Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν Σταυρῶ προσηλωθέντα ὠς είδες, Υἰὸν Θεοῦ μάρτυς Λογγίνε κἠρῦττεις, καὶ δι’ αὐτὸν τὸ αίμα σου ἐξέχεας˙ ὅθεν καθικέτευε, απὸ πᾶσης ἀνάγκης, ῥύεσθαι τοῦς σπεύδοντας, τῇ θερμῇ σου πρεσβείᾳ καὶ τῶν πταισμάτων δοῦναι ἰλασμόν, ἠμῖν τοῖς πόθω, τιμῶσι τοῦς ἄθλους σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λογγίνε ῥῦσαί με πᾶσης βλάβης. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει Τριαδικῶ, ἀπέλασον Μάρτυς, τῶν παθῶν μου τὸν σκοτασμόν, Λογγίνε φωτὶ τῶν πρεσβειῶν σου, καὶ του ἐχθροῦ τῆς μανίας με λῦτρωσαι.
Ὁ πίστει τελείᾳ Υιὸν Θεοῦ, κἠρῦξας Λογγίνε, τὸν σταυροῦμενον Λὐτρωτήν, νέκρωσον σαρκός μου τᾶς ὀρέξεις, ζωοποιῷ σου πρεσβείᾳ μακάριε.
Γενναίως ἀθλήσας ὐπὲρ Χριστοῦ, νομίμως ἀνύειν, ἐνδυνάμωσον Ἀθλητά, τᾶς τρίβους τῶν θείων πρὀσταγμάτων, τοῦς ἐξαιτούντας τὴν θείαν πρεσβείαν σου.
Θεοτοκίον.
Γεννήσασα Κόρη ὐπερφυώς, τὸν πάντων Σωτήρα, ἀναπλάττοντα τὸν Ἀδάμ, σῶσόν με φορᾶς τὴς τοῦ βελίαρ, καὶ τὴς αὐτοῦ με ἀπάτης ἀπάλλαξον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἰσχύν θείαν ἐδέξω, ἐκ του Σταυροῦ Ἄγιε, ὄθεν τὴν ὶσχύν του δολίου, εἰς τέλος σῦντριψον, καὶ ἐνδυνάμωσον, ἠμᾶς Λογγίνε λιταῖς σου, τοῦ πατείν εκάστοτε, τοῦτου τὰ ἔνεδρα.
Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, φύλαττε Λογγίνε ἀτρώτους, τοὺς σὲ γεραίροντας, καὶ αἴτει ἄφεσιν, ἀμαρτιῶν ἠμῖν πᾶσι, καὶ βίου διόρθωσιν, καὶ θείον ἔλεος.
Ἐν Σταυρῶ ὠς κατείδες, ὑπὲρ ἠμῶν πᾶσχοντα, τὸν Δημιουργὸν τῶν ἀπάντων, τούτω πεπίστευκας, ὧ προσοικείωσαι, ἀθλητικαίς σου πρεσβείαις, τοὺς σὲ μακαρίζοντας Λογγίνε ἔνδοξε.
Θεοτοκίον.
Ῥυομένη μη παῦση, ἐκ τῶν βελῶν Ἄχραντε, του δημιουργοῦ τῆς κακίας, τὸν νοῦν μου δέομαι, καὶ δὸς μοὶ σῦνεσιν, ὠς ἂν ἐν γήρα Παρθένε, μετανοίας πράξεσι, λάβω συγχώρησιν.
Διάσωσον μάρτυς Λογγίνε πρεσβείαις σου θεοδέκτοις, απὸ πᾶσης ἐπιφορᾶς και κακώσεως, τοῦς αἰτουμένους τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, Λογγίνε καταφεύγοντες, πικρῶν πειρασμῶν, ῥυσθείημεν καὶ θλίψεων, καὶ τῆς θείας τύχομεν, εὐσπλαγχνίας ὀμοῦ καὶ χριστότητος· σὲ γὰρ μεσίτην σοφὲ πρὸς Χριστόν, ὠς Μάρτυρα τοῦτου προβαλλόμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Υπὲρ πάντων ἰκέτευε, τὸν Χριστὸν ὃν είδες ἐν Σταυρῶ πάσχοντα, καὶ δι’ ὃν προθῦμως ἤθλησας, ἅγιε Λογγίνε ἐννομῶτατα.
Ὁδυνῶν με ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα μακάριε, τῇ ταχείᾳ ἀντιλήψει σου, καὶ επηρειῶν τῶν τοῦ ἀλάστορος.
Ὑπελθῶν τὸ μαρτύριον, Μάρτυς ἀληθής τοῦ Χριστοῦ ἐχρημάτισας· διὰ τούτο τῶν παγίδων με, τοῦ ἐχθροῦ Λογγίνε ἀπολύτρωσαι.
Θεοτοκίον.
Μητροπάρθενε Δέσποινα, ὴ τον Θεὸν Λόγον ἀφράστως τέξασα, ἀλογίας παθῶν ρὐσαί με, καὶ ἐπινοιῶν τῶν τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχων πρὸς Χριστόν, παῤῥησίαν πολλὴν Ἄγιε, καθικέτευε Λογγίνε ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν πίστει προσιόντων σοι.
Πάσης ἀπειλής, ἀνωτέρους ἠμᾶς φῦλαττε, καὶ δεινών ἐπερχομένων προσβολάς, ἀφ’ ἠμῶν μάρτυς Λογγίνε ἀποδίωκε.
Αἴματι τῷ σῷ, τὴν πυρὰν τῆς πλάνης ἔσβεσας· διὀ σβέσον τῶν παθῶν ἠμῶν τὸ πύρ, δροσισμῷ τῆς σῆς Λογγίνε ἐπισκέψεως.
Θεοτοκίον.
Σθένωσον Ἁγνή, ἀσθενούσαν τὴν καρδίαν μου, κατὰ πᾶσης τοῦ ἐχθροῦ ἐπιβουλής, καὶ εἰρήνην ἀεὶ δίδού μοι καὶ σῶσόν με.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡνίκα, γυνὴ ἀόμματος χήρα, ἐν κοπρίᾳ τὴν σὴν εῦρατο κάραν, τῇ χάριτί σου ἀνέβλεψε Μάρτυς, διὸ κἀμοῦ τὴς καρδίας διάνοιξον, τοῦς ὀφθαλμούς τοῦς νοητούς, ἵνα βλέψω τὸ φῶς τὸ ἀνέσπερον.
Σταυρῶ σου, παρεστηκῶς ὁ Λογγίνος, Θεὸν πάσχοντα σαρκί σε ἐπέγνω, οὗ ταῖς λιταῖς τῆς ψυχής μου τὰ πάθη, καὶ τᾶς τοῦ σῶματος νόσους θεράπευσον, καὶ δίδου μοι Παμβασιλεῦ, τῶν πταισμάτων τὴν ἄφεσιν δέομαι.
Βελῶν με, των χαλεπῶν του δολίου, ἀπολύτρωσαι Λογγίνε τρισμάκαρ, καὶ τῆς αὐτοῦ τυραννίδος με ῥῦσαι, καὶ μοχθηρᾶς συνηθείας ἀπάλλαξον, καὶ ἰθυνόν με ἀσφαλῶς, μετανοίας πρὸς ὄρμον καὶ σῶσόν με.
Θεοτοκίον.
Λυχνία, φωτοειδής ἀνεδείχθης, ὠς τεκούσα μετὰ σῶματος Κόρη, τὸν φῶς παρέχοντα πᾶσιν ἐν κόσμω, καὶ ἀμαρτίας τὸ σκότος ἐλαῦνοντα, διὸ καταύγασον κἀμοῦ, τῆς καρδίας καὶ ὄμματα δέομαι.
Διάσωσον μάρτυς Λογγίνε πρεσβείαις σου θεοδέκτοις, απὸ πᾶσης ἐπιφορὰς καὶ κακῶσεως, τοῦς αἰτουμένους τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Καταυγασθείς τῇ ἐλλάμψει μακάριε, τοῦ Σταυρωθέντος δι’ ἔλεος ἄφατον, αὐτοῦ τῆς εὐκλείας ἠξίωσαι, ὑπὲρ ἠμῶν ἰκετεύων ἑκάστοτε, Λογγίνε τῶν πίστει τιμῶντων σε.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαίον.
(Κεφ. κζ΄. 33 – 54).
Τῷ καιρῷ ἐκείνω, ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· Πέποιθεν ἐπὶ τὸν Θεόν, ρυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίρων ὀμολόγησας, τὸν Βασιλέα τῆς δόξης, Λογγίνε μακάριε, καὶ Μᾶρτυς ἀήττητος αὐτοῦ πέφηνας· καὶ τανῦν Ἄγιε, ἐκτενῶς δυσῶπει, τῶν ἐν βίω περιστάσεων, λυτροῦσθαι ἄπαντας, τοῦς τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ προστάτην ἔτοιμον, ἐπιγραφομένους ἐκ πίστεως· καὶ καλῶς διάγειν, τὸν βίον ἐνδυνάμωσον ἡμᾶς, ἴνα τῆς ἄνω λαμπρότητος, μετὰ τέλος τῦχωμεν.
Σώσον ο Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀθλητής νικηφόρος, ὡς ἀθλήσας νομίμως Λογγίνε πέφηνας· διὸ τῆς ἀνομίας, ἐκκλίνειν με τὰς τρίβους, καὶ βοάν καταξίωσον· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Βασιλείας τῆς ἄνω, κληρονόμος ἀξίως Λογγίνε γέγονας· διὸ βασιλευούσης, ἔνδον ἐν τῇ ψυχῇ μου, ἀμαρτίας με λῦτρωσαι, καὶ σχέσεως πονηράς, παθῶν τῶν ἀκαθάρτων.
Ἡ ἁγία σου Κάρα, θησαυρός ἱαμάτων Λογγίνε δέδεικται, καθαίρουσα τὰς νόσους, καὶ νέμουσα ὑγιείαν, καὶ χαρὰν τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εῦλογητὸς εἶ.
Θεοτοκίον.
Σωτηρίαν τεκοῦσα, τὸν Δεσπότην τῶν ὄλων κυοφορήσασα, διὸ Παρθένε σῶσον, κἀμὲ τὸν ἐν τῷ νόμῳ, ἀμαρτίας δουλεῦοντα, τὴν κατ’ ἐμοῦ τοῦ εχθροῦ, συντρίβουσα μανίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ Λογγίνε, τοῖς προσιοῦσι σοὶ Μάρτυς, ἐν ταῖς θλίψεσι βοήθειᾳ ταχεία, πᾶσης δὐσχερείας, λῦων τὴν ἀθυμίαν.
Ἔπιδε Μάρτυς, επὶ τοῦς σὲ ἀνυμνούντας, καὶ τὴν δέησιν πλήρου ἠμῶν Λογγίνε, ὠς τῷ Ζωοδότῃ, παρεστηκῶς ἐν δόξη.
Ῥῶσιν ἐξαίτει, κατὰ ψυχὴν τε καὶ σῶμα, καὶ σὐγχῶρησιν πταισμάτων Ἀθλοφόρε, τοῖς τῇ σῇ πρεσβείᾳ, προστρέχουσι προθῦμως.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, πᾶσης ἀδοξίας, λῦτρωσαι τὴν ψυχήν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, Λογγίνε υπάρχων, διὰ παντὸς σῦν αὐτοῖς καθικέτευε, ὐπὲρ ἠμῶν τῶν αἰτούντων τὴν προστασίᾳ σου.
Ἱάτρευσον τὸ ἄλγος, Μάρτυς τῆς ψυχής μου, καὶ πονηρὰς συνηθείας με λῦτρωσαι, πρεσβευτική σου δυνάμει, Λογγίνε ἔνδοξε.
Μεγίστης εὐκληρίας, κατηξιωμένος, ὡς τοῦ Χριστοῦ Ἀθλοφόρος ἀήττητος, μεγάλων πόνων Λογγίνε ἠμᾶς ἀπάλλατε.
Ὀρῶν τὴν του Σωτήρος, ἔλαμψον Λογγίνε, τὸν σκοτασμόν τὴς ψυχής μου ἀφάνισον, τηῇ φωτοφόρῳ πρεσβείᾳ σου ἀξιάγαστε.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δείξον Θεοτόκε, τῆς πονηρᾶς συνηθείας τοῦ χείρονος, καὶ μετανοίας τῷ φέγγει με φωταγώγησον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Αἴγλην εἰσδεξάμενος μυστικήν, τὸν προσηλωθέντα, ἐκουσίως ἐν τῷ Σταυρῷ, Θεὸν τῶν ἀπάντων, ἐκήρυξας Λογγίνε, καὶ μαρτυρίου δρόμου χαίρων, διῆνυσας.
Χαῖροις Ἐκατόνταρχε θαυμαστέ, σὺ γὰρ τοῦ Σωτήρος, παρειστήκεις ἐν τῷ Σταυρῷ, καὶ τὸ φῶς κατείδες, ἐγέρσεως τὴς τοῦτου, διὸ καὶ ἀποῤῥήτου, δόξης ἠξίωσαι.
Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, ὑπὲρ τὴς ἀγάπης, τοῦ τῶν ὄλων Δημιουργοῦ, τὴς ἀθανασίας, τὸν στέφανον ἐδέξω, Λογγίνε ἀθλοφόρε, ἀξιοθαύμαστε.
Νεῦσει σου τὴν Κάραν σοῦ τὴν σεπτήν, ὴ γυνὴ εὐρούσα, ἐφωτίσθη τοῦς ὀφθαλμοῦς, καὶ θερμὸν προστάτην, εὐροῦσά σε Λογγίνε, ἐκῆρυττε τοῖς πάσι, τὴν προστασίαν σου.
Δίδου ἠμῖν Μάρτυς ἐξ ουρανοῦ, τὴν θείαν σου χάριν, καὶ βοήθειαν τὴν σεπτήν, τοῖς θερμῶς Λογγίνε, ποθοῦσί σε ἐν πίστει, καὶ τῶν σφαλμάτων αίτει, ἠμῖν συγχῶρησιν.
Θρόνω παριστάμενος τοῦ Χριστοῦ, Λογγίνε τρισμάκαρ, ὡς περίδοξος Ἀθλητής, ἐκτενῶς δυσῶπει, λυτροῦσθαι πᾶσης βλάβης, καὶ πᾶσης ἐπηρείας, τοῦς σὲ γεραίροντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, ἅγιε Λογγίνε θεόφρον, ἐκατοντάρχα σοφέ, δέξαι τᾶς φωνὰς ἠμῶν, καὶ δίδου ἄπασι, τὴν θερμήν σου βοήθειαν, ὠς ἔχων μεγίστην, παῤῥησίαν ἔνδοξε, πρὸς τὸν Σωτήρα Χριστόν, ὄνπερ ἐκτενῶς ἐκδυσῶπει, ἄφεσιν πταισμάτων διδόναι, καὶ παθῶν ἠμῖν τὴν ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Λογγίνε οἰκείωσαι Χριστῷ τῷ Λόγῳ
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.