Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Μάμα τον Θαυματουργό

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μάμα τον Θαυματουργόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 2 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῷ θείῳ ναῷ σου, καὶ τὴν θερμήν σου προστασίαν αἰτοῦντας, Μεγαλομάρτυς Μάμα παναοίδιμε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν συμπτωμάτων, ἡμῖν δὸς τὴν συγχώρησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὺ εἶ ὦ Μάμα, ἡμῶν προστάτης. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στενώσεως πάσης ὀδυνηρᾶς, ἡμᾶς Μάρτυς Μάμα, διατήρησον ἀσινεῖς, καὶ πάσης ἐν βίῳ δυσπραγίας, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.

Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, ἡμῖν Μάρτυς Μάμα, καὶ παράσχου ὡς συμπαθής, ψυχῶν καὶ σωμάτων θεραπείαν, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι.

Ἐν θλίψεσι τάχιστον βοηθόν, πλουτοῦντές σε Μάρτυς, ἐκβοῶμεν ἀπὸ ψυχῆς· βοήθει ἡμῖν πάσῃ ἀνάγκῃ, καὶ πάσης βλάβης ἡμᾶς ἀπολύτρωσαι.

Θεοτοκίον.
Ἰάτρευσον Κόρη τὴν χαλεπῶς, νοσοῦσαν ψυχήν μου, ταῖς τοῦ πλάνου ἐπιβουλαῖς, καὶ λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ σου πρεσβείᾳ Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς Χριστοῦ Ἀθλοφόρος καὶ ἀῤῥαγὴς πρόβολος, Μάμα τῶν ἀεὶ ἀφορώντων πρὸς τὴν πρεσβείαν σου, δίωκε πάντοτε, τὰς καθ’ ἡμῶν ἐπιθέσεις, τοῦ δολίου δράκοντος, τῇ προστασίᾳ σου.

Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ Ἅγιε, φέρειν γενναιόφρονι γνώμῃ, ἡμᾶς ἐνίσχυσον, ἅπαν ἐπίπονον, καὶ τὸν Χριστὸν ἐκδυσώπει, δοῦναι ἡμῖν ἔλεος, Μάμα δεόμεθα.

Ἀπὸ πάσης ἀνάγκης καὶ προσβολῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἀτρώτους φύλαττε, τοὺς τῷ ἁγίῳ σου Μάμα, καταφεύγοντας, καὶ σὲ γεραίροντας.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, σάρκα γεγονότα ἀτρέπτως, ἐκ τῶν αἱμάτων σου, σαρκός μου ἴασαι, καὶ τῆς ψυχῆς τὰς ὀδύνας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος.

Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Θεῷ τῷ πανοικτίρμονι, μὴ παύσῃ σοφέ, ὑπὲρ τῶν εὐφημούντων σε, ὡς ἂν παθῶν καὶ θλίψεων, οἱ τιμῶντές σε Μάμα ῥυώμεθα, ὅτι τῇ σῇ ἀντιλήψει πιστῶς, προστρέχοντες χάριτος πληρούμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀντιλήπτωρ θερμότατος, πέλων Μάρτυς Μάμα τῶν εὐφημούντων σε, ἀφ’ ἡμῶν ἀπαύστως δίωκε, πᾶσαν τοῦ ἀλάστορος ἐπήρειαν.

Ἡ σῇ χάρις ἐκλάμπουσα, ὑπὲρ τὰς αὐγὰς ἡλίου ἑκάστοτε, διαλύει ζόφον ἅπαντα, Μάμα Ἀθλοφόρε πικρῶν θλίψεων.

Μὴ ἐλλείπῃς δεόμεθα, χεῖρα βοηθείας καὶ ἀντιλήψεως, ἐπορέγειν τοῖς ἐκ πίστεως, ἐπικαλουμένοις τὸ σὸν ὄνομα.

Θεοτοκίον.
Ὡς τεκοῦσα ἐν σώματι, Κόρη Παναγία τὸν Ὑπερούσιον, ἀεὶ πρέσβευε δεόμεθα, σώζεσθαι τοὺς πίστει σε δοξάζοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ μαστίγων ὀλεθρίων καὶ δεινῶν, ἐλευθέρωσον ἡμᾶς Μάμα μακάριε.

Πλήρωσον ἡμῶν, τὰς αἰτήσεις Μάμα ἔνδοξε, τῶν θερμῶς προσκαλούντων σε σοφέ, οἷα πρέσβυς ἡμῶν μέγιστος πρὸς Κύριον.

Ῥάβδῳ μυστικῇ, τῶν θερμῶν σου ἀντιλήψεων, ἐκ τῆς ποίμνης σου ἀπέλασον μακράν, τὸν ὁρμῶντα καθ’ ἡμῶν θῆρα ἀόρατον.

Θεοτοκίον.
Ὄμβρησον ἡμῖν, ὡς νεφέλη θείου Πνεύματος, ἀγαλλίασιν ὡς δρόσον νοητήν, Θεοτόκε τοῖς ἐν θλίψεσι στενάζουσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σταγόσι, καὶ ἐπομβρίαις ἀύλοις, τῶν σεπτῶν σου πρεσβειῶν πρὸς τὸν Κτίστην, σβέσον ἡμῶν, τῶν παθῶν τὰς καμίνους, καὶ τὰς καρδίας ἡμῶν καταδρόσισον, τὰς τηκομένας τοῖς δεινοῖς, ἀθλοφόρε Χριστοῦ Μάμα ἔνδοξε.

Τοῦ βίου, τὴν χαλεπὴν ἡμῶν ζάλην, εἰς γαλήνην μεταποίησον Μάρτυς, καὶ ἀσφαλῶς, καθοδήγησον Μάμα, ἐπὶ λιμένα τοῦ θείου θελήματος, τοὺς παραβάσει πολλαῖς θαλαττεύοντας, φθόνῳ τοῦ ὄφεως.

Ἀγγέλων, συγχορευτὴς Μάμα πέλων, σὺν αὐτοῖς διὰ παντὸς ἐκδυσώπει, δαιμονικῆς, ἐπηρείας καὶ βλάβης, ἀεὶ λυτροῦσθαι τοὺς σὲ μακαρίζοντας, καὶ πάσης μάστιγος ἡμᾶς, ἀβλαβεῖς διασώζεσθαι Ἅγιε.

Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν τῶν ἁπάντων, ἀποῤῥήτως σωματώσασα Κόρη, σωματικῶν, ἡμᾶς λύτρωσαι πόνων, καὶ ψυχικῆς ἀθυμίας δεόμεθα, καὶ μετανοίας δίδου φῶς, τοῖς ἐν σκότει δεινῶν παραπτώσεων.

Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀντιλήπτωρ ἡμῶν ἑτοιμότατος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς Μάμας μέγιστος, ἀπαύστως ἱκέτευε Ἅγιε, πειρατηρίων δεινῶν καὶ κακώσεων, ἡμᾶς ἀσινεῖς διασώζεσθαι.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17 – στ΄ 2, 17 – στ΄ 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.  Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν.   Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.  Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.  Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.  Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅρμον ὡς ἀχείμαστον, τὸν σὸν ναὸν κεκτημένοι, Μάμα παμμακάριστε, ἐν αὐτῷ προστρέχομεν μετὰ πίστεως, καὶ δεινῶν θλίψεων, καὶ πικρῶν κυμάτων, τῶν ἐν βίῳ ἐκλυτρούμεθα, τῇ ἀντιλήψει σου· ὅθεν ἐκβοῶμέν σοι Ἅγιε· εἰρήνην ἀστασίαστον, καὶ γαλήνην δίδου ἀτάραχον, πᾶσιν Ἀθλοφόρε, τοῖς μέλπουσι τοὺς ἄθλους σου φαιδρῶς, καὶ τὴν θερμὴν προστασίαν σου, εὐσήμως κηρύττουσι.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ δοθεῖσά σοι χάρις ἐκ χειρὸς τοῦ Σωτῆρος Μάμα πολύαθλε, προφθάνει καὶ λυτροῦται, κινδύνων πολυτρόπων, τοὺς καλοῦντας τὴν κλῆσίν σου· διὸ τὴν σὴν ἀρωγήν, φωνοῦμεν οἱ ἐν πόνοις.

Συστροφῆς ὀλεθρίου τῶν ἀεὶ τεκταινόντων θλίψεως καὶ δάκρυα, τῇ σῇ πρὸς τὸν Σωτῆρα, ἀπάλλαξον πρεσβείᾳ, μάρτυς Μάμα τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γενοῦ ἄῤῥηκτον τεῖχος καὶ προπύργιον θεῖον Μάμα πολύαθλε, τοῖς πίστει προσιοῦσι, τῷ ἱερῷ ναῷ σου, καὶ ζητοῦσιν ἑκάστοτε, τῆς προστασίας τῆς σῆς, τὰς σωτηρίους δόσεις.

Θεοτοκίον.
Ἐσαρκώθης ὡς οἶδεν ὁ τῶν ὅλων Δεσπότης δι’ ἀγαθότητα, ἐκ σοῦ Παρθενομῆτορ, καὶ ὤφθη τοῖς ἐν κόσμῳ διασώζων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγιείαν, Μάμα ἔνδοξε Μαρτύρων ὡραιότης, τοῖς καταφοιτῶσι, τῷ θείῳ σου τεμένει.

Ἀῤῥωστημάτων, καὶ πολυπλόκων σκανδάλων, διαφύλαττε ἀπαρατρώτους Μάμα, τοὺς ὑμνολογοῦντας, τοὺς θείους σου ἀγῶνας.

Σκέπε ἐκ πάσης, δαιμονικῆς ἐπηρείας, Μάμα ἔνδοξε καὶ δόλου καὶ μανίας, τοὺς ἐκδεχομένους, τὴν ἀρωγήν σου Μάρτυς.

Θεοτοκίον.
Ἵνα ὑμνῶ σε, ὦ ὑπερύμνητε Κόρη, ἀκηδίας με χαλεπωτάτης ῥῦσαι, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων ὡραιότης, σὺν αὐτοῖς δυσώπει, Μάμα θεόφρον Χριστὸν τὸν πανάγαθον, διδόναι λύσιν πταισμάτων ἡμῖν δεόμεθα.

Ὁ μέγας εὐσεβούντων, καὶ θερμὸς προστάτης, ἡμᾶς μεγάλων ἀπάλλατε θλίψεων, Μεγαλομάρτυς Κυρίου Μάμα πανεύφημε.

Ὑπάρχων φωτὸς πλήρης, Μάμα οὐρανίου, τῆς τῶν παθῶν ἡμᾶς ῥῦσαι ζοφώσεως, ταῖς φωτοφόροις πρεσβείαις σου ἀξιάγαστε.

Θεοτοκίον.
Ὑπὲρ τῶν ἀνυμνούντων, τὰ σὰ μεγαλεῖα, μὴ διαλίπῃς πρεσβεύουσα ἄχραντε, τὸν προελθόντα ἀφράστως ἐκ τῶν λαγόνων σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βλάστημα Μαρτύρων ὧν εὐκλεές, Μάμα Ἀθλοφόρε, ἠγωνίσω μαρτυρικῶς, καὶ καταπαλαίσας, ἐχθροῦ τὴν δυναστείαν, λαμπρῶς ἐμεγαλύνθης, θαυμάτων χάριτι.

Τῷ Χριστῷ ἐκ βρέφους ἀνατεθείς, Μαρτύρων τοὺς πόνους, καὶ ἀγῶνας τοὺς θαυμαστούς, ὑπῆλθες ἀνδρείως, Μεγαλομάρτυς Μάμα, καὶ νίκης ἐκοσμήθης, τῷ διαδήματι.

Τοῦ πυρὸς τὴν φύσιν νενικηκώς, φέρων ἐν καρδίᾳ, πῦρ τὸ ἄυλον τοῦ Χριστοῦ, καὶ θηρῶν ἀγρίων, ὁρμὰς ὡς χαλινώσας, ἀξίως ἐδοξάσθης, Μάμα πολύαθλε.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, ῥῦσαι πάσης έπιβουλῆς, Μάμα Ἀθλοφόρε, καὶ δίδου ἡμῖν μάκαρ, χαρὰν καὶ εὐφροσύνην, ψυχῆς καὶ σώματος.

Χαίρων ἐν τῇ χάριτι τοῦ Χριστοῦ, πρὸς πῦρ ἠγωνίσω, καὶ πρὸς ὕδωρ Μάμα στεῤῥῶς, καὶ καταπαλαίσας, τῆς πλάνης τὴν ἀπάτην, τῆς οὐρανίου δόξης λαμπρῶς ἠξίωσαι.

Νόσων καῖ κινδύνων καὶ συμφορῶν, δεινῆς ἀθυμίας, καὶ κακίας τοῦ δυσμενοῦς, ἡμᾶς ἀνωτέρους, φύλαττε Μάρτυς Μάμα, τοὺς μέγαν σε προστάτην, ἔχοντας Ἅγιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, Μάμα εὐσεβούντων προστάτα, καὶ τεῖχος ἄῤῥηκτον, πάσης περιστάσεως καὶ συμφορᾶς χαλεπῆς, καὶ παθῶν ἀπολύτρωσαι, ταῖς σαῖς ἱκεσίαις, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, μάκαρ πρὸς Χριστὸν διὰ τοῦτο, δέχου τὰς φωνᾶς ἡμῶν ἑκάστοτε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μάμα δίδου πάντοτε τὴν ἀρωγή σου
Γερασίμῳ σπεύδοντι τῇ χάριτί σου.

 

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μάμαντα τον Θαυματουργό

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Μαρτύρων θείων δεσμογέννητον τέκνον, τὴν γονικὴν ἐκληρονόμησας χάριν, μεγαλομάρτυς Μάμα ἔνδοξε Χριστοῦ ἀναδειχθείς· ὅθεν πρὸς τὸν Κύριον, παῤῥησίαν πλουτήσας, μνήσθητι τῶν ὅσοι σου, τὰς εὐχὰς ἐκζητοῦμεν, ἐξαπαλλάττων πάντων τῶν παθῶν, ψυχῶν σωμάτων, ταχείαις πρεσβείαις σου.

Δόξα.
Ὅμοιον.

Τὴν σὲ τιμῶσαν Μεγαλόνησον Κύπρον, καὶ Θεομόρφου τὴν φιλάγιον πόλιν, ὦ μάρτυς Μάμα σκέπασον, ἐχθροῦ ἐπιβολῶν, καὶ ταχεῖαν δώρησαι, τῆς δουλείας τὴν θραῦσιν, ὥσπερ χοῦν πρεσβείαις σου ἐκδιώκων τοὺς γόνους, σκοτεινομόρφου Ἄγαρ δυσσεβοῦς, ἵν’ εὐγνωμόνως, τιμῶμεν τὴν μνήμην σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῶν σὲ τιμώντων πλήρωσον δεήσεις, Μάμα. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Τιμώντων σε πλήρου Μάμα εὐχάς, καὶ δίδου ἑκάστῳ, τὰ συμφέροντα ταῖς ψυχαῖς, πρεσβεύων Κυρίῳ φιλανθρώπῳ, οὗ ἀθλοφόρος ἐδείχθης ἀήττητος.

Ὡς τέκνον μαρτύρων Μάμα Χριστοῦ, διπλῆν παῤῥησίαν κατεπλούτησας παρ’ Αὐτῷ, διὸ μαρτυρούντων συνειδήσει, μέγας προστάτης γενοῦ καὶ ὑπέρμαχος.

Ναὸν τοῦ Κυρίου πεποιηκώς, σαὐτὸν θεῖε Μάμα, καταξίωσον καὶ ἡμᾶς, φανῆναι σκηνώματα Δεσπότου, ἐν οἷς οἰκήσει τὸ Πνεῦμα τὸ Ἅγιον.

Θεοτοκίον.
Σὺν Μάμαντι θείῳ Μῆτερ Θεοῦ, τὴν νῆσον τῆς Κύπρου, τὴν τιμῶσαν ἄμφω πιστῶς, τηρεῖτε ἀεὶ πανελευθέραν, καὶ τὴν ὀρθόδοξον πίστιν φυλάττουσαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐχαρίσθη σοι Μάμα, ἀπὸ Θεοῦ δύναμις, τοῦ θαυματουργεῖν παραδόξως, σημεῖα μέγιστα, ὅθεν αἰτούμεθα, ὡς ἔχοντές σε προστάτην, εἰσβολεῖς ἐκδίωξον, τῆς Κύπρου τάχιστα.

Τῶν μαρτύρων γονέων, ἀμφιλαφῶς εἴληφας, χάριν θεοσφράγιστε Μάμα, διὸ πεπλήρωσαι, Ἁγίου Πνεύματος, οὗ ἀναδείξαις μετόχους, πάντας τοὺς τιμῶντάς σου, ἆθλα καὶ θαύματα.

Ἱερώτατον θῦμα, καὶ λογικὸν σφάγιον, ἀπὸ τῶν σπαργάνων σου Μάμα, Κυρίῳ δέδοσαι, καὶ καθυπέταξας, σαὐτὸν τῷ πάντων Δεσπότῃ, ὃν ὑπὲρ τῶν δούλων σου, πρέσβευε πάντοτε.

Θεοτοκίον.
Μὴ παρίδῃς τῆς Κύπρου, τοὺς στεναγμοὺς Πάναγνε, ἧς τὰς ἱεράς σου εἰκόνας, καὶ τὰ σεβάσματα, καταμολύνουσιν, οἱ ἀσεβεῖς γόνοι ἄγαρ, οὓς θείαις πρεσβείαις σου, ὡς νέφη δίωξον.

Διάσωσον, τοὺς σὲ τιμῶντας ἐκ πόθου Μάμα τρισμάκαρ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, καὶ δὸς συμφέρουσαν ψυχαῖς, αἰτημάτων ἡμῶν τὴν λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θηρία παθῶν, ψυχῶν ἡμῶν ἐκδίωξον, καὶ φόβον Θεοῦ, ἐγκαίνισον σωτήριον, ὅπως Μάμα πάντοτε, τὴν σὴν μνήμην δοξάζωμεν, οἱ φιλομάρτυρες πιστοί, εὐγνωμοσύνης θείοις ᾄσμασι.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὡς μαρτύρων ἐκβλάστημα, εἴληφας τὴν χάριν διπλῆν τοῦ Πνεύματος, ἧς μετόχους Μάμα ποίησον, τοὺς ἀνευφημοῦντας τοὺς ἀγῶνάς σου.

Νουνεχῶς καθωδήγησας, Μάμα συνηλίκους σου εἰς ἐπίγνωσιν, τοῦ Κυρίου ὃν ἀξίωσον, καὶ ἡμᾶς γινώσκειν καθαρώτερον.

Τῶν εἰδώλων διήλεγξας, Μάμα τὴν δυσσέβειαν ἐμφορούμενος, τοῦ Δεσπότου θείῳ ἔρωτι, οὗ περ πλῆσον πάντας τοὺς τιμῶντάς σε.

Θεοτοκίον.
Ὥσπερ ὄρνιθος πτέρυξιν, νεοσσοὶ Παρθένε ἐκδιασώζονται, ἁρπαγῆς κακοῦ ἱέρακος, οὕτως καὶ ἡμεῖς σοὶ καταφεύγομεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέους πρὸς Χριστὸν, Μάμα θεῖε νυμφαγώγησον, καθάπερ πάλαι νέων γέγονας, πρὸς τὸν Δεσπότην, ὁδηγὸς φιλοψυχότατος.

Παῦσον τὰς ὁρμάς, τῆς σαρκὸς Μάμα μακάριε, τῶν αἰτουμένων σὴν βοήθειαν, ὅπως τοὺς θῆρας, ἡδονῶν καθυποτάσσωμεν.

Λόγον τοῦ Θεοῦ, καὶ Σωτῆρα καθικέτευε, ὅπως παθῶν ψυχῆς τὰ εἴδωλα, Μάμα θεόφρον, ὥσπερ σὺ κατασυντρίψωμεν.

Θεοτοκίον.
Ἤδη ὁ καιρὸς, τῆς ζωῆς ἡμῶν συντέτμηται, καὶ τοῦ θανάτου ἡ ἡμέρα ἤγγικεν, ὅθεν Παρθένε, ἡμῖν χάρισαι μετάνοιαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων σου, ἡ σοφία Ἄγιε, κατετρόπωσε τυράννων τοὺς λήρους, ὁ γὰρ Χριστός, ὃν ἐν στέρνοις σου ἔσχες, Αὐτὸς ὡμίλει ὡς μέγας συνήγορος, ἡμεῖς δὲ Μάμα πρὸς Αὐτόν, σὲ μεσίτην εὐχῶν προβαλλόμεθα.

Ὡράισαι, καὶ πυρὶ φλεγόμενος, καὶ τυπτόμενος χριστόψυχε Μάμα, μὴ ὑπενδούς, τοῖς ξοάνοις λατρεῦσαι, καὶ χωρισθῆναι ἀγάπης Δεσπότου σου, ᾦ πρέσβευε διηνεκῶς, ὑπὲρ ὅσοι σοὺς ἄθλους θαυμάζομεν.

Σταυρώσας σου, πᾶν ψυχῆς ἐννόημα, τῷ Χριστῷ καὶ μόνον Μάμα συνέζης, ὅθεν ὡς χοῦν, θεωρῶν ὑποσχέσεις, τῶν ἀσεβῶν μαρτυρίοις ἐβέβλησο, καὶ γέγονας Χριστιανῶν, τῶν τιμώντων σε θεῖος ὑπέρμαχος.

Θεοτοκίον.
Οὐκ ἔχομεν, πλήν σου ἄλλην Δέσποινα, ἐν ταῖς θλίψεσι τοῦ βίου ἐλπίδα, διὸ πιστῶς, σὰς εἰκόνας τιμῶμεν, ἐξ ὧν τοῦ Πνεύματος χάριτες δίδονται, καὶ οὕτω πάσης συμφορᾶς, αἱ πικραὶ ἐμπειρίαι γλυκαίνονται.

Διάσωσον, τοὺς σὲ τιμῶντας ἐκ πόθου Μάμα τρισμάκαρ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, καὶ δὸς συμφέρουσαν ψυχαῖς, αἰτημάτων ἡμῶν τὴν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θεομόρφου ὦ Μάμα προστάτα χριστόδοτε, καὶ τῆς Κύπρου μεσῖτα πρὸς Θεὸν ἀκαταίσχυντε, τὰς δεήσεις, καὶ ἱκεσίας δέξαι εὐμενῶς, καὶ δὸς πλήρωσιν αὐτῶν, ἀποδιώκων ὥσπερ χοῦν, εἰσβολεῖς τοὺς ἀλάστορας· Ὅπως σὴν θείαν μνήμην, αὖθις ἐπιτελῶμεν, ἐν τῷ πανσέπτῳ σου ναῷ, καὶ δοξάζωμεν τὸν Κύριον.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. κα΄, 12 – 19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων. ᾿Επιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. ᾿Αποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι. ᾿Εγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. ᾿Εν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Μάμαντος τοῦ θείου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάμα θεοδόξαστε, προστάτα Κύπρου ἁπάσης, σὲ πρὸς τὸν Φιλάνθρωπον, πρέσβυν προβαλλόμεθα οἱ τιμῶντές σε· αἴτει χριστοστέφανε, τὴν ἐλευθερίαν, τοῦ ἐν Μόρφου σου σκηνώματος, καὶ τὴν ἐκδίωξιν, ἀπογόνων ἄγαρ ὡς τάχιστα· ἡμῶν δὲ αὔξει Ἅγιε, τὴν πρὸς τὸν Δεσπότην ἀγάπησιν, ὅπως εὐαρέστως, βιώσωμεν ἐν θείαις ἀρεταῖς, καὶ Βασιλείας γενώμεθα, οὐρανίου μέτοχοι.

Σῶσον ὁ Θεός τόν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεανίου τῇ ὄψει, ὁ Κυρίου σε ἄγγελος διεσώσατο, ἐκ τοῦ πνιγμοῦ θαλάσσης, διδάσκων θεῖε Μάμα, πατρικὴν Αὐτοῦ πρόνοιαν, δι’ ἧς ἁγίαις σου εὐχαῖς, τοὺς σὲ τιμῶντας σῴσοι.

Διὰ ῥάβδου δοθείσης, οὐρανόθεν σοι θῆρας Μάμα ἐποίμανας, καὶ γάλακτος ἀμέλξει, τυροὺς κατασκευάσας, τοῖς πτωχοῖς μεταδέδωκας, ἡμῶν δὲ θρέψον ψυχάς, δεόμενος Κυρίου.

Ἐν γλυκέσι σου τρόποις, στρατιώτας σταλέντας Χριστῷ συνήρμοσας, καὶ λέοντα ὡς ὄνῳ, χρησάμενος ὦ Μάμα, εἰς Καισάρειαν ἔφθασας, ἡμῶν δὲ λέοντας παθῶν, ἐξάλειψον εὐχαῖς σου.

Θεοτοκίον.
Ἡγίασας τὴν Κύπρον, τῇ πληθύι εἰκόνων σου Παναμώμητε, ἃς πίστει προσκυνοῦντες, αἰτούμεθα τὴν χάριν, τῆς μητρώας ἀγάπης σου, ὅπως ὡς θέλει Θεός, τελέσωμεν τὸν βίον.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Σαρκὸς τὴν ξέσιν, καὶ τὴν φλόγα καμίνου, ὑπὲρ φύσιν ὑπέστης θεῖε Μάμα, τοῖς πιστοῖς διδάσκων, τὰς θλίψεις ὑπομένειν.

Ἐν τῷ σταδίῳ, ᾐδέσθησάν σε οἱ θῆρες, καὶ ὁ λέων, φωνῇ ἐδόξασέ σε, ὅθεν καὶ πιστοί σε, ἀνευφημοῦμεν Μάμα.

Ἱκετηρίαν, πρὸς τὸν Θεὸν ποίει Μάμα, ἰατρεῦσαι ψυχῶν τε καὶ σωμάτων, πάθη ἀνυμνούντων, τὴν θείαν ἄθλησίν σου.

Θεοτοκίον.
Σκέπε τὴν Κύπρον, ὀρθοδοξοῦσαν Παρθένε, καὶ ἐκ πάσης κακίας διαβόλου, τήρει ἀνυμνοῦσαν, σὴν μητρικὴν ἀγάπην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μάμα μεγαλομάρτυς, ὕψωσον σὴν ῥάβδον, καὶ εἰσβολεῖς ἐκ τῆς Κύπρου ἐκδίωξον, καὶ τὸν ναόν σου ἐν Μόρφου, ἀπελευθέρωσον.

Ἀθλήσας ὑπέρ φύσιν, τέλος ἐν τριαίνῃ, πρὸς τὸν Δεσπότην ὦ Μάμα ἐλήλυθας, Ὃν ὑπὲρ Κύπρου ἐξαίτει, πάντα τὰ κρείττονα.

Μεγάλως σε δοξάσας, Μάμα ὁ Δεσπότης, τῶν ἰαμάτων τὴν χάριν σοι δέδωκε, ἃπερ μετάδος τοῖς πόθῳ, ἀνευφημοῦσί σε.

Ἀνεξαντλήτως Μάμα, Πνεύματος ἡ χάρις, ἐπιφοιτᾶ τοῖς τιμίοις λειψάνοις σου, ἃ προσκυνοῦντες ἐν πίστει, ἁγιαζόμεθα.

Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, σὺν Ἁγίοις πᾶσι, καὶ μυροβλύτῃ κλεινῷ θείῳ Μάμαντι, ὑπὲρ τῆς Κύπρου Δεσπότην, καθικετεύσατε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τέθηλας ἐκ ῥίζης θεοφιλοῦς, καὶ τῆς ἀληθείας, ἐγεώργησας τοὺς καρπούς, σὺ διὰ πυρὸς γάρ, καὶ ὕδατος διῆλθες, ἐκλάμπων ἐν τοῖς ἄθλοις, Μάμα τοῖς θαύμασι.

ἕτερα νεοσύνθετα
Χαίροις θεῖον ζεῦγος μαρτυρικόν, Θεόδοτε μάκαρ καὶ Ῥουφῖνα θεοφιλής, οἱ τεκόντες Μάμαν, τὸν ἀθλητὴν Κυρίου, μεθ’ οὗ ἐν Παραδείσῳ, νῦν συνευφραίνεσθε.

Χαίροις Μάμα θεῖε μάρτυς Χριστοῦ, γέννημα μαρτύρων καὶ τῶν ἄθλων συνεχιστά, χαίροις ὁ ἀγγέλων τὰ τάγματα ἐκπλήξας, τῇ ὑπὲρ πᾶσαν λόγον, ἐγκαρτερήσει σου.

Μάμα Θεομόρφου προασπιστά, καὶ τῆς Κύπρου πάσης, πρέσβυς μέγας πρὸς τὸν Θεόν, τὸν αἰχμαλωσίᾳ ναὸν τὸν θαυμαστόν σου, ἀγαρηνῶν ταχέως, δεῖξον ἐλεύθερον.

Πάθη ἐμφωλεύοντα ταῖς ψυχαῖς, ἡμέρωσον Μάμα, ὥσπερ θῆρας πάλαι ποτέ, Χριστοῦ τῇ δυνάμει, ἣν εἴληφας ὡς δῶρον, ἀντὶ τῶν μαρτυρίων, ἅπερ ὑπέμεινας.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, μυροβλῦτα Μάμα, καὶ ἐξαίτει τὴν παρ’ Αὐτοῦ, ἄσειστον εἰρήνην, ἐπὶ τὴν νῆσον Κύπρου, τὴν πόθῳ ἀνυμνοῦσαν, τὴν θείαν μνήμην σου.

Ἴασιν παράσχου Μάμα κλεινέ, τοῖς ἐν ἀσθενείαις, ἐκζητοῦσι τὰς σὰς εὐχάς, καὶ ἀσπαζομένοις τὰ θεῖα λείψανά σου, ἐξ ὧν πηγάζει χάρις, Ἁγίου Πνεύματος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Μάμα μυροβλῦτα θαυμαστέ, δέξαι τὰς ἡμῶν ἱκεσίας καὶ τὰ αἰτήματα, καὶ αὐτὰ προσάγαγε, τῷ Φιλανθρώπῳ Χριστῷ, ἰατρεῦσαι τοὺς πάσχοντας, στηρίξαι πεσόντας, καὶ πταισμάτων ἄφεσιν, πολλῶν ἡμῖν παρασχεῖν, τῆς δὲ Βασιλείας μετόχους, δείξῃ πάντας τοὺς ὅσοι, τὴν ἁγίαν μνήμην σου δοξάζωμεν.

Μάμα πάσης Κύπρου βοηθέ, καὶ τῆς Θεομόρφου προστάτα, σεπτὴν εἰκόνα σου, πόθῳ ἀσπαζόμενοι, ἐκ βάθους κράζομεν· ἐλευθέρωσον τάχιστα, τὸν θεῖον ναόν σου, καὶ τὴν Νῆσον ἅπασαν, ἀγαρηνῶν ἀσεβῶν, ὅπως εὐγνωμόνως τελῶμεν, πάντοτε τὴν θείαν σου μνήμην, τὴν σεπτὴν Τριάδα μεγαλύνοντες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ἐλευθέρωσον ταχὺ σὴν Μόρφου, Μάμα,
Καὶ ψυχὰς ἡμῶν πολυμόρφου δουλείας.