Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα και Άνάργυρο Ιατρό Μέδικο του Οτρίκολι

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται 26 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἱερῶν Χριστομαρτύρων τὸ κλέος, τῶν ἀναργύρων ἰατρῶν τε ὁ πλοῦτος, ὁ στεφανίτης Μέδικος, στεφθείτω ᾠδαῖς· οὗτος γὰρ τὸ ὄνομα, τοῦ Θεοῦ τοῦ Ἁγίου, θείοις κατορθώμασι, μεγαλύνας ἐν δόξῃ· νῦν μεγαλείων θείων τὴν τιμήν, παρὰ Κυρίου, ἀξίως ἐδέξατο.

Δόξα.
Ἡ Ἰταλία μητρικῶς ὑπαντάτω, τὴν ἑορτὴν τοῦ θεοφόρου Μεδίκου, τοῦ ἰατροῦ καῖ Μάρτυρος, φωτὶ ἱλασμῶν· πόλις τοῦ Ὀρτίκολι, ἐν αὐτῇ τε σκιρτάτῳ, γόνος ἁγιόφυτος, ταύτης οὗτος ὑπάρχει, καὶ Ἐκκλησίαν πᾶσαν δαδουχεῖ, τῇ οὐρανίᾳ, αὐτοῦ τελειότητι.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ᾌδω, Μεδίκου ἰατροῦ, μαρτυρικὰ βραβεῖα. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγώνων τῶν θείων σου τὴν σπουδήν, τῆς σῆς ἀναργύρου, πολιτείας τὴν ἀρετήν, ὦ Μέδικε ᾄδω ἐν αἰνέσει· τὴν ἁρμοστήν σου τιμῶν ἀγαθότητα.

Δανείσας ἐδάνεισας τὸν Θεόν, σὸν πλοῦτον σκορπίσας, εὐποιΐας ἐν παροχαῖς, καὶ γὰρ ἀναργύρων τοῖς νοσοῦσιν, τὴν θεραπείαν προσέφερες Μέδικε.

Ὡς λύχνος ὦ Μέδικε χρυσαυγής, τὴν χώραν αὐγάζεις, Ἰταλίας φωτοπρεπῶς, καὶ πόλιν Ὀτρίκολι σεμνύνεις, ἥτις ὡς μήτηρ καυχάται τῇ δόξῃ σου.

Μεγάλα σοὶ ὄντως καὶ θαυμαστά, ὦ Μέδικε μάκαρ, ἐποιήσατο ὁ Θεός, ὁ μέγας ὑπάρχων ἐν ἰσχύϊ, καὶ μεγαλύνων τοὺς Τοῦτον δοξάζοντας.

Θεοτοκίον.
Ἐλπὶς ἡ βεβαία Χριστιανῶν, τοῦ κόσμου τε τεῖχος, καὶ βεβαία καταφυγή, τῶν ζάλαις δειναῖς χειμαζομένων, σὺ εἶ Μαρία Κυρία τοῦ σύμπαντος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεὰν θεραπείαν τοῖς ἐν δεινοῖς ἔδωκας, Μέδικε Κυρίου θεράπον, φιλανθρωπότατε, ἐν ἀναργύρῳ σπουδῇ, καὶ συμπαθεῖ σου ἀγάπῃ, ἰατρὸς ὡς ἄριστος, καὶ ἱκανώτατος.

Ἰσχυρᾷ σου ἐνστάσει τὸν κραταιὸν Κύριον, ἔμπροσθεν τυράννων ἀθέων, καθωμολόγησας, τούτου ὁρμὴν τὴν σαθράν, ὑπὸ τὴν γῆν ταπεινώσας, πανοπλίτα Μέδικε, καρτερικώτατε.

Κέρδος ἔχω ὡς μέγα τὰ τῆς σαρκὸς βάσανα, θλίψεις ἀλγεινῶν τε ἡγοῦμαι, ὥσπερ ἀπόλαυσιν, τὸ τῆς καμίνου δὲ πῦρ, ὡς δρόσον φέρων ἁγίαν, τοῖς δυνάσταις ἔλεγε, χαίρων ὁ Μέδικος.

Οὐδαμῶς ἐπτοήθης τῶν αἰκισμῶν Μέδικε, τὰς δυσφορωτάτας ὀδύνας, οὐχ ἐδειλίασας, τῆς φυλακῆς τὰ δεσμά, καὶ τὰ ἀνύποιστα ἄλγη, τοῦ Θεοῦ μακάριε, ἐνδυναμοῦντός σε.

Θεοτοκίον.
Ὑψηλότατος θρόνος σὺ εἶ ἁγνὴ Δέσποινα, καὶ τιμιωτάτη καθέδρα, τοῦ Παντοκράτορος, καὶ λογικὸς οὐρανός, τοῦ ἐν Ἁγίοις Ἁγίου, σαῖς χερσὶ βαστάσασα, τοῦτον ὡς νήπιον.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη καὶ νόσους τὰς ψυχοφθόρους, καὶ παράσχου ὡς ἰατρὸς ἀνάργυρος Μέδικε, τὴν ἄφθονον χάριν σῆς συμπαθείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ταμεῖον χρηστῆς ἐδείχθης ἀγαθότητος, πληρότης καλῶν, ἐνθέου μεταδόσεως, ἰατρὲ ἀνάργυρε, θεοφόρε Μέδικε ὄλβιε, τῆς Ἰταλίας εὔσημε υἱέ, τῆς ἄνω πατρίδος ἡ εὐπρέπεια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρότητι τρόπων σου, κόσμον ὡραΐζεις φωτοπρεπέστατα, καὶ ἐκφαίνεις θεῖε Μέδικε, τῶν σεπτῶν σου ἄθλων τὴν λαμπρότητα.

Ἀκωλύτως διέδραμες, τὴν τοῦ μαρτυρίου παλαίστραν Μέδικε, τῷ Θεῷ ἀνατιθέμενος, τὴν ἐλπίδα πᾶσαν τῆς καρδίας σου.

Τιτρωσκόμενος ἔχαιρες, καὶ κατακεντούμενος μάκαρ Μέδικε, ἐν χαρᾷ ἐπαγαλλόμενος, τὸν Θεὸν ηὐλόγεις τὸν Σωτῆρά σου.

Ῥαβδισμοὺς ἐκαρτέρησας, καὶ τὰς ἐπὶ ξύλου ἐτάσεις Μέδικε, ταπεινώσας τῇ ἐνστάσει σου, τοῦ ἐχθροῦ ὀφρὺν τὴν ὑπερήφανον.

Θεοτοκίον.
Ὁρμητήριον ἄκλυστον, τῆς καλῆς ἐλπίδος ὑπάρχεις Δέσποινα, τοῖς ἐν ζάλαις θαλαττεύουσιν, γαληνὴν παρέχουσα ἀνάπαυσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕβριν τῶν ἐχθρῶν, τὴν κακόθεον ἐξύβρισας, τῇ εὐτόλμῳ σου ὦ Μέδικε φωνῇ, καὶ εὐσεβείας, κατετράνωσας τὰ δόγματα.

Μίαν ἐν τρισίν, ὑποστάσεσι θεότητα, προσκυνῶ καὶ μεγαλύνω καὶ τιμῶ, ἐν τῷ σταδίῳ, ὡμολόγησεν ὁ Μέδικος.

Ἄλγη τῇ σαρκί, καὶ ὀδύνας θεῖε Μέδικε, ὡς ἀδάμας καθυπέμεινας στεῤῥός, ἡ δὲ ψυχή σου, ἡ ἁγία ἔστη ἄτρωτος.

Ῥείθροις ἱεροῖς, τῶν αἱμάτων σου ἐφοίνιξας, Ἰταλίας θεῖε Μέδικε τὴν γῆν, ἐξ ἧς τὸν στάχυν, τὸν κατάμεστον ἐθέρισας.

Θεοτοκίον.
Τίς τῶν γηγενῶν, τοῦ σοῦ τόκου τὸν παράδοξον, καὶ ἀπόῤῥητον παρθένε Μαριάμ, εἰπεῖν ἐν λόγοις ἢ ἐν ῥήμασι δυνήσεται.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπέρτερος, τῆς σαρκὸς γεγένησαι, καὶ παθῶν τῶν χαμερπῶν ὑπεράνω, ὅτι τῆς γῆς, τὰ ἡδέα ἠρνήσω, καὶ οὐρανοῖς τὸ πολίτευμα Μέδικε, τὸ σὸν μετέθηκας καλῶς, τοῦ Θεοῦ καθορῶν τὴν τερπνότητα.

Ῥαπίσματα, καρτερήσας Μέδικε, κατεῤῥάπισας ἐχθροῦ τὴν μανίαν, καὶ στεῤῥεάν, τὴν καρδίαν σου ἔχων, πρὸς τὸν Θεὸν τῶν δυνάμεων ἔθραυσας, δαιμόνων ἄστατον ἰσχύν, τοῦ Σταυροῦ θριαμβεύσας τὰ τρόπαια.

Ἰνδάλματα, τὰ τῆς πλάνης ἔπεσον, τῇ ἀπτώτῳ ψυχικῇ σου ἀνδρείᾳ, καὶ ἡ ἰσχύς, τῶν εἰδώλων ἐῤῥάγη, ῥωμαλεότητι σθένους σου Μέδικε, τῆς πίστεως θριαμβευτά, καὶ Θεοῦ τοῦ τῆς δόξης συμμέτοχε.

Κρατούμενος, φυλακῆς εἰς στένωσιν, καὶ εἰς πείνης τὰ δεσμά τε καὶ δίψης· διὰ Χριστοῦ, τοῦ Θεοῦ σου τὸν πόθον, οὐχ ἐσαλεύθης ποσῶς θεῖε Μέδικε· ἀλλ’ ἔψαλλες ἀπὸ ψυχῆς· ἐλευθέρας ᾠδὴν ἐπινίκιον.

Θεοτοκίον.
Ἀνύμφευτε, νυμφοτόκε Δέσποινα, τῶν Ἀγγέλων ἡ τερπνὴ μελῳδία, τῶν γηγενῶν, ἡ ἐλπὶς ἡ βεβαία, τῆς οἰκουμένης τὸ τεῖχος τὸ ἄῤῥηκτον, περίσωζε τὸν σὸν λαόν, ἐκ κινδύνου δεινῆς περιστάσεως.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη καὶ νόσους τὰς ψυχοφθόρους, καὶ παράσχου ὡς ἰατρὸς ἀνάργυρος Μέδικε, τὴν ἄφθονον χάριν σῆς συμπαθείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀσθενείας τὰς σωματικὰς ἐθεράπευες, ἐπιστήμην τὴν ἰατρικὴν μετερχόμενος, ὡς ἀκέστωρ καὶ συμπαθὴς πρὸς πάντας ἀρωγός· διὸ κούφισον καὶ τὰς ἡμῶν, πολυωδύνους συμφοράς, τὰς δεινὰς ἀλγηδόνας τε· Μέδικε ἀναργύρως, παρέχων ἐν μεταδόσει, τὰς εὐμενεῖς σου δωρεάς, ἐν ἐλέει ἀγαθότητος

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. (ι΄ 1, ι΄5-8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τέχνην ἐπιστάμενος, ἰατρικὴν μετὰ κύρους, ἱλαρῶς μετέδωκας, ἀσθενέσι Μέδικε σὴν βοήθειαν· καὶ Θεῷ ἤνεγκας, προσφορὰν θυσίας, τὴν τελείαν σου ἀγάπησιν, αὐτὴν ἀπέδειξας, ἐν μαρτυρικοῖς ἀγωνίσμασιν, ἀνδρείως γὰρ ὑπέμεινας, τὰς ἐν τῷ σταδίῳ σκληρότητας· ὅθεν τὰ βραβεῖα, τῆς ἄνωθεν τιμῆς ἐπιτυχών, τῆς οὐρανίου λαμπρότητος, κοσμεῖς τὴν ὁμήγυριν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βασιλεῖ τῶν αἰώνων ἠκολούθησας χαίρων θεόφρον Μέδικε· διὸ τῶν ἐπιγείων, παρεῖδες βασιλέων, προσταγάς τε καὶ δόγματα, μὴ φοβηθεὶς ἀπειλάς, αὐτῶν ὡς γενναιόφρων.

Ῥιζοτόμος κακίας φυτοκόμος καλῶν τε ἐδείχθης Μέδικε, τὴν πίστιν κατασπείρας, ἐν αὔλαξι ψυχῆς σου, καὶ σκαπάνῃ τῶν ἄθλων σου, καλλιεργήσας αὐτήν, καρπὸν πολὺν συνῆγες.

Ἀναργύρως ἰάσω ἀσθενούντων τὰ πάθη καὶ τὰ νοσήματα, πειθόμενος τοῖς λόγοις, καὶ ἔργοις τοῦ Κυρίου, θεοδίδακτε Μέδικε· Ὃς δωρεὰν ἐπὶ γῆς, ἰάσατο τὰ πλήθη.

Βαρυτίμου ἀξίας τὴν στολὴν ἐνεδύθης παμμάκαρ Μέδικε, ταῖς χρόαις μαρτυρίου, λαμπρῶς πεποικιλμένην, καὶ τῷ κάλλει τῶν ἔργων σου, σὺν Ἀθλοφόροις Θεῷ, ᾠδὰς ἐπισυνάπτων.

Θεοτοκίον.
Ἐγκωμίων προσφέρειν τὰς ᾠδὰς σοὶ Παρθένε ἁγνὴ βουλόμενοι, τὸ χαῖρε τοῦ Ἀγγέλου, βοῶμεν γηθοσύνως, σὺ γὰρ μόνη ἀπήλλαξας, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τὸ γένος τῶν ἀνθρώπων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱστὸν ἀράχνης, καὶ μαραινόμενον ἄνθος, καὶ σκιὰν ἐλογίσω τοῦ κόσμου, Μέδικε τὰ κέρδη, Θεοῦ ἐρῶν τὸν πλοῦτον.

Ἀστὴρ ὡς μέγας, ἀπὸ δυσμῶν ἀνατείλας, τῷ φωτὶ τῶν γενναίων σου ἄθλων, πᾶσαν οἰκουμένην, ὦ Μέδικε φαιδρύνεις.

Ἱδρῶσι θείοις, καὶ ἱεροῖς σου καμάτοις, τῶν ταλάντων ὃν ἔλαβες πλοῦτον, Μέδικε θεόφρον, ἐπηύξησας πλειόνως.

Σκιρτᾷ Μαρτύρων, καὶ τῶν Ἀγγέλων ὁ δῆμος, τῇ σεπτῇ σου ὦ Μέδικε μνήμῃ, τούτων γὰρ τοῖς τρόποις, ἐφάμιλλος ἐδείχθης.

Θεοτοκίον.
Ἱερωτέρα, τῶν Χερουβὶμ Σεραφίμ τε, οὐρανίων ταγμάτων τε πάντων, σὺ τιμιωτέρα, ὑπάρχεις Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διττῶς τὴν τοῦ Κυρίου, Μέδικε ἀγάπην, σὺ ἐπεσφράγισας Τούτου ὡς Μάρτυς σεπτός, ὡς ἰατρὸς συμπαθής τε θεῖε Ἀνάργυρε.

Ὡς ὄρθρος ὡς ἡμέρα, θείας εὐφροσύνης, ἡ ἱερά σου ἐπέστη ἡμῖν ἑορτή, τὰς τῶν πιστῶν διανοίας, Μέδικε θέλγουσα.

Ῥοαῖς τῶν σῶν αἱμάτων, γῆν τῆς Ἰταλίας, ἁγιωτάτως ποτίσας πλουσίως καρπόν, τῆς ἱερᾶς θημωνίας ἔδωκας Μέδικε.

Ἀνάργυρος τοῖς τρόποις, Μέδικε ὑπάρχων, ἐν μεταδόσει ἀγάπης τὴν ῥῶσιν πολοῖς, χριστομιμήτως παρέχεις, μεθ’ ἱλαρότητος.

Θεοτοκίον.
Στερέωμα καὶ τεῖχος, φύλαξ τε καὶ σκέπη, καὶ φοβερὰ προστασία, τοῦ κόσμου παντός, σὺ εἶ παρθένε Μαρία, θεομακάριστε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ θεράπων ὁ συμπαθής· χαίροις τοῦ Κυρίου, στρατιώτης ὁ εὐσθενής· χαίροις Ἐκκλησίας, ὁ μέγας στεφανίτης, τῆς πίστεως ἀδάμας, ἔνδοξε Μέδικε.

ᾌσωμεν ἐν σάλπιγγι ψυχικῇ, χείλεσιν ἁγνοῖς τε, καὶ αἰνέσεως ἐν φωνῇ, Μέδικον τὸν δόξης, στολῇ τετιμημένον, εἰς ὕψος ἀναβάντα, τῆς τελειότητος.

Ἴδωμεν τῆς πίστεως τοῦ Χριστοῦ, ἔργα τὰ μεγάλα, καὶ τὰ ἄπειρα θαυμαστά, ἃ τῇ θεοσδότῳ, ἐπέτυχε δυνάμει, ὁ Μέδικος ὁ ἄθλων, θείων ἐπάξιος.

Ῥώμῃ τοῦ Κυρίου τῇ κραταιᾷ, Μέδικε δαιμόνων, ἐτραυμάτισας τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, διέλυσας τοῦ σκότους, προβάλλων πολιτείαν, τὴν οὐρανόφωτον.

Ἔχαιρε τὸ πάλαι μητροπρεπῶς, χώρα Ἰταλίας, ἀναδείξει σου τῇ σεπτῇ· χαίρει ὑπερθέως, Ἐδὲμ ἡ οὐρανία, τῷ κάλλει τῆς ψυχῆς σου, ἔκλαμπρε Μέδικε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ἀναργύρων ἰατρῶν, ὁ ὑπερτελέστατος πλοῦτος, καὶ ἀκριβὴς θησαυρός, πίστεως ἁγίας τε, ταμεῖον ἄσυλον, τῆς ἀγάπης πρὸς Κύριον, ἀκίβδηλον χρῆμα, θείας ἀντιδόσεως, τὸ μέγα τίμημα· χαίροις, ὁ χρυσοὺς μαργαρίτης, τῆς θεοπαγοῦς Ἐκκλησίας, Μέδικε θεόφρον παναοίδιμε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.