Παρακλητικός Κανόνας εις τον Άγιο ένδοξο Νεομάρτυρα Ευγένιο τον Ρώσο
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσης
†Εορτάζεται στις 23 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Ῥωσίας ἐν ἐσχάτοις τοῖς χρόνοις, ὡς ἱλαρώτατος ἀστὴρ ἀνατείλας, ὁ ἀθλητὴς Εὐγένιος λαμπρύνει τὴν γῆν, θείαις ὡραιότησι, τῆς αὐτοῦ καρτερίας, ὅτι οὐχ ὑπέκυψε ἀπειλαῖς τῶν βαρβάρων, ἐπὶ τοῦ στήθους φέρων τὸν Σταυρόν, καὶ μεγαλύνας τὸ σθένος τῆς πίστεως.
Δόξα.
Αἱ τῶν Ἀγγέλων ἐπαγάλλονται τάξεις, καὶ συνευφραίνονται χοροί τῶν μαρτύρων, τώ Εὐγενίῳ ᾄδοντες τὸ Ρώσσο ᾠδήν, οὕτως γὰρ νεότητος τὴν ἀκμὴν καὶ τὸ ἄνθος, ὄναρ λογισάμενος τῷ Χριστῷ ἐστρατεύθη, τῇ κεφαλήν τὸ ξίφει ἐκτμηθεὶς καὶ βασιλείαν, κερδίσας αἰώνιος.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐγενίου Ρώσου ᾄδω τὴν ἰσχύν. Ισιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐγένιος Ρῶσος ὁ ἀθλητής, βοᾶ ἐν ἰσχύει, καὶ δυνάμει μαρτυρικῇ, ἐξ’ ὅλης καρδίας τῷ Κυρίῳ, εἰλικρινῇ πεποιθήσει πιστεύσατε.
Ὑβρισθεὶς Εὐγένιε ἀπηνῶς, δεινῶς ἐπληγώθεις, ῥαβδιζόμενος τῇ σαρκί, ἀλλ’ ἔστης ἀνδρείως ὡς ἀδάμας, ἔχων Χριστὸν κραταιῶς δυναμοῦντας σε.
Γνωσθεὶς ἐν τῇ ἔθνεσι πανταχοῦ, ἡ ἄκαμπτος τόλμῃ, καὶ τὸ θάρρος τῷ ἀνδρικῷ, τοῦ Μάρτυρος νέου Εὐγενίου, τὸν παλαιὸν πτερνιστὴν γὰρ συνέτριψες.
Θεοτοκίον.
Ἐλάβομεν πάλιν διὰ τῆς σῆς, λοχείας Παρθένε, ἀπειρόγαμε Μαριάμ, τὴν δόξαν τῆς ἄνω βασιλείας, καὶ συμπολῖται Ἀγγέλων γεγόναμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεανίαις σκιρτώσῃ τῇ εὐκλεῆ μνήμην σου, Ἅγιε Εὐγένιε μάρτυς, τύπον σε ἔχοντες, καὶ ἀσφαλῆ ὁδηγόν, ἐν τῇ τοῦ βίου πορεία, παρὰ σου τὰ κρείττονα ἐκδιδασκόμενοι.
Ἱεροῖς εὐφημοῦσι τὰ ἱερὰ τρόπαια, τῶν θεοφιλῶν σου ἀγώνων, μάρτυς Εὐγένιε, καὶ συγκαλοῦσι πιστῶν, τὰ χριστεπώνυμα πλήθει, ἁρμοδίοις ἄσμασιν ἐγκωμιάσαι σε.
Ὁ Σταυρὸς Εὐγενίου ὂν ἐκ παιδὸς ἔφερε, μετὰ παῤῥησίας τῷ στῆθι τοῦτο ἐγένετο, χειραγωγὸς ἐν ὁδό, τῇ σταυρικῇ τῶν ἀγώνων, καὶ χαρὰς συνήγορος, τῆς Ἀναστάσεως.
Θεοτοκίον.
Ὑμνῳδίαις ἐνθέοις τῇ Μαριάμ στέψωμεν, τὴν εὐλογημένη Παρθένῳ, καὶ Ὑπερύμνητον, Χαίροις αὐτῇ πρεπωδός, μετ’ εὐφροσύνης βοῶντες, ὅτι λύπης ἔλυσεν τῇ σκυθρωπότητα.
Ἐνίσχυσον, ἡμᾶς βαστάζειν τοῦ βίου τὰς περιστάσεις, ὁ βαστάσας καρτερικῶς, ἐχθρῶν τὴν ὠμότητα, Εὐγένιε Ρῶσε γενναίομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τυράννων σκληρῷ τὸ θράσος κατενίκησας, ὁ θεῖος Σταυρός, Κυρίου γὰρ Εὐγένιε, ἐκ παιδὸς ὂν ἔφερες ἐπὶ στήθους ὁδὸν καὶ δύναμιν, καὶ καρτερίας ἄθραυστον ἰσχύν, βαστάσαι τοῦ ξίφους τὴν δριμύτητα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥωμαλέον τὸ φρόνημα, ἔσχες τῆς καρδίας ὦ Εὐγένιε, καὶ ἀλύγιστον τὴν γνώμην σου, τῷ Θεῷ στηρίξας τὴν ἐλπίδα σου.
Ὡς ἀδάμας Εὐγένιε, ἔστης τίς οδύνες τοῦ μαρτυρίου σου, καὶ ἐβόας τῷ Κυρίῳ σου, ἀπὸ σου οὐδέποτε χωρίζομαι.
Στρατιώτης ἀήττητος, καὶ Χριστοῦ ὁπλίτης ἀκαταγώνιστος, σὺ ὑπῆρξας ἐκ νεότητος, ἄθλητα τῆς πίστεως Εὐγένιε.
Θεοτοκίον.
Εἰ τῆς φύσεως λέλυνται, νόμοι ἐν τῷ τόκῳ σου Μητροπάρθενε, Παναγία ὡς κυήσασα, τὸν Θεὸν καὶ μείνασα Πανάφθορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕβριν διωκτῶν, τῇ πυγμῇ σου ἐταπείνωσας, ὦ Εὐγένιε γενναῖε ἀθλητά, καὶ σοφία τὴν ἐξ’ ὕψους ἐμεγάλυνας.
Ἅγιε ὁρτήν, ἡ Ῥωσία καὶ ἡ σύναξιν, πανευφρόσυνων τὰ πέρατα καλεῖν, τοῦ Εὐγενίου εὐφημήσαι τὰ παλαίσματα.
Δέχου ὦ Θεέ, ὁ Εὐγένιος ἐβόησε, τὴν κοπεῖσαν μου τῷ ξίφει κεφαλήν, ἢν σὺ προσφέρω τῆς ἀγάπης σου ἀντάλλαγμα.
Θεοτοκίον.
Ὦ τὸν Ὑπὲρ νοῦν, καὶ ἀῤῥήτων μυστηρίων σου, ἀπείρανδρος γὰρ τεκοῦσα τὸν Θεόν, πάλιν ἁγνεύεις Παναγία ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τοὺς ἄθλους σου, τοὺς μακροὺς Εὐγένιε, νεομάρτυς μεγαλύνωμεν ὕμνοις, ὅτι φωνὴ σθεναρᾷ καὶ μεγάλῃ, τὰ τοῦ Θεοῦ μεγαλείᾳ ἀνύμνησας, καὶ ἔδειξας ἡμῖν τρανώς, τὴν ἰσχύν τῆς μεγάλης τῆς πίστεως.
Ἡ γνώμη σου, τῷ Θεῷ διέμεινεν, ἀμετάθετος Εὐγένιε μάρτυς, καὶ πρὸς αὐτὸν ἀνεβόας ἀπαύστως, τῆς σῆς ἀγάπης οὐδὲν προτετίμηκα, οὐδείς τὴν δόξαν καὶ τιμήν, οὐδὲν πλοῦτον οὐδὲν ἀξιώματα.
Νηφάλιον, τῆς ψυχῆς τὸ πρόσωπον, εἰρηναίαν τὴν καρδίᾳ σου ἔσχες, ἐν τῷ καιρῷ τῶν πικρῶν ἀλγηδόνων, φυλακισθεὶς τε ἀδούλωτος ἔμεινας, Εὐγένιε καὶ τῷ Θεῷ, προσομιλεῖς οἰκεία ἐγγύτητι.
Θεοτοκίον.
Ἰδίαις σου, ἐν χερσὶν ἐβάστασας, τὸν Δεσπότην τοῦ παντὸς Παναγία, καὶ οὐρανῶν Πλατυτέρα ἐγένου, Ἀγγελικῶν στρατιῶν Υπερτέρατε, δίωκε πάντες εὐλαβῶς, τῆς καρδίας τὸ γόνυ σοι κάμπτομεν.
Ἐνίσχυσον, ἡμᾶς βαστάζειν τοῦ βίου τὰς περιστάσεις, ὁ βαστάσας καρτερικῶς, ἐχθρῶν τὴν ὠμότητα, Εὐγένιε Ρῶσε γενναίομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μετὰ σθένους ἀῤῥενοπρεποῦς ἐκαρτέρησας, τὰς βασάνου ἐν τῇ φυλακὴ ὦ Εὐγένιε, οὐχ ἐκάμφθης ταῖς ἀλγειναῖς ῥαβδώσεων πλῆγες βοῶν, ὅλης σου ἀπὸ ψυχῆς, τῷ ἀθλοθέτῃ σου Θεῶ, ἀπό σου οὐχ χωρίζομεν, ἔγνωκα πως ἰσχύειν, ἡ πιστῆς τῶν Ὀρθοδόξων, καὶ οὐχ ἀρνήσομαι αὐτήν, κἄν’ τὸ ξίφος τελειώσῃ με.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῆ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα’, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥώσοι ἐπαγάλλονται, τοῖς ἱεροῖς σου ἀγῶσιν, ἀθλητὰ Εὐγένιε, καὶ τῆς γῆς τὰ πέρατα, συνευφραίνονται, οἱ πιστοὶ ἐπαινῶν, ἐν τιμὴ καὶ δόξῃ, κατὰ χρέος προσφωνοῦμεν σοι, καὶ γὰρ ἐνίκησας, τῇ βαρβαρικὴν ἰταμότητα, οὐδόλως ἐδειλίασας, ταῖς πολυδεέσιν στρεβλότησι, ἔχων βοηθῶν σου, Κυρίου σου τὸν τίμιον Σταυρόν, ὂν ἐν τῷ στῆθι σου ἔφερες, τῆς πίστεως σύμβολον.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σεβασμίᾳ ἡ χάρις, τῶν πολλῶν σου θαυμάτων μάρτυς Εὐγένιε, κουφίζεις γὰρ τὰ ἄλγη, τῶν νόσοις καμπτομένων, τὶς ἐν λύπαις παρίστασαι, ἐπικουφίζων αὐτούς, τῇ σῇ ἐπιστασία.
Χαριτόπλωκα ἄνθη, ἐξ’ ἀσμάτων ἐνθέων τὴν μνήμην πλέκομεν, τοῦ μάρτυρος τοῦ νέου, τοῦ Ρώσου Εὐγενίου, πρὸς αὐτόν ἀνακράζοντες· Χαίροις Χριστοῦ τοῦ Θεοῦ, γενναῖε στρατιῶτα.
Ὑψηλόφρονα γνώμην, τῶν ἀγρίων Τσετσένων ἀπεσκωράκισας, ἀνδρείας σου τῇ τόλμη, καὶ πίστεως τῷ σθένει, ἀθλητάρχα Εὐγένιε, ἀναδεχθεὶς ἐκ Θεοῦ, τῶν στέφανο τῆς νίκης.
Θεοτοκίον.
Νεκρωθέντα τῷ βέλη, τῷ πικρῷ τοῦ θανάτου ἡμᾶς ἐζώωσας, Παρθένε Παναγία, τεκοῦσα Ζωοδότην, καὶ Σωτήραν καὶ Κύριον, τοῦ Παραδείσου ἡμῖν, ἀνοίξαντα τὰς πύλας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ Ἀγγέλων, αἱ στρατιαὶ Εὐγενίου, νεομάρτυρος Ρώσου τὴν μνήμην, ᾄδουσι τοὺς ὕμνους, χαρὰ ἀνεκλαλήτῳ.
Σκεῦος ἐδείχθεις, τῆς ἐκλογῇς τῆς τιμίας, ὦ Εὐγένιε ἔνδοξε μάρτυς, εὔχρηστον εἰς ἄθλων, μεγάλων τὰς ἐκβάσεις.
Ἰδὼν ἢν ἔσχες, ἐν τῇ καρδίαν σου πιστήν, ὁ Θεὸς ἤνοιξε σοι τὸ δρόμῳ, τῶν τοῦ μαρτυρίου, Εὐγένιε παμμάκαρ.
Θεοτοκίον.
Δικαίων ῥύσις, καὶ προφητῶν προσδοκίαι, ἐπὶ σοὶ Παναγία παρθένε, εὗρον κατὰ χάριν, πληρότητος τὸ πέρας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὦ τόλμης ὦ ἀνδρείας, ὦ τῆς εὐψυχίας, ὦ τῆς ἀκάμπτου πυγμήν σου ἢν ἔσχες καλῶς, ἐν τῇ στεῤῥά σου ἄθλησι, μάρτυς Εὐγένιε.
Ῥᾳδίως τελειώσας, τρίβον τεθλιμμένην, μετ’ εὐφροσύνης μετέβεις εἰς ἄνω ζωῆς, τὰς αἰωνίους σκηνώσεις, μάρτυς Εὐγένιε.
Ἀγάλλου ἡ Ῥωσία, τῇ τοῦ Εὐγενίου, τοῦ σοῦ Υἱοῦ ἀναδείξει καὶ παιδαῖς ὁμοῦ, ἡ τῆς Ἑλλάδος σκιρτάται, συνευφραινόμενοι.
Θεοτοκίον.
Συνάπτονται τὰ κάτω, τοῖς ἐπουρανίοις, τὴν ὑπὲρ νοῦν σου καὶ ῥύσι Παρθένε ἁγνή, καὶ οἱ βροτοὶ τοῖς Ἀγγέλοις, συνεπαγάλλονται.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
οὗ ἡ ἀκροστιχίς· Χαίρε Νεομάρτυς.
Χαίροις καρτερόψυχε ἄθλητα, νέε στρατιῶτα, παρατάξεως τοῦ Χριστοῦ, Χαίροις τῆς Ῥωσίας υἱὲ ἠγλαισμένε, Εὐγένιε ὁπλῖτα ἀκαταμάχητε.
Ἀγγέλοις βραβεύουσι ἐν τιμῇ, σου τὰς ἀριστείας, ὦ Εὐγένιε τὰς λαμπρᾶς, ἀνθρώποις συνάμα θαυμάζουσιν ἐνθάδε, τῶν θείων σου ἀγώνων τὰ νικητήρια.
Ἴδωμεν Εὐγένιον πως ὀφρύν, θραύει κατὰ κράτος, τῶν ἀθέων ἀγαρηνῶν, τοῦτον τὴν ἀνδρείαν ζηλώσωμεν ἔνθεος, σπουδὴν ἐπί τὴν πιστὴν ἐπιδεικνύοντας.
Ῥᾷον ἐτελείωσας τὴν ὁδόν, τῶν ἀγωνισμάτων, ὦ Εὐγένιε τὴν στενήν, φθάσας εἰς τὸ πλάτος, θεοῦ τῆς Βασιλείας, καὶ δόξης τῷ στεφάνῳ κατακοσμούμενος.
Εύγεσι Εὐγένιε κραταιέ, ὅτι μετὰ θάῤῥους, ἠγωνίσω ἀνδροπρεπῶς, κράζων τοῖς ἀθέοις οὐδόλως με πτοοῦσιν, ἡμῶν αἱ τιμωρίαι καὶ σκληρότητες.
Νέοι μεγαλύνονται ἐν χαρά, τῇ τοῦ Εὐγενίου, Νεομάρτυρος ἑορτήν, οὕτως γὰρ ἀγῶνας διήνυσαι μεγάλους, νεότητος τῇ τόλμη μεγαλυνόμενος.
Ἔνδον ἐν ἐκλῄσθης τῆς φυλακῆς, ἔχων τὴν ψυχήν σου, ἐλευθέραν ἐκ τῶν δεσμῶν, τῆς κακομηχάνου Εὐγένιε δουλείας, Θεὸν ἐγγίζων μάρτυς ἐν οἰκειότητι.
Ὅλος οὔτε καμφθεὶς ταῖς ἀλγειναῖς, καὶ πικραῖς βασάνοις, ὦ Εὐγένιε ἐκβοῶν, εἷσαι σὺ μοι πλοῦτος, Σταυροῦ σου τοῦ Κυρίου, αὐτὸν ἐν πίστει σέβω καὶ κατασπάζομαι.
Μέλη σου Εὐγένιε οἱ σκληράς, ἔδωκας ῥαβδώσεις, δι’ ἀγάπην πρὸς τὸν Χριστόν, ἔχων τῆς ψυχῆς σου ἀκλόνητον τὸ σθένος, σαλεύων δὲ τοῦ πλάνου τὰ πανουργεύματα.
Ἄμα τῇ ἐνδόξῳ σου τελευτήν, θαύματα μεγάλα, ἐπετέλεσας ἐπὶ γῆς, ἄλγη θεραπεύσας ψυχῶν καί τῶν σωμάτων, καὶ δοὺς παρηγορίαν μάρτυς Εὐγένιε.
Ῥεύματα ἐξήρανας θολερά, τῆς κακοπιστίας, τῶν ἀγρίων ἀγαρηνῶν, καὶ τῶν σῶν αἱμάτων Εὐγένιε τοῖς ῥείθροις, τῆς πίστεως ἐκβλύζεις χάριν πολύῤῥητον.
Τάλαντον ὦ ἔλαβες ἐκ Θεοῦ, ηὔξησας πλείονος, τῇ ἀθλήσῃ τῇ ἱερά, ὅθεν μετὰ δόξης εἰσῆλθες εἰς σκηνώσεις, τῆς ἄνω Βασιλείας μάρτυς Εὐγένιε.
Ὕβρεις ἀνηπύστους καὶ ἀπειλάς, βίαν σκληροτάτην, ὦ Εὐγένιε ἀθλητά, ἔλαβες ἀλλ’ ὅμως τὴν πιστὴν οὐχ ἠρνήθης, Σταυροῦ τῇ πανοπλία θωρακιζόμενος.
Σκίρτησον Ῥωσία μητροπρεπῶς, τῇ τοῦ Εὐγενίου, νεομάρτυρος εὐκλεῆ, δόξα καὶ τὰ ἔθνη συνάγαγε τοῦ ψάλλειν, ᾠδὴν μετ’ εὐφροσύνης τὴν ἐπινίκιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εὐγενίου τοῦ Ρώσου τὸν Σταυρὸν προσκυνήσωμεν, ὂν ἐπὶ τοῦ στήθους ἐφόρει, καὶ Χριστὸν ὁμολόγησαι, ἐνώπιον τσετσένων ἀνταρτῶν, ὑφῶν ἐβασανίσθη ἀπηνῶς, μὴ λυγήσαντες δὲ τοῦτον εἰς φυλακήν, τὴν κεφαλὴν ἀπέτεμνον, Χαίροις ὁ στρατιώτης τοῦ Χριστοῦ, Χαίροις ἐχθροῦ ἀντίπαλε, Χαίροις ὁ νεομάρτυς ὁδηγέ τῶν νέων ἀσφαλέστατε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις γενναιόφρων ἀθλητά, ἔνδοξε Εὐγένιε Ρῶσε, νεομαρτύρων Χριστοῦ, θείου σεμνολόγημα, καὶ περιήχημα ὁ πατάξας, τὴν ἔπαρσιν ἐχθρῶν ἀλαζόνων, ἔχων τὸν Πανάγιον Σταυρὸν ὡς ὅπλον σου, τούτου τῇ δυνάμει βαστάσας, τὰς τοῦ μαρτυρίου ὀδύνας, εὗρες ἀγαλλίασιν αἰωνίων.
Χεῖρας ἡ Ῥωσία ἐν χαρά, κροτῆσον τιμῶσαν ἀξίως, τὸν ἐκλεκτόν σου υἱόν, νέον ἐν τοῖς μάρτυσι, καὶ περιάκουστον, τὸν γενναῖον Εὐγένιον, Χριστοῦ τὴν Ἁγίαν, πιστήν τὸν τρανώσαντα, καὶ μεγαλύναντα, τοῦτον ὡς ὑπόδειγμα πάντες, ἔχοντες τοῦ βίου τὰς θλίψεις μετὰ καρτερίας ὑπομείνωμεν.
Ἔνδον φυλακῆς καρτερικῶς, μείνας ὦ Εὐγένιε μάρτυς, μετὰ φωνῇς σθεναρᾶς, ἔλεγες ἐνώπιον, τῶν τυραννούντων σε, τὰ ἡμῶν κολαστήριαν, οὐδόλως πτοοῦμαι, ἔχων τοῦ Κυρίου μου, Σταυρὸν ὡς φύλακα, τοῦτον ἐν τῷ στῆθι μου φέρων, ξίφους ἀναμένω τὸ τέλος, σπεῦδον εἰς τὸ φῶς τῆς Ἀναστάσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.