Παρακλητικός Κανών εις τον Άγιο Μάξιμο τον Ομολογητή
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζεται στις 21 Ιανουαρίου
Η Ανακομιδή και μετάθεση του Λειψάνου του Οσίου Μάξιμου του Ομολογητή εορτάζεται στις 13 Αυγούστου, ενώ η μνήμη του επαναλαμβάνεται στις 20 Σεπτεμβρίου.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν φιλεόρτων ἡ πληθὺς εὐφροσύνως, ἐγκωμιάσωμεν προθύμως τοὺς ἄθλους, καὶ ἀρετῶν τὰ τρόπαια Μαξίμου σοφοῦ· οὗτος γὰρ τρανώς διέλαμψε, θεηγόρων σεπτοῖς χοροῖς, φύσεις τοῦ Χριστοῦ διττός, ἀκριβῶς δογματίσας· καὶ ὑπὲρ Τούτου γλῶσσαν σὺν χειρί, δώσας ἐμφρόνως, τὸ στέφος ἐδέξατο.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Τὸν μέγαν Ὁμολογητὴν Μάξιμον γεραίρω, Ισιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸ ὄμμα ἐπαίρω μου τῆς ψυχῆς, πρὸς σε ἐκζητοῦσα, τὴν βεβαίαν σου ἀρωγήν, τοῦ στέψαι ἐν ὕμνοις ἐγκωμίων, τὴν σὴν πανήγυριν μέγιστε Μάξιμε.
Ὁ χείραν καὶ γλῶτταν διὰ Χριστόν, τμηθεὶς Θεομάκαρ, ἱκεσίαις σου ἱεραῖς, τὴν χείραν σὺν γλώττῃ τράνωσόν μου, τοῦ ἐν γραφαῖς μελῳδεῖν τοὺς ἀγῶνας σου.
Νόος μου τὸ σκότος καὶ τῆς ψυχῆς, ἀπέλασον Πάτερ, ὡς ἂν βλέψω τρανώς τὸ φῶς, τὸ πάντα τὸν κόσμον καταυγάζων, ταῖς φωτοφόροις πρεσβείαις σου Μάξιμε.
Θεοτοκίον.
Μερίδος τυχεῖν με τῆς δεξιάς, ἀξίωσον Κόρη, θεονύμφευτε Μαριάμ, ταῖς σαῖς εὐπροσδέκτοις μεσιτείαις, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐγκρατείας τοῖς τρόποις, πολιτευθεὶς Ὅσιε, τῇ συντονωτάτω ἀσκήσει, ψυχὴν ἐλάμπρυνας, καὶ πολιτεία σεμνῇ, Θεὸν κατηύφρανας Πάτερ, ὃν ἀεὶ ἱκέτευε, πάντιμε Μάξιμε.
Γαληνὸν εἰς λιμένα, καὶ ἀσφαλῆ Μάξιμε, τὰς τῶν πιστευόντων καρδίας, σὺ ἐγκαθώρμισας, καὶ διδαχαῖς σου σοφαῖς, Χριστῷ συνήρμοσας Μάκαρ, ὃν Θεὸν καὶ ἄνθρωπον, ἐθεολόγησας.
Ἀγαπήσας ἐκ πόθου, τὸν τοῦ παντὸς Κύριον, κόσμον ἀπηρνήσω προθύμως, καὶ δόξαν ῥέουσαν, καὶ Μοναζόντων σεπτόν, κατηκολούθησας βίον, ἔνθα ἐνδιέλαμψας, πάμφωτε Μάξιμε.
Θεοτοκίον.
Νοερῶν στρατευμάτων, συναγωγαὶ ἅπασαι, σε τὴν τετοκυῖαν ἀφράστως, Χριστόν τὸν Κύριον, ταῖς ἀσιγήτοις φωναῖς, ὑμνολογοῦσι Παρθένε, καὶ πιστῶν συστήματα, σὲ μεγαλύνουσι.
Ἀνάγαγε, σὺν παῤῥησία πρὸς Κύριον τὴν σὴν χεῖρα, ἢν ἐξέτεμες δι’ Αὑτόν, πταισμάτων αἰτούμενος, τὴν ἄφεσιν πᾶσι καὶ σωτηρίαν.
Ἐπίβλεψον ἐν εὐμένεια, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεόν, τοῖς πᾶσι διετράνωσας, καὶ θλίψεις πολλάς, καὶ πόνους ἐκαρτέρησας, πρὸς Αὐτὸν τὴν δέησιν θεοφόρε Μάξιμε ποίησον, τοῦ δωρηθῆναι πᾶσιν ἱλασμόν, καὶ χάριν τηρεῖν Αὐτοῦ προστάγματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐρανίῳ φρονήματι, ἐπὶ γῆς ὦ Μάξιμε πεπολίτευσαι, ἐν νηστείαις καὶ δεήσεσι, σὺν Ἀγγέλοις ὅθεν συναγάλλεσαι.
Μαστιγώσεις ὑπέμεινας, τοῦ Χριστοῦ τῷ φίλτρῳ ἐνδυναμούμενος, Τοῦτον Μάξιμε ἱκέτευε, ἱλασμὸν δοθῆναι τοῖς τιμῶσί σε.
Ὀρθοδόξοις σου δόγμασι, πίστιν τὴν ἀμώμητον ἐπεστήριξας, καὶ σοφαῖς διδασκαλίαις σου, πᾶσι πλοῦτον Μάξιμε μετέδωκας.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ σου, καταδίκης Πάναγνε τοῦ προπάτορος, τὴν φωνὴν τοῦ Ἀρχαγγέλου σοι, χαῖρε πόθῳ πάντες ἀνακράζομεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄργανον τερπνόν, τοῦ Ἁγίου πάτερ Πνεύματος, ὑπηχούμενον οὐράνιον ᾠδήν, Μάξιμε θεῖε, καὶ φωστὴρ λαμπρὸς γεγένησαι.
Γῆρας εἰς βαθύ, τὰς βασάνους ἐκαρτέρησας, καὶ πικρίαν ἐξορίας χαλεπῆς, σὺν τῇ δυάδι, μαθητῶν σου παναοίδιμε.
ᾜσχυνας ἐχθρόν, τῇ καλὴ ὁμολογία σου, καὶ διέλυσας αὐτοῦ τὰς μηχανάς, Χριστοῦ δυνάμει, τοῦ κρατύναντος σε Μάξιμε.
Θεοτοκίον.
Τεῖχος τῶν πιστῶν, τὸ στεῤῥὸν τε καὶ ἀπόρθητον, καὶ πανεύδιον λιμένα ἐν δεινοῖς, παρθενομῆτορ, Μαριάμ σὲ ἐπεγνώκαμεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ γλῶσσα σου, γραμματέως κάλαμος, ὀξυγράφου ἀληθῶς ἀνεδείχθη, καλλιγραφοῦσα διδάγματα θείᾳ, καὶ τὸν Χριστὸν ὡς Θεὸν καταγγελοῦσα, ἱκέτευε Τοῦτον ἀεί, ὑπὲρ πάντων παμμέγιστε Μάξιμε.
Νεούργησας, Μοναστῶν συστήματα, τῇ σοφῇ καὶ θεοῤῥύτῳ σου γνώσει, καθοδηγῶν πρὸς νομὰς αἰωνίους, ἐπισφραγίζων τῇ πράξει τοὺς λόγους σου, ὦ Μάξιμε καθηγητά, τῆς ἐρήμου καὶ θεῖον ἀγλάισμα.
Μαρτύριον, εὐσθενῶς ὑπήνεγκας, κραταιούμενος Σταυροῦ τῇ δυνάμει, καὶ Μαθητὰς ἐδραιώσας τῇ πίστει, πρὸς τοὺς ἀγῶνας ὑπῆλθον γηθόμενοι, συμμέτοχοι καὶ τῆς χαράς, τῆς ἀλήκτου γενόμενοι Μάξιμε.
Θεοτοκίον.
Ἀγκάλαις σου, τὸν Θεὸν ἐβάστασας, ὃν φρικτῶς ἐναπεκύησας Κόρη, Τούτῳ Ἁγνή, τὰς ἀχράντους σου χεῖρας, ὑπὲρ ἡμῶν ἐκτενῶς ἀναπέτασον, τὴν χάριν καὶ τὸν ἱλασμόν, αἰτουμένη τοῖς πόθῳ ὑμνοῦσί σε.
Ἀνάγαγε, σὺν παῤῥησία πρὸς Κύριον τὴν σὴν χεῖρα, ἣν ἐξέτεμες δι’ Αὑτὸν πταισμάτων αἰτούμενος, τὴν ἄφεσιν πᾶσι καὶ σωτηρίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ὀρθοδόξων φαεινὸς φωστὴρ ἀναδέδειξαι, καὶ τὸ σκότος τῶν αἱρετικῶν ἀπεμείωσας, διδαχαῖς σου φωτιστικαῖς στηρίζων τοὺς πιστούς, διὸ στήριξον ἡμᾶς σοφέ, εἰς τὸ λατρεύειν ἀληθῶς, τὸν Θεάνθρωπον Κύριον Μάξιμε θεοφόρε, τὸ κλέος θεολογούντων καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ, τὸ γενναῖον ἀκροθίνιον.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οίκφ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ’, 8 -12).
Εἶπεν ὁ Κύριος· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὑτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δε ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ· καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὑτῷ· τῷ δε εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται· ὅταν δε προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πὼς ἤ τί ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὑτῇ τῇ ὤρα ἆ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β’. Ὅλην ἀποθέμενοι.
Θλίψεις ἐκαρτέρησας, καὶ χαλεπὰς ἐξορίας, τῆς εἱρκτῆς τὴν στένωσιν, ἀπτοήτῳ Μάξιμε τῷ φρονήματι· τῆς σαρκὸς κάκωσιν, καὶ μαστιγῶν πόνους, καὶ τῆς γλώσσης τὴν ἀφαίρεσιν, χειρός τὴν ἔκπτωσιν, τῆς καλλιγραφούσης τὰ κρείττονα, Χριστὸν Θεὸν καὶ ἄνθρωπον, σάλπιγγι τρανὴ ὡμολόγησας· Τοῦτον ἐκδυσώπει, τὴν χάριν ἡμῖν δοῦναι δαψιλῶς, διαφυλάττειν προστάγματα, Αὐτοῦ τὰ σωτήρια
Σῶσον ὁ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Oι ἐκ τῆς Ἰουδαίας.
Ξηράνας τοῖς σοῖς λόγοις, τὴν τῆς πλάνης φυτείαν, Μάξιμε πάντιμε, Χριστοῦ τὸν θεῖον σπόρον, πιστῶν ἐν ταῖς καρδίαις, ἀληθῶς ἐνεφύτευσας· ὁμολογούντων Αὐτόν, Θεὸν εἰς τοὺς αἰῶνας.
Ἱερὰς πολιτείας, τοὺς ἀγῶνας τιμῶντες κατασπαζώμεθα, καμάτων σου τοὺς ἄθλους, τὰς θλίψεις καὶ τοὺς πόνους, μαρτυρίου τε στίγματα· δι’ ὢν δοξάζεις Θεόν, Μάξιμε εἰς αἰῶνας.
Μελετῶν οὐκ ἐπαύσω, ἐν νυκτὶ καὶ ἡμέρα Χριστοῦ προστάγματα, ὡς φῶς Μάξιμε φαίνον, καὶ πόλις ἐπὶ ὄρους, τοῖς πιστοῖς ἀπαστράπτουσα· τοῦ ἀνεσπέρου φωτός, τὴν αἴγλην εἰς αἰῶνας.
Θεοτοκίον.
Οὐρανῶν Πλατυτέρα, Χερουβεὶμ ὑπερτέρα καὶ πάσης κτίσεως, Ὑπερενδοξοτέρα, ὡς οὖσα Θεοτόκε, τὴν φωνήν σοι προσᾴδομεν, τοῦ Ἀρχαγγέλου Ἁγνή, τὸ χαῖρε εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα
Νέκταρ τὸ θεῖον, ἐκ διδαχῶν σου ἀντλοῦμεν, τῶν ψυχῶν καταπαῦον τὴν δίψαν, Μάξιμε ἡ κρήνη, ναμάτων ζωηρύτων.
Γλῶσσαν σου θείαν, διὰ Χριστὸν ἀπετμήθης, ἀλλ’ Αὐτὸν οὐκ ἐπαύσω κηρύττειν, Μάξιμε παμμάκαρ, τοῦ Πνεύματος ἡ λύρα.
Ἐπάρας ὄμμα, τῆς διανοίας σου Πάτερ, τὰ οὐράνια κάλλη ἐώρας, ἔνθα τῶν Ἀγγέλων, χοροὶ Θεὸν ὑμνοῦσιν.
Θεοτοκίον.
Ῥήσεις ἁπάντων, προφητευόντων Παρθένε, ἐπί σοι ἀληθῶς ἐκπληροῦνται, τίκτεις γὰρ τὸν πάντων, Θεὸν καὶ Βασιλέα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπάρας ἐκ τῶν τῆδε, Μάξιμε θεόφορον, νῦν συναγάλλει Ὁσίοις εἰς θείας σκηνᾷς, ἔνθα τρισήλιον φάος, χαρὰ τε ἄληκτος.
Ἰδόντες τῷ σῷ τάφῳ, λάμψιν τριφεγγούσαν, σὴν πρὸς Θεὸν παῤῥησίαν ἐπέγνων σοφέ, ὅθεν Αὑτὸν ἐπευλογοῦν, Μάξιμε ἔνδοξε.
Ῥεόντων τὰ ἑστῶτα, Μάξιμε ἠλλάξω, ὡς οὐρανόφρων καὶ μέγας καὶ θεῖος ἀνήρ, ὅθεν ἡμᾶς ἐκδιδάσκεις, ζητεῖν τὰ μένοντα.
Θεοτοκίον.
Ὠράθης ὦ Παρθένε, γέφυρα καὶ κλῖμαξ, καὶ ἀχωρήτου χωρίον καὶ πύλη Θεοῦ, δι’ ᾖς διῆλθε ὁ Λόγος, καὶ σάρκα εἴληφε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μάξιμε Πατέρων ἡ καλλονῇ, κάλλους ἀπροσίτου καταξίωσον σαῖς λιταῖς, πάντας τοὺς τιμῶντας, ἐκ πόθου τὴν σὴν μνήμην, καὶ χάριν σου αἰτοῦντας τὴν ἀδαπάνητον.
Θησαυρὸν πολύτιμον καὶ σεπτόν, ἔχομεν παμμάκαρ τοὺς σοὺς λόγους τοὺς ἱερούς, καύχημα δὲ μέγα, σαρκός σου τὰς αἰκίσεις, δι’ ὢν Θεὸν δοξάζεις τὸν σὲ δοξάσαντα.
Πρέσβυν σὲ προβάλλομαι πρὸς Θεόν, Μάξιμε θεόφρον, ἵνα τύχω τοῦ ἱλασμοῦ, σθένος δὲ αἰτοῦμαι Αὐτοῦ ἀκολουθήσαι, τρίβους τὰς ὁδηγούσας εἰς φῶς τῆς γνώσεως.
Μάστιγας ὑπέμεινας καρτερῶς, γλώσσης θεολόγου καὶ χειρός τὴν ἀποκοπήν, θλίψεις ἐξορίας πικρίαν τε βασάνων, φίλτρῳ τῷ τοῦ Κυρίου, ὃν ὡμολόγησας.
Ἴθυνον εὐχαῖς σου πάντας ἡμᾶς, ὁ ἰθύνας Πάτερ μοναζόντων σεπτοὺς χορούς, ἔνθα τῶν Ἀγγέλων λαμπραὶ χοροστασίαι, καὶ πάντων σῳζομένων σκηναὶ αἱ πάμφωτοι.
Ἄγγελος καθάπερ ἐπί τῆς γῆς, ἔζησας μαράνας τὰ σκιρτήματα τῆς σαρκός, Μάξιμε λαμπρύνας, στολὴν ψυχῆς σου θείας, ἢν εἰς σκηνᾷς ἀΰλους Χριστὸς ἐδέξατο.
Λόγοις σου πανσόφοις καὶ ἱεροῖς, ἔθρεψας καρδίας πιστευόντων καὶ πρὸς ὁδόν, Πάτερ ἀληθείας, ὁδηγήσας διδάξας, Χριστὸν πιστῶς λατρεύειν, Θεὸν καὶ ἄνθρωπον.
Πόθῳ ἀνυμνοῦμέν σε ἀθλητά, Μάξιμε στεῤῥόφρον, τὸν βαδίσαντα ἀκλινῶς, τρίβον στενοτάτην, ἐνδόξου μαρτυρίου, Χριστοῦ τῷ θείῳ σθένει ἐνδυναμούμενος.
Στέφανον ἀμάραντον καὶ λαμπρόν, τῆς ὁμολογίας, ἐστεφάνωσαι θαυμαστῶς, ἐκ χειρὸς Κυρίου, ὃν Μάξιμε δυσώπει, στέφανον θείας δόξης ἡμῖν δωρήσασθαι.
Κάλλη τὰ ἀθέατα καθορῶν, καὶ Θεῶ προσόδων ἀεννάως τερπνὴν ᾠδήν, δέχου ὑμνῳδίαν, πτωχῶν μου ἐκ χειλέων, Μάξιμε καὶ Κυρίῳ, ταύτην προσάγαγε.
Μέγιστος τῷ ὄντι καὶ ἱερός, ἀνεδείχθης πάτερ, μεγαλύνας βίῳ τῷ σῷ, τὸν κοινὸν Δεσπότην, Αὐτῷ ταῖς σαῖς πρεσβείαις, Μάξιμε θεομάκαρ, πάντας οἰκείωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μοναζόντων χορείας ἡγήσω Μάξιμε, καὶ τοῦ Κυρίου τὰς φύσεις, διατρανῶν τοῖς πιστοῖς, ὡμολόγησας Αὐτὸν Θεὸν καὶ ἄνθρωπον, σάρκα λαβόντα δι’ ἡμᾶς, δι’ ἀγάπην δὲ Αὐτοῦ, τὴν χείραν ἐναπετμήθης, καὶ τὴν γλῶτταν θεολογοῦσαν, τῆς σωτηρίας τὰς εὐθείας ὁδούς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις τῶν Ὁσίων καλλονῇ, Ὁμολογητῶν ἡ λαμπρότης, τῶν Θεολόγων κρηπίς, Μάξιμε παμμέγιστε βροτοὺς Ἀγγέλους τε· τοῖς σοῖς ἄθλοις ἐξέπληξας, Χριστοῦ γὰρ τῷ πόθῳ, πόνους ἐκαρτέρησας, ἐν γενναιότητι· ταύτᾳ εἰς πρεσβείαν προσάγου, πᾶσιν ἐξαιτούμενος χάριν, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.