Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Λεόντιο του εν Φοινίκη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 18 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν καθελόντα τὴν ἀπάτην εἰδώλων, καὶ ὁλοκάρπωμα γενόμενον θεῖον, ὑπὲρ Χριστοῦ τῆς πίστεως τιμῶντες λαμπρῶς, κράζομεν· Λεόντιε, στρατηλάτα γενναῖε, λίθον τῷ τραχήλῳ σου, ὁ δεινῶς ὑπομείνας, τῆς εὐσεβείας ἄγαλμα λαμπρόν, ἀνάδειξόν με, καὶ λίθον ἀτίμητον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λεόντιε, ὁμολογεῖν Χριστὸν ἀξίωσόν με. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λεόντιε κλέος Αἰγινητῶν, καὶ θεῖε στρατάρχα, τῆς τοῦ Κτίσαντος στρατιᾶς, Αὐτὸν καθικέτευε διδόναι, τοῖς σὲ τιμῶσι κατ’ ἄμφω ὑγιείαν.
Εὐΐλατον Κύριον καὶ Θεόν, δυσώπει ἀπαύστως, ὑπὲρ πάντων τῶν εὐλαβῶς, Λεόντιε Μάρτυς εὐφημούντων, τὰ ἐν σταδίῳ σεπτά σου παλαίσματα.
Ὁπλῖτα Κυρίου πανευσθενές, Λεόντιε Μάρτυς, τὰς ἀλόγους μου τῆς σαρκός, ὁρμὰς καθυπόταξον ταχέως, ἀδιαλείπτοις νοΐ σαῖς δεήσεσι.
Θεοτοκίον.
Νεκρώσασα Ἄχραντε τὰς ὁρμάς, παθῶν ἀκαθέκτων, τῆς ψυχῆς μου τῆς ῥυπαρᾶς, τῇ Σῇ ζωτικῇ ἐπιστασίᾳ, τῷ Σῷ Υἱῷ καὶ Θεῷ με οἰκείωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν ἡμῖν αἴτει, καὶ τῶν πολλῶν ἄφεσιν, ἐγκλημάτων παρὰ Κυρίου, θεῖε Λεόντιε, ὁ Ἀθλοφόρων λαμπρῶν, ἀγλαϊζόμενος δόξῃ, καὶ σὺν τούτοις ἅπασιν, ἀγαλλιώμενος.
Ἐναθλήσας νομίμως, ὡς τοῦ Χριστοῦ ἄριστος, στρατηλάτης λύτρωσαι τάχος, μάκαρ Λεόντιε, ἐξ ἀῤῥωστίας δεινῆς, καὶ χαλεπῆς ἀνομίας, τοὺς πιστῶς προστρέχοντας, σκέπῃ τῇ θείᾳ σου.
Ὁλοτρόπως ὑπήχθην, φεῦ Ἀθλητὰ πάγκαλε, τοῦ ἐχθροῦ ἀπάτῃ σός τάλας, πρόσφυγξ τῆς χάριτος· ἀλλὰ θαῤῥῶν σοι βοῶ, τῆς κακουργίας με ῥῦσαι, τῆς αὐτοῦ Λεόντιε, σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Μὴ λιπὼν τὰ ἐν πόλῳ, ὁ Λυτρωτὴς Δέσποινα, ὅλος ἐν τῇ θείᾳ Σου μήτρᾳ, Μῆτερ ἐσκήνωσε, δι’ εὐσπλαγχνίαν πολλήν, καὶ Παραδείσου ἀνοίξας, πύλας τὸ ἀνθρώπινον, γένος ἐθέωσε.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Λεόντιε Ἀθλοφόρε, ἐκ παγίδων τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς πρόσφυγας πάντας τῆς χάριτός σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ μὴ παύσῃ ἐλεήμονι, διδόναι ἡμῖν, πταισμάτων ἀπολύτρωσιν, καὶ κατ’ ἄμφω δύναμιν, ἀντιστῆναι πλάνῃ τοῦ ὄφεως, τοῖς σὲ τιμῶσι πίστει ἀκλινεῖ, Λεόντιε Μάρτυς ἀκατάβλητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅπλῳ πίστεως ἔπαρσιν, τῶν ἀθέων πτήξας στεῤῥὲ Λεόντιε, τὰ πυρίμορφα ἀφάνισον, βέλη καθ’ ἡμῶν τοῦ πολεμήτορος.
Λέων ὡς ὡρυόμενος, ἐκχυθεὶς Λεόντιε εἰς τὰ σκάμματα, καὶ ἐχθρὸν σπαράξας ἄθεον, γέγονας πιστῶν προστάτης ἔνθεος.
Οὐ πτοοῦμαι τὰ θήρατρα, βοηθόν σε ἔχων τοῦ παναλάστορος, Ἀθλητὰ Χριστοῦ Λεόντιε, ὁ ποσὶ πατήσας κράτος ἄθεον.
Θεοτοκίον.
Γηγενῶν παραμύθιον, καὶ θερμὴ προστάτις ἐν βίου κλύδωσι, μὴ παρίδῃς με τὸν δείλαιον, τὸν ἀποζητοῦντα τὴν Σὴν εὔνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχων πρὸς Θεόν, παῤῥησίαν καθικέτευε, δυσπραγίας πάσης ῥύεσθαι ἡμᾶς, τοὺς τιμῶντάς σε Λεόντιε ἀήττητε.
Νόσων καὶ παθῶν, ἀνωτέρους διαφύλαττε, τοὺς προστρέχοντας Λεόντιε ἀεί, τῇ σῇ χάριτι Μαρτύρων ἀγαλλίαμα.
Νύκτα ζοφεράν, τῆς ἀνόμου πολιτείας μου, ἀποδίωξον Λεόντιε βολαῖς, πρεσβειῶν σου πρὸς Θεὸν τὸν φωτοπάροχον.
Θεοτοκίον.
Χάριν Μαριάμ, οὐρανόθεν πέμψον ἅπασι, τὴν Σὴν θείαν καὶ ὁδήγησον ἡμᾶς, μετανοίας πρὸς τὴν τρίβον τὴν σωτήριον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, σῶν ἐντεύξεων Λεόντιε μάκτρῳ, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, τὸν ἐν σταδίῳ τρανῶς δυναμώσαντα, σὲ καθελεῖν Ἀδριανοῦ, τοῦ τυράννου παράνομον φρύαγμα.
Ἰλύος με, ἁμαρτίας κάθαρον, ῥυπτικῇ σου πρὸς τὸν Κτίστην πρεσβείᾳ, ὁ ἐπιχρώσας αἱμάτων σου ῥείθροις, τὸν τῆς ψυχῆς σου χιτῶνα Λεόντιε, καὶ λαμπροχίτων εἰσελθών, εἰς τῆς δόξης τὰ πάμφωτα δώματα.
Συνάθλους σου, κραταιοὺς Θεόδουλον, στρατιώτην καὶ Ὑπάτιον δείξας, τριβοῦνον μάκαρ Λεόντιε σθένει, τοῦ Παρακλήτου κᾀμὲ δεῖξον δέομαι, τῶν οὐρανίων στρατιῶν, ἐν Ἐδὲμ μετὰ πότμον συνέστιον.
Θεοτοκίον.
Τὸν νέμοντα, κατ’ ἀξίαν Δέσποινα, τῆς ἀφθίτου εὐφροσύνης τὰ γέρα, τοῖς ἐν σταδίῳ νομίμως ἀθλοῦσι, βιοτικῶν παλαισμάτων κυήσασα, ἱκέτευε ἀπονεμεῖν, καὶ τοῖς δούλοις τοῖς Σοῖς στέφος ἄφθαρτον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Λεόντιε Ἀθλοφόρε, ἐκ παγίδων τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς πρόσφυγας πάντας τῆς χάριτός σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὰς ἀγλαΐας στεῤῥῶς ἀπωσάμενος, τῆς ἐπιγείου σου δόξης Λεόντιε, στρατάρχα Χριστῷ ἠκολούθησας, καὶ Μάρτυς γενόμενος ἄριστος, προστάτης πιστῶν ὤφθης ἔνθερμος.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄθλησιν ὑπέμεινας, ὑπὲρ Κυρίου ἀρίστην, καὶ τοὺς λίθους σέβοντας, ᾔσχυνας ἐνστάσει σου, γενναιότατα, Μάρτυς Λεόντιε· ὅθεν χάριν εὗρες, δυσωπεῖν τὸν πανευΐλατον, Θεὸν τῆς κτίσεως, πάσης Ποιητὴν τὸν σοφώτατον, λυτροῦσθαι ἄχθους θλίψεων, καὶ δεινῆς μανίας τοῦ δαίμονος, τοὺς ἐπιζητοῦντας, προθύμως τὴν σεπτήν σου ἀρωγήν, καὶ θείαν πέμποντας αἴνεσιν, σὲ τῷ στεφανώσαντι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλικῶς ἀτενίσαι, τοῦ Χριστοῦ καὶ Σωτῆρος τὸ θεῖον πρόσωπον, ἀξίωσον τοὺς ὕμνοις, Λεόντιε τιμῶντας, σὲ ὡς Μάρτυρα ἔνθεον, τὸν νῦν γυμνοῖς ὀφθαλμοῖς, θεώμενον τὸν Κτίστην.
Νικηφόρως τελέσας, τὸν ἀγῶνα ἐδέθης πασσάλοις Ἅγιε, Λεόντιε ἐξέσθης, δεινῶς καὶ ἐτανύσθης, ἐπὶ γῆς· ὅθεν μνήμην σου, ἀνευφημοῦντες λιτάς, τὰς σὰς ἐπιζητοῦμεν.
Ἀξιάγαστε Μάρτυς, τῶν ἀγρίων παθῶν μου τὸ πῦρ κατάσβεσον, καὶ δρόσισον λιταῖς σου, Λεόντιε τὸ καῦμα, τῆς ψυχῆς μου κραυγάζω σοι, ὡς ἂν ὑμνῶ σε ἀεί, τὸν τοῦ Χριστοῦ ὁπλίτην.
Θεοτοκίον.
Ξενωθέντα τῶν κόλπων, τῶν πατρώων Παρθένε ἀχρεῖον δοῦλόν Σου, τὸν ἐν τῇ ἁμαρτίᾳ, τὸν βίον δαπανῶντα, ἐπιστρέψαι βοήθησον, ἰσχύϊ Σῇ παναλκεῖ, εἰς τοῦ πατρός μου οἶκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδίαις κόραις, τὸν Βασιλέα τῆς δόξης, ὁ θεώμενος νῦν ἐν τῷ πόλῳ, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ὁ καταυγάσας, τὴν οἰκουμένην ἀκτῖσι, τῶν σῶν ἄθλων Λεόντιε σκότος, σκέδασον παθῶν μου, τῶν χαμαιζήλων Μάρτυς.
Σταυρὸν ἐπ’ ὤμων, τοὺς σὲ ἀεὶ ἀνυμνοῦντας, ἀγογγύστως Λεόντιε φέρειν, ὥσπερ στρατιώτην, ἀξίωσον Κυρίου.
Θεοτοκίον.
Οἱ τῶν μερόπων, χοροί Σε Μῆτερ Ἁγία, μακαρίζομεν εἰς τοὺς αἰῶνας, καὶ τῇ χάριτί Σου, προστρέχομεν τῇ θείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικῆσαι τὸν βελίαρ, καταξίωσόν με, ὁ τροπωσάμενος Μάρτυς Λεόντιε, τοὺς βδελυρὰ προσκυνοῦντας θεῶν ἀγάλματα.
Μεθέξει ζωηφόρῳ, ὢν τεθεωμένος, ὡς Ἀθλητὴν στεφανίτην Λεόντιε, τοὺς σὲ τιμῶντας πολίτας Ἐδὲμ ἀνάδειξον.
Ἐλαύνεις ἐμπυρέτους, νόσους σῇ δυνάμει, καὶ ἰατρεύεις δεινὰ ἀσθενήματα, σημειοφόρε Κυρίου ἀμνὲ Λεόντιε.
Θεοτοκίον.
Χαρᾶς ἀστασιάστου, τῶν πιστῶν ταμεῖον, καὶ τῆς μερόπων θεώσεως πρόξενε, Θεοκυῆτορ εἰρήνης ἀφάτου πλῆσόν με.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ, ὁ κατανικήσας, ἀγαλμάτων τοὺς μιαρούς, λάτρεις καὶ κρατύνας, τῶν εὐσεβῶν χορείας, Λεόντιε Μαρτύρων, πάντιμον κόσμημα.
Χαίροις εὐσεβείας ἡδυτερπές, κρίνον καὶ Αἰγίνης, ἐγκαλλώπισμα εὐκλεές· χαίροις Ἀθλοφόρων, ἀγλάϊσμα τὸ μέγα, Λεόντιε ἀνδρείας, θέμεθλον ἄσειστον.
Χαίροις ὁ Κυρίῳ προσενεγκών, Ἀθλητῶν δυάδα, τὸν Θεόδουλον τὸν κλεινόν, καὶ τριβοῦνον θεῖον, Ὑπάτιον φωσφόρε, Λεόντιε στρατάρχα, πίστεως ἄλκιμε.
Ξίφους καθυπέμεινας τὴν ἀκμήν, τοῦ πυρὸς τὸ καῦμα, τὴν ἀνάρτησιν τὴν δεινήν, ἐπὶ ξύλου Μάρτυς, τὴν ξέσιν τοῦ σαρκίου, καὶ λίθου διὰ πίστιν, βάρος Λεόντιε.
Ἀθλητὰ Κυρίου θαυματουργέ, νόσους ἐμπυρέτους, ἐκδιώκεις ἐκ τῶν πιστῶς, ἐπικαλουμένων, τὸ θεῖον ὄνομά σου, Λεόντιε γενναῖε, πίστεως πρόβολε.
Δέχου τὰς αἰτήσεις ὡς συμπαθής, τῶν σοὶ προστρεχόντων, ἐκ κινδύνοις καὶ συμφοραῖς, Ἀθλοφόρων κλέος, Λεόντιε τρισμάκαρ, ὁ ἐξαστράψας ἄθλων, θείων πυρσεύμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Θεόν, ὡς Αὐτοῦ ὁπλίτης γενναῖος, ὁ ἐν σταδίῳ ἐχθρόν, φαῦλον τροπωσάμενος, καὶ τὸ πανάγιον, ἀποχύσας Λεόντιε, καὶ θεῖόν σου αἷμα, πρέσβευε δεόμεθα, διδόναι ἅπασι, δύναμιν ἐν μάχαις τοῦ βίου, καὶ ἰσχὺν πατῆσαι τὸν πλάνον, τοῖς ἀνευφημοῦσί σου τὰ σκάμματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.