Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννη ο εκ Θάσου
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 20 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα τῆς Θάσου τὸ κλέος, ἀνευφημήσωμεν πιστοὶ Ἰωάννην, ἐγκωμιάζοντες ἐν ὕμνοις καὶ ᾠδαῖς, ἄθλησιν ὁμολογίαν τε, καὶ μαρτύριον ἔνθεον, δόξαν τὴν οὐράνιον μετὰ τῶν Πρωτοτόκων· λιταῖς τοῦ Μάρτυρός Σου Ἰησοῦ, σῶσον τοὺς πόθῳ Αὐτὸν μεγαλύνοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰωάννην Θάσιον, ὕμνοις τιμῶ. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν θείου Πνεύματος παντουργοῦ, τῇ ἐμῇ καρδίᾳ, ἐξαπόστειλον Ἰησοῦ, λαμπρῶς ἀνυμνῆσαι Ἰωάννου, ὁμολογίαν σεπτὴν καὶ μαρτύριον.
ᾨδὴν ἀναμέλψωμεν οἱ πιστοί, κλεινοῦ Ἰωάννου, ἀνυμνοῦντες ἐν θαυμασμῷ, τὴν ὑπὲρ Χριστοῦ ὁμολογίαν, Ὃν παῤῥησίαν Θεὸν ἀνεκήρυξεν.
Ἀνῆλθες ὦ Μάρτυς ἐν οὐρανῷ, καὶ τῷ Θεανθρώπῳ, συναγάλλῃ ἐν τῇ Σιών· δυσώπει Αὐτὸν ὑπὲρ τοῦ κόσμου, ταῖς σαῖς λιταῖς Ἰωάννη πανένδοξε.
Θεοτοκίον.
Ναὸς ἀνεδείχθης ὑπερφυής, Χριστοῦ τοῦ Σωτῆρος, Θεονύμφευτε Μαριάμ· εἰρήνευσον Μῆτερ τὰς καρδίας, τῶν προσκυνούντων τὸν Τόκον Σου ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη, νέων τὸ καύχημα, καθικετεύων Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.
Ήξιώθης τῆς δόξης, τῶν Ἀθλητῶν πάντιμε, ὡς ὑπὲρ Χριστοῦ μαρτυρήσας, τῆς Θάσου βλάστημα, ἐν τοῖς ὑστέροις καιροῖς, Νεομαρτύρων τὸ κλέος, Ἰωάννη ἔνδοξε, πρότυπον πίστεως.
Νικητὴς Ἰωάννη, πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν Βασιλείας, τῆς τοῦ Κυρίου σου, καὶ συνευφραίνῃ κλεινέ, τοῖς πρωτοτόκοις Ἁγίοις, καθορῶν τὸ ἄκτιστον, φῶς τῆς Θεότητος.
Θεοτόκε Μαρία, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, ὑπὲρ τοῦ γένους Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.
Θεοτοκίον.
Στερέωσον, πολεμουμένων καρδίας ὦ Ἰωάννη, ὅτι πέλεις τῶν Ἀθλητῶν, προστάτης ἀμάχητος, ὡς ἔνδοξος Μάρτυς τῆς Ἀληθείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πιστῶς τὸν Χριστόν, ἐκήρυξας σῷ αἵματι, Θεὸν ἀληθῆ, καὶ Κύριον τῆς κτίσεως, Νεομάρτυς ἔνδοξε, Ἰωάννη Θάσου τὸ βλάστημα· διὸ εἰσῆλθες εἰς ζωήν, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀριστεὺς ἀναδέδειξαι, Μάρτυς Ἰωάννη καὶ τὸ ὑπόδειγμα, τῶν φιλούντων τὸν Θεάνθρωπον, καὶ καταφρονούντων ματαιότητος.
Σαῖς πρεσβείαις πρὸς Κύριον, Ἰωάννη Θάσου πάντας διάσωσον, ἐκ βελῶν τοῦ πολεμήτορος, καὶ παθῶν δεινῶν καὶ περιστάσεων.
Ἱερώτατον σφάγιον, τῇ ὁμολογίᾳ σου ἀναδέδειξαι, καὶ Μαρτύρων ἰσοστάσιος, ἐν τοῖς αἰκισμοῖς Μάρτυς πανθαύμαστε.
Θεοτοκίον.
Οὐρανίων δυνάμεων, ὑπερτέρα πέφυκας Μῆτερ ἄχραντε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Σωτῆρα πάντων τῶν τιμώντων σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέου Ἀθλητοῦ, εὐφημοῦμεν τὸ μαρτύριον, καὶ ἐξαιτούμεθα πρεσβείαις αὐτοῦ, ὅπως ἐν βίῳ, φυλάξομεν πίστιν ἄχραντον.
Ὕψωσας τὸν νοῦν, πρὸς Χριστὸν Ὃν ὡμολόγησας, καὶ αἰκισμοὺς καὶ τέλος μαρτυρικόν, ὦ Ἰωάννη, φαιδρότητι καθυπέμεινας.
Μέμνησο ἡμῶν, εὐφημούντων σου τὴν ἄθλησιν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου Ἀθλητά, ὅπως ἐν ἔργοις, τιμῶμεν τὸ θεῖον Ὄνομα.
Θεοτοκίον.
Νέον Ἰσραήλ, Θεοτόκε σῶσον τάχιστα, ταῖς πρὸς τὸν Κύριόν Σου, λιταῖς ἁγνή, ὡς Μήτηρ οὖσα, Χριστοῦ τοῦ Θεοῦ πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνιον, εὐφροσύνην ἔνδοξε, καὶ κατάπαυσιν μετὰ πρωτοτόκων, ἐπιτυχών, θαυμαστῶς θεοφόρε, καθικετεύεις Χριστὸν τὸν Θεάνθρωπον, λυτρῶσαι πάντας τοὺς βροτούς, ἐκ χειρῶν τοῦ δολίου ἀλάστορος.
Ἱκέσιον, Ἰωάννη δέησιν, ἐκ πιστῶν σε εὐφημούντων προσδέχου, καὶ τῷ Χριστῷ, καθικέτευε Μάρτυς, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι ἐκ πτώματος, καὶ ἐκ παγίδων τοῦ ἐχθροῦ, τοὺς ποθοῦντας ζωὴν τὴν αἰώνιον.
Συγχαίρουσιν, Ὀρθοδόξων τάγματα, Νεομάρτυρα τιμῶντα τῆς Θάσου· ὅτι κοινόν, ἐχθρὸν ψυχοφθόρον, ἀγαρηνὸν ἀσεβέστατον ᾔσχυνε, καὶ Κύριον τὸν Ἰησοῦν, ὡς Θεὸν ἀληθῆ ἀνεκήρυξεν.
Θεοτοκίον.
Τιμῶμέν Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ Θεοχαρίτωτε Κόρη, ὅτι ἐν Σοὶ ἀπαρχὴ σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ταῖς σαῖς λιταῖς, τοῖς βροτοῖς ἐξ Υἱοῦ Σου δεδώρηται.
Στερέωσον, πολεμουμένων καρδίας ὦ Ἰωάννη, ὅτι πέλεις τῶν Ἀθλητῶν, προστάτης ἀμάχητος, ὡς ἔνδοξος Μάρτυς τῆς Ἀληθείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰωάννη τῶν ὁμολογούντων ὑπόδειγμα, καὶ Μαρτύρων σεπτὸν ἐγκαλλώπισμα πέφυκας, τῇ ἀθλήσει καὶ μαρτυρίᾳ ὑπὲρ Χριστοῦ· διὸ ἔλαβες ἐν οὐρανοῖς, τῶν πρωτοτόκων τὴν τιμήν, καὶ χαρὰν ἀνεκλάλητον· τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. κβ΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε Νεομάρτυρα, τῆς Ἐκκλησίας τῆς Θάσου, χριστοφόρον κόσμημα, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν· εὐθαρσῶς ἤθλησεν, ὑπὲρ ἀληθείας, τὰς βασάνους χαίρων ἤνεγκε, καὶ καθυπέμεινε, Πνεύματι Ἁγίῳ μαρτύριον· φωτὶ δὲ θείῳ σκήνωμα, ὁ ἀγωνοθέτης τετίμηκεν· ὅθεν Ἰωάννης, ἐνδόξων ἐν Μαρτύρων τοῖς χοροῖς, συνυπηχεῖ τούτοις μέλπουσιν, ὕμνον ἐπινίκιον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκεσίαις Ἁγίου, Ἰωάννου Θασίου, δώρησαι πάλι Χριστέ, τοῦ ψάλλειν σοι ἐκ πόθου, ᾠδὴν μετὰ Μαρτύρων, τῷ Σωτῆρι τῆς κτίσεως· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.
Μεγαλύνει ὁ Μάρτυς, Ὀρθοδόξων τὴν πίστιν, ἐν μαρτυρίοις πολλοῖς, κηρύττων δυσσεβέσι, Χριστοῦ τὴν δεσποτείαν, ὑμνουμένην ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.
Ὢ Μάρτυς Ἰωάννη, στεφάνων ἠξιώθης, καὶ παραδείσου τρυφῆς· ἱκέτευε τὸν Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νοοῦντες τῆς Παρθένου, θαυμαστὰ μεγαλεῖα, δοξολογοῦμεν Χριστόν, Ὃν ἔτεκες ἀφράστως, ἐκ Πνεύματος Ἁγίου, τὸν ὑμνούμενον ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως, τῶν Ἀθλητῶν ἐμυήθη, Ἰωάννης ζωὴν καὶ κηρύττει, Χριστὸν παῤῥησίᾳ, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Κατατρυφῶντες, τῶν αἰκισμῶν Ἰωάννου, Ἀθλητῶν οἱ χοροὶ ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμων, τὴν τελευτὴν Ἰωάννης, μιμηθεὶς τοὺς βροτοὺς ἐκδιδάσκει, τῷ Χριστῷ λατρεύειν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ὑπὲρ ἡμῶν ἀενάως, Σαῖς λιταῖς καθικέτευε Λόγον, Ὃν χοροὶ Ἀγγέλων, ὑμνοῦσιν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως Ἰωάννη, φέρεις τὰς βασάνους, ἐπιθυμῶν τῆς ἀλήκτου καὶ θείας τρυφῆς· διὸ ἐπλήσθης τῆς θείας, χάριτος ἄνωθεν.
Μαρτύρων ἡ χορεία, σὲ ὦ Ἰωάννη, καθυπεδέξατο πᾶσα ἐν τόπῳ ζωῆς· σὺ δὲ εὐφραίνῃ σὺν ταύτῃ, Θεοχαρίτωτε.
Ὁρῶμεν Ἰωάννη, σὴν ψυχὴν ἁγίαν, ἐλλαμπομένην ἀκτίστῳ φωτὶ ἐν Σιών· διὸ αἰτούμεθα Μάρτυς, τὴν Σὴν ἀντίληψιν.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ εὐλαβῶς προσκυνοῦμεν Σὸν Τόκον ἁγνή, σὺν Νεομάρτυρι Θάσου, θεοχαρίτωτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν σεπτὸν ἀγῶνα, Ἰωάννου τοῦ Ἀθλητοῦ, τοῦ ἐν τοῖς ἐσχάτοις, καιροῖς ἀναφανέντος, Μάρτυρος θεηγόρου τῆς θείας πίστεως.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Μάρτυρα τῆς Θάσου, τὸν ἀθλήσαντα εὐθαρσῶς, κατὰ τῶν ἀθέων, Ἀγαρηνῶν δολίων, ἐν Πνεύματι Ἁγίῳ, οὓς καὶ κατήσχυνεν.
Πάντες Νεομάρτυρα τοῦ Χριστοῦ, τιμήσωμεν ὕμνοις, Ἰωάννην τὸν Ἀθλητήν, γενναίως τυθέντα, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐν πόλει Κωνσταντίνου, ὑπὲρ τῆς πίστεως.
Θάσου ἀντιλήπτορα καὶ φρουρόν, προστάτην τῶν νέων, Νεομάρτυρα τοῦ Χριστοῦ, θεῖον Ἰωάννην, ἀθλήσει στεῤῥοτάτῃ, Χριστὸν ὁμολογήσαντα, εὐφημήσωμεν.
Θάσου Νεομάρτυρα εὐκλεῆ, τιμήσωμεν ὕμνοις, Ἰωάννην τὸν θαυμαστόν, τὸν ἀναιρεθέντα, ὑπὸ τῶν δυσσεβούντων, ἀγαρηνῶν ἀθέων, ὡς θεῖον σφάγιον.
Νέον στεφανίτην καὶ Ἀθλητήν, νεότητος ἄνθος, δωρησάμενον τῷ Χριστῷ, ἐν λόγοις ἐγκωμίων, καὶ ὕμνοις θεοδέκτοις, εὐφήμως Ἰωάννην, ἐγκωμιάσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Νεομάρτυρα πιστοί, καὶ πανευκλεῆ ἀριστέα, ἀγαλλιώσῃ ψυχῇ, ὕμνοις εὐφημήσωμεν καὶ μεγαλύνομεν· τοῦ Χριστοῦ γὰρ ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ἐν πόλει Βύζαντος· ὅθεν Ἰωάννης στεφάνους, ἔλαβεν ἐνδόξως ὡς Μάρτυς, καὶ μακαριότητος ἀπόλαυσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.