πεπτοκότας ἐν λάκκῳ τῶν ἀθέων τῆ σή δυνάμει Πάτερ Λουκᾶ ἐξήρπασας.

Πάντα τά ὀνείδη διά Χριστόν, φύλακας διώξεις καί αἰκίας σωματικάς σκύβαλα ἡγήσω καί ἔφερες γενναίως Λουκᾶ σημειοφόρε καί ἀκατάβλητε.

Θαύματα τεράστια τῷ λαῷ ἡ σεπτή σωρρός σου ἐν Ῥωσία ἐπιτελεῖ, καί ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.

Ηὒγασας ὡς ἥλιος παμφαής ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρα τῆς Ῥωσίας Λουκᾶ ἀοίδιμε.

Μάνδρα των θρεμμάτων των λογικών εν τω Σαγματίω ταις πρεσβείαις σου προς Χριστόν φύλαττε θεόφρων εκ πάσης κακουργίας δαιμόνων των εχθίστων Λουκά πανάριστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. ἀ’. Τόν συνάναρχον λόγον.
Ἰατρόν καί ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν επ’ ἐσχάτων φανέντα, ἐν τῆ Ῥωσία νέον Ἅγιον.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν τό ἐξῇς.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι, συντηρῶν τόν φιλόχριστον λαόν τοῦ Κυρίου, τόν ἐπικαλούμενον ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ‘eνθέως, θαύματα καί βίον σου τόν ἅγιον.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

 

 

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα Ημών Λουκάν τον Ιατρόν και Ομολογητήν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κρυμαίας τον Ρώσον Νο2

Ποίημα Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου Στυλιανού Μακρή, Δρος Θ

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἧχος δ΄. Ὁ Ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τὸν ἐν νυκτὶ τῆς ἀθεΐας ὡς ἄστρον, φωταγωγήσαντα Ῥωσσίας τὴν χώραν, καὶ ἀκαμπεῖ φρονήματι τὴν πίστιν Χριστοῦ, ἐν αὐτῇ ὁμολογήσαντα, εὐθαρσῶς καὶ στηρίξαντα, ἀκεσίμῳ χάριτι, λαὸν τὸν τοῦ Κυρίου, τὸν ἰατρείαις ὄντως θαυμαστόν, πάντες προφρόνως, Λουκᾶν ἀνυμνήσωμεν.

Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
ΛΟΥΚΑ ΙΑΤΡΕ, ΙΑΣΑΙ ΜΕ, ΣΟΙ ΚΡΑΖΩ ΓΟΕΡΩΣ. Σ(τυλιανοῦ).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶν εὐφημήσωμεν οἱ πιστοί, Ἱεράρχην μέγαν καὶ θαυμάσιον ἰατρόν, χάριν ἐκζητοῦντες ἰαμάτων, ἀντιδωρούμενοι τούτῳ τὸν ἔπαινον.

Ὁ θαύματα θεῖα ἐπιτελῶν, πήγασον ταχέως, τοῖς νοσοῦσι θαυματουργῶς, ῥεῖθρα θεραπείας ἀπὸ νόσων, Λουκᾶ, ψυχῶν καὶ σωμάτων δεόμεθα.

Ὑπόδικος γέγονα ἀληθῶς, ἐξ ἁμαρτιῶν μου, παροργίσας Λουκᾶ σεμνέ, τὸν κριτὴν τῶν πάντων ὅθεν σπεύδω, συνήγορόν σε εὑρεῖν ὁ ταλαίπωρος.

Θεοτοκίον.
Καρδίας μου κάθαρον μολυσμόν, Ἁγνὴ ἡ ἐν βίῳ, ἀκραιφνεῖ τε καὶ καθαρῷ, Μήτηρ γενομένη τοῦ Σωτῆρος, καὶ ὑπερτέρα τῶν ἄνω δυνάμεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀτεκνίαν καὶ νόσους, ὡς ἰατρὸς ἄριστος, ἀνιάτους τῇ σῇ πρεσβείᾳ, πάτερ θεράπευσον, Λουκᾶ πανόλβιε, δοὺς τὴν ὑγείαν ἀπαύστως, τοῖς θερμῶς προστρέχουσιν, ἐπὶ λειψάνοις σου.

Ἱεραῖς μελῳδίαις, τῶν εὐσεβῶν ᾄδει σοι, ὁ χορὸς αἰτούμενος πίστει, τὴν προστασίαν σου, Λουκᾶ θεσπέσιε, ὅτι θερμότατον πάτερ, εὕρατό σε ἔφορον, καὶ ἀντιλήπτορα.

Ἀκενόδοξον τήρει, τὸν λογισμὸν ἅγιε, τῶν παρὰ Κυρίου θελόντων, στέφος κομίσασθαι, ὡς ἂν θεόσοφε, σὴν βιοτὴν μιμηθέντες, εἰς τὸ ταπεινώσεως, ὕψος ἀρθήσωνται.

Θεοτοκίον.
Τελωνίων τὴν ὄψιν, τὴν φοβερὰν Δέσποινα, ἐν τῇ τοῦ θανάτου μου ὥρᾳ, φυγεῖν με Ἄχραντε, λιταῖς ἀξίωσον, Λουκᾶ σεπτοῦ Ἱεράρχου, ὅπως εἰσελεύσωμαι, εἰς τὸν Παράδεισον.

Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴν κατ’ ἄμφω αὐτοῖς ὑγείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νοσοῦντας Λουκᾶ σεμνὲ ἐπισκεψάμενος, ἐκ νόσων δεινῶν ταχέως τούτους ἴασας, καὶ παθῶν τὴν ὄχλησιν ὡς καλὸς ἰατρὸς ἐξηφάνισας, χειρουργικῶς καρδίας ἐκτεμών, πρεσβείᾳ τῇ σῇ ἀποχρησάμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμῷ τῆς σῆς χάριτος, πότισον τὸ δένδρον πάτερ, ἀσκήσεως, τῆς ἐμῆς ὅπως πολύκαρπον, εὑρεθέν ἐκφύγῃ τμῆσιν ἅγιε.

Ἐξακόντισον ἅγιε, Πνεύματος τὰ βέλη πρὸς τὸν μισόθεον, ἀντικείμενον καὶ λύτρωσαι, πάντας τοὺς ἱκέτας σου ἐκ θλίψεως.

Ἰατρὲ ἱκανώτατε, σπεῦσον θεραπεῦσαι τοὺς ἀνυμνοῦντάς σε, ἵνα πάντες ἀπολαύσωμεν, τῆς θαυματουργοῦ ἀκεστορίας σου.

Θεοτοκίον.
Ἀγαπήσασα Κύριον, ὅλως ἐκ ψυχῆς σου ἡγήσω Ἄχραντε, εἶναι σκύβαλα καὶ μάταια, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκόλοπα σαρκός, καὶ ψυχῆς τὰ καρκινώματα, ἀρρωστίαν καὶ τὰ πάθη μου, Λουκᾶ, μὴ βραδύνῃς θεραπεῦσαι ἀξιάγαστε.

Ἄνοιξον νοός, τοῦ ἱκέτου σου τὰ ὄμματα, ἵνα τύφλωσιν Λουκᾶ πνευματικήν, διαφύγῳ κατοπτεύσας φῶς τὸ ἄϋλον.

Ἴασαι Λουκᾶ, τὴν καρδίαν καὶ τοὺς πνεύμονας, τοὺς νεφροὺς καὶ τὰ ἐντός μου ἐν σαρκί, πανταχόθεν βεβλημένῃ πάτερ ἅγιε.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μητρικῶς ὑπὸ τὴν σκέπην σου, διαφύλαττε τὸ πλήρωμα ἀεί, Ἐκκλησίας τοῦ Υἱοῦ σου Ἀειπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίληπτος, γεγονὼς ὁ ἄθλιος, τὴν καλὴν ἀπολογίαν οὐκ ἔχω, ἐπὶ τοῦ βήματος τοῦ ἀδεκάστου, πάτερ κριτοῦ καὶ ἑτοίμη μοι κόλασις, διὸ Λουκᾶ ὑπὲρ ἐμοῦ, τὸν Δεσπότην ἀεὶ καθικέτευε.

Σβεστήριος, τῆς σαρκὸς πυρώσεως, ὁ τῆς χάριτός σου ὄμβρος ὑπάρχει, ὅθεν τὴν δρόσον τοῦ Πνεύματος πᾶσιν, ἡμῖν κατάπεμψον ἔνδοξε ἅγιε, σὺ γὰρ γιγνώσκεις ἀσφαλῶς, τῶν παθῶν χορηγεῖν τὸ ἀντίδοτον.

Ὁμόνοιαν, καὶ ἀγάπην δίδαξον, ὀρθοδόξων τὰ συστήματα πάτερ, καθοδηγῶν πρὸς ἑνότητα πάντας, θεῖε Λουκᾶ καὶ εἰς ἕτερα σχίσματα, μὴ ἐπιτρέψῃς ἐμπεσεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν σεβάσμιε.

Θεοτοκίον.
Ἱμάτιον, τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁμαρτίας τὸ σῶμα, καὶ σοὶ κραυγάζω ἐκ βάθους καρδίας• Ἁγνὴ Παρθένε ταχέως μὲ κάθαρον, ὅπως εἰσέλθῳ οὖν κἀγώ, εἰς Νυμφῶνα οὐράνιον Δέσποινα.

Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴνκατ’ ἄμφω αὐτοῖς ὑγείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν κλεινῶν Ἀναργύρων ὅμότιμος καὶ θαυμασταῖς ἰατρίαις ὁμότροπος, Λουκᾶ Ἱεράρχα θεσπέσιε, τοῖς αἰτουμένοις ἐκ νόσων τὴν ἴασιν, παράσχου ταχὺ ὡς εὐσυμπάθητος.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.

Εὐαγγέλιον Κατὰ Λουκᾶν( κεφ. 6, στ. 17-19, κεφ. 9, στ. 1-2, κεφ.10, στ. 16-21)
Τῷ καιρῷ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν Αὑτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο• καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς Αὑτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς• Ὁ ἀκούων ὑμῶν Ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς Ἐμὲ ἀθετεῖ• ὁ δὲ Ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά Με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες• Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί Σου. Εἶπε δὲ αὐτοῖς• Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται• χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν• Ἐξομολογοῦμαί Σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις• ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπασα πανόλβιε, ἡ οἰκουμένη καυχᾶται, ἐπὶ τῇ θεόφρονι, βιοτῇ σου ἅγιε ὡς στερρώτατα, διωγμοὺς θλίψεις τε, καὶ πολλὰς βασάνους, φυλακὰς καὶ συνειδήσεως, πάτερ μαρτύριον, ἐκ τῆς ἀθεΐας ὑπήνεγκας, καὶ πίστει ὡμολόγησας, τὸν Χριστὸν τὸν σὲ θαυμαστώσαντα, ὅθεν καὶ ἐν ὕμνοις, τὸν ἔπαινον προσάγει σοι Λουκᾶ, καὶ ἐξαιτεῖται τὴν εὔτονον, ὄλβιε πρεσβείαν σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κληρονόμος ὑπάρχων, ἀγαθῶν αἰωνίων Λουκᾶ μακάριε, τὸν κλῆρον ἐπευλόγει, καὶ τὸν λαὸν Κυρίου, τὸν πιστόν, θεοτίμητε, νέμων τὸν πλοῦτον αὐτοῖς, ἀεὶ τῶν σῶν θαυμάτων.

Ῥῶσιν πᾶσι παρέχων, τοῖς θερμῶς ἐκζητοῦσι τὴν σὴν ἀντίληψιν, κατὰ τὴν χρείαν δίδου, ἑκάστου τὴν ἰδίαν, τὰ ἰάματα ἅγιε, ποικιλοτρόπως Λουκᾶ, δύνασαι γὰρ ἰᾶσθαι.

Ἀθεΐας τὴν πλάνην, βλασφημίαν αἱρέσεως πάτερ κάθελε, καὶ λύμην τῶν ποικίλων, σχισμάτων Ἐκκλησίας, καὶ σκανδάλων τὴν ἔφοδον, ὡς ὀρθοδόξων πιστῶν, προστάτης θεοφόρε.

Θεοτοκίον.
Ζωοδόχος ὑπάρχεις, καὶ πηγὴ ἡ ἀκένωτος Παμμακάριστε, πηγάζουσα ἀφθόνως, τοῖς σοὶ προσερχομένοις, τὰ σωτήρια νάματα, ὡς χορηγὸς δωρεῶν, Σεμνὴ ἐπουρανίων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὢ τῶν θαυμάτων, τῶν σῶν Λουκᾶ Ἱεράρχα! δι’ ὧν σὺ ἐνεργεῖς τὸ συμφέρον, πάντων τῶν χρηζόντων, τῆς σῆς ἐπικουρίας.

Γόνυ σοὶ κλίνων, ἐν ταπεινώσει καρδίας, προσκυνῶ τὴν εἰκόνα σου πάτερ, καὶ τὰ λείψανά σου, ἀσπάζομαι ἐν πίστει.

Ὁ μυστιπόλος, ὁ ἱερὸς τοῦ Ὑψίστου, εἰς τὴν ἄνω μνημόνευε μάκαρ, θείαν λειτουργίαν, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἔαρ Παρθένε, τὸ μυστικόν σωτηρίας, φῶς τὸ θεῖον ἀνάτελλε πᾶσι, παύουσα χειμῶνα, Σεμνὴ τῆς ἁμαρτίας.

ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ῥωσσίας θεῖε γόνε, σοῖς ὁμοεθνέσι, καὶ τοῖς τιμῶσι σὲ Ἕλλησιν πάρεχε, ἀεὶ Λουκᾶ θεοφόρε, τὴν εὐλογίαν σου.

Ὦ μέγα Ἱεράρχα, ἡ τοῦ τέλους ὥρα, νῦν μοι ἐγγίζει καὶ πάρεστι θάνατος, διὸ σοὶ φρίττων κραυγάζω• Μὴ ἐπιλάθῃ μου.

Σαρκός μου τὴν ὀδύνην, τὴν ἐξ ἁμαρτίας, εἰς ἡδονὴν τὴν τοῦ Πνεύματος ἅγιε, μετασκευάζων πρεσβείαις, ῥύου με πάντοτε.

Θεοτοκίον.
Σκεπάσασα Παρθένε, τοὺς ἐξορισθέντας, ἐκ τῆς Ἐδὲμ ἀνακτῆσαι βοήθησον, ποθεινοτάτην πατρίδα, ὡς θεία σύμμαχος.

Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Τῆς Συμφερουπόλεως τὸν καλόν, τοῦ Χριστοῦ ποιμένα, τὴν κρηπίδα τῶν ἰατρῶν, τὸν ἐπικουρίαν, τοῖς πάσχουσιν ταχέως, παρέχοντα ἐν ὕμνοις, Λουκᾶν τιμήσωμεν.

Χαίρει Συμφερούπολις πανδημεί, ἐν Κυρίῳ πάτερ, ἡ κατέχουσα τὰ σεπτά, θεῖα λείψανά σου, ὡς τίμιον καὶ μέγα, θησαύρισμα καὶ σέβας, Λουκᾶ θεόπλουτε.

Χαίροις ὁ Ῥωσσίας θεῖος βλαστός, καὶ τῶν ἀσθενούντων, συμπαθέστατος ἰατρός, χαίροις ἀθεΐας, Λουκᾶ ὁ καθαιρέτης, ὁ χάριτας θαυμάτων, πᾶσι δωρούμενος.

Ἴασαι καρδίας καὶ ὀφθαλμῶν, καὶ νεφρῶν τὴν βλάβην, ἀτεκνίαν Λουκᾶ σοφέ, ὄγκους ἐγκεφάλου, μελῶν παραλυσίαν, καρκίνον λευχαιμίαν, καὶ νευροπάθειαν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε οἱ χοροὶ τῶν εὐσεβῶν, πίστει μὲν προσδράμωμεν τάχει, τῷ θείῳ τούτῳ Ναῷ, τοῦ λαμπροῦ ἀκέστορος καὶ ἀναργύρου Λουκᾶ, προσπεσόντες δὲ ἅπαντες, αὐτοῦ τοῖς λειψάνοις, χάριν αἰτησώμεθα ἰατρικὴν παρ’ αὐτοῦ, ὅτι οὖς εὐήκοον τείνει, ἀντιλαμβανόμενος πάντων, θεραπευτικῶς ὡς εὐπαράκλητος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών ‘Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.