Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Νεομάρτυρα Χρήστο τον εκ Πρεβέζης
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Χρήστο o εκ Πρεβέζης ο Ναύκληρος ο εν Νήσο Κώ Μαρτυρήσαντα
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 5 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα Χριστοῦ συνελθόντες, ἐν ἐγκωμίοις καταστέψωμεν Χρῆστον, τὰς ἀρετὰς τὴν ἄθλησιν πυρός τε τελευτήν· οὗτος γὰρ λαμπρῶς ἐνίκησεν, ἀσεβῶν τὴν δυσσέβειαν, πᾶσαν ἀπειλὴν αὐτῶν, καὶ πυρὸς καὶ θανάτου· αὐτοῦ λιταῖς πανάχραντε Χριστέ, σῶσον τοὺς πίστει, αὐτὸν μεγαλύνοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Μάρτυς Χρῆστε, ὕμνον δέχου. Νικοδήμου. Ἀ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω σὲ παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ τὸν λόγον μου.
Ἀξίωσον Χρῆστε σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίαν ἀθλήσεως τελείας, καὶ τελευτὴν μαρτυρίου πανθαύμαστον.
Ῥημάτων Κυρίου ἐνωτισθείς, βίον ἠκολούθεις, τῶν Ἁγίων τοῦ οὐρανοῦ· διὸ ἠξιώθης μαρτυρῆσαι, καὶ ἀνελθεῖν εἰς οὐράνια δώματα.
Θεοτοκίον.
Ταπείνωσιν δός μοι Μῆτερ Θεοῦ, καὶ βίον ἁγνείας, καὶ εἰρήνην τοῦ σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηγόρως τιμῶμεν Χρῆστον Χριστοῦ μάρτυρα, καὶ τὰς πρὸς τὸν Λόγον πρεσβείαις, αὐτοῦ αἰτούμεθα, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.
Σωτηρίαν ποθήσας, ὁ Ἀθλητὴς Κύριε, ἄφεσιν λαμβάνει πταισμάτων, ἐν Κῷ καὶ δέχεται, τοῦ μαρτυρίου τιμήν, καὶ τῶν στεφάνων τὴν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὁ τρισμακάριος.
Χαρμοσύνως τιμῶντες, μαρτυρικὴν ἄθλησιν, τὰς τοῦ νεομάρτυρος Χρῆστου, λιτὰς αἰτούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα, καὶ ἐπουράνια.
Θεοτοκίον.
Ῥητορείας τὴν χάριν, ἀντιβολῶ Δέσποινα, δός μοι τοῦ ὑμνῆσαι Παρθένε, τὰ μεγαλεῖά σου, καὶ τοῦ Υἱοῦ σου Ἁγνή, οἰκονομίαν τελείαν, εἰς τὸ σῶζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.
Στερέωσον, ἐν ἀγωνίσμασιν πάντας τοὺς ἀθλουμένους· σὲ γὰρ Χρῆστε πρὸς τὸν Χριστὸν ἱκέτην προβάλλομεν, ὡς ἔχοντα Μάρτυρος παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρὰν καὶ ζωήν, ποθῶν τὴν τοῦ Κυρίου σου, προσκαίρου ζωῆς, ἐνθέως κατεφρόνησας, Νεομάρτυς ἔνδοξε, τῆς Πρεβέζης Χρῆστε τὸ βλάστημα· καθορῶν Χριστὸν τὸν Θεόν, ἱκέτευε Μάρτυς, ὑπὲρ πάντων ἡμῶν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡλιόμορφος γέγονας, τῇ ἐπισκηνώσει τῆς θείας χάριτος, ἐν ἀθλήσει Χρῆστε ἔνδοξε, τῆς Πρεβέζης γόνε θεοτίμητε.
Σωτηρίαν παράσχου μοι, Χρῆστε νεομάρτυς τῇ μεσιτείᾳ σου, μετανοίας δὲ κατάνυξιν, καὶ ὁμολογίας τὴν ἀσφάλειαν.
Τὰ οὐράνια ἔλαβεν, ἀγαθὰ καὶ δόξαν ὁ Χρῆστος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, μετὰ τῶν Ἀγγέλων ὁ καλλίνικος.
Θεοτοκίον.
Εὐφροσύνως τιμήσωμεν, τὸ ἐν σοὶ μυστήριον Παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν σὴν μεσιτείαν καὶ τὴν χάριν σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Χρῆστε κλεινέ· διὸ ἐτύθης, ὡς σφάγιον ἱερώτατον.
Μέμνησο ἡμῶν, νεομάρτυς Χρῆστε πάντιμε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀγαθέ, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.
Νίκας κατ’ ἐχθρῶν, σύ μοι δώρησαι πρεσβείαις σου, πρὸς τὸν Σωτῆρα Λόγον Χρῆστε σεπτέ, καὶ Παραδείσου, τὸν πόθον ἐμοὶ ἐμφύτευσον.
Θεοτοκίον.
Ὅλον τὸν λαόν, ἐκ πταισμάτων σῶσον Δέσποινα, ταῖς μητρικαῖς πρεσβείαις σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν, ζωὴν ἡμᾶς καθοδήγησον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νευρώσας σου, τῆς ψυχῆς τὸ φρόνημα, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως ἔρχῃ, καὶ τὸν Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἀσεβέσι κηρύττεις ἐν χάριτι· πανθαύμαστε Μάρτυς Χριστοῦ, Ἐκκλησίας ὑπάρχεις τὸ καύχημα.
Διάσωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς, σοὶ καλλίνικε κλίνω, τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Ἐνίκησεν, ἀσεβῶν τὸ φρύαγμα, Νεομάρτυς τοῦ Χριστοῦ τῇ δυνάμει· τούτου ἡμεῖς, μιμησώμεθα πόθῳ, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα Λόγου Θεοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Χριστόμορφε, τῶν Μαρτύρων δύναμις, Θεοτόκε Ἐκκλησίας ἡ βάσις, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος, ἱκέτευε τὸν σὸν Υἱόν, ἐκ παθῶν τοὺς σοὺς δούλους λυτρώσασθαι.
Στερέωσον, ἐν ἀγωνίσμασιν πάντας τοὺς ἀθλουμένους· σὲ γὰρ Χρῆστε πρὸς τὸν Χριστὸν ἱκέτην προβάλλομεν, ὡς ἔχοντα Μάρτυρος παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Νεομάρτυς Πρεβέζης καὶ Κῶ ἐγκαλλώπισμα, τῶν πιστῶν δὲ ὑπάρχεις ζωῆς καταφύγιον, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, μάρτυς Χρῆστε θεοτίμητε.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα’ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χρῆστον νεομάρτυρα, τὸν Ἀθλητὴν τοῦ Κυρίου, ἐν ψαλμοῖς ὑμνήσωμεν, φιλεόρτων σύλλογος καὶ τιμήσωμεν· εἰς Χριστὸν ἔδραμε, καὶ ἐν Κῷ τῇ νήσῳ, τὸν Χριστὸν καθωμολόγησε, Θεὸν καὶ Κύριον, λυτρωτὴν τοῦ κόσμου φιλάνθρωπον· διὸ καὶ ἐμαρτύρησεν, εἰσελθὼν εἰς τόπον ἀνέσεως· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν ἑορτὴν αὐτοῦ, πόθῳ ἑορτάζοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε ἐδέξω Χρῆστε ἔνδοξε Μάρτυς καὶ τῶν Ἁγίων χορός· μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπακούων ὁ Μάρτυς τοῖς Χριστοῦ θείοις λόγοις ὁμολογεῖ εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοῶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικηφόρως ὁ Μάρτυς ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τὸν κόσμον, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλασμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις σου ἀπαύστοις, πρὸς ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κατανικᾶται, ὁ ἀρχηγὸς τῶν δαιμόνων, ὑπὸ μάρτυρος Χρῆστου ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, ὁ Νεομάρτυς ἐδείχθη, μιμηθεὶς τῶν Μαρτύρων τὰ πάθη, πάντων ἀνυμνούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διακηρύττει, ὁ Νεομάρτυς τὴν πίστιν, τοῦ Χριστοῦ καὶ τὴν ἄῤῥητον χάριν, οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Ἠγαπημένη, παρὰ Θεοῦ σὺ ὑπάρχεις, Θεοτόκε ὡς τέξασα Λόγον, ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ τῆς θυσίας σου Μάρτυς πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Κύριον, Χρῆστε ἔνδοξε.
Ὁρῶμεν ἐν Ἁγίοις, Χρῆστον ἐκ Πρεβέζης, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν Πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Ὑμνοῦμεν θεοφρόνως, Χρήστου μαρτυρίαν, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως αὐτοῦ τελείωσιν
Θεοτοκίον.
Ἀξίως τὸν Υἱόν σου, ἁγνὴ εὐφημοῦμεν, τὸν γεννηθέντα ἀφράστως ἐκ σοῦ ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χρῆστον νεομάρτυρα τοῦ Χριστοῦ, Πρεβέζης τὸν γόνον, μαρτυρήσαντα ἐν τῇ Κῷ, τιμήσωμεν ὕμνοις, καὶ λόγοις ἐγκωμίων, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.
Τὸν ἐν Νεομάρτυσιν θαυμαστόν, Χρῆστον εὐφημοῦμεν, ἀφομοίωμα τοῦ Χριστοῦ, τὸν κεκοσμημένον, σεμνότητι ἁγίᾳ, ἁγνότητι καὶ πίστει, δυνάμει Πνεύματος.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, τὸν μάρτυρα Χρῆστον, τὸν θεόφρονα καὶ σεμνόν, ὡς ἀμνὸν τυθέντα, ὑπὲρ τοῦ Θεανθρώπου, ἐν Κῷ θείᾳ δυνάμει, τὸν θεοτίμητον.
Φύλαττε καὶ σκέπε Χρῆστε πιστούς, τοὺς ἐμμελετῶντας, τὴν σὴν ἄθλησιν καὶ ζωήν, ἐκ πάσης ἀνάγκης, παθῶν καὶ ἁμαρτίας, καὶ πάσης ἀσθενείας, καὶ περιστάσεως.
Τὸν ἀναιρεθέντα διὰ πυρός, Χρῆστον τὸν προστάτην, τῆς Πρεβέζης καὶ νήσου Κῶ, ἐν ὕμνοις τιμῶμεν, καὶ λόγοις εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, περιφανέστατον.
Δίδαξόν με Χρῆστε ὁμολογεῖν, Τριάδος Μονάδα, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ Θεῖον, Μονάδα κατ’ οὐσίαν, τὸν μόνον Ζωοδότην, Θεὸν καὶ Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῆς Πρεβέζης τὸν βλαστόν, Χρῆστον νεομάρτυρα πάντες λαμπρῶς τιμήσωμεν, χάριτι κοσμούμενον, καὶ δοξαζόμενον, ὡς Χριστοῦ ἀφομοίωμα, καὶ Μάρτυρα θεῖον, δώματα κατέχοντα τὰ ἐπουράνια· ἔνθα, ἱκετεύει ἀπαύστως, Λόγον τὸν φιλάνθρωπον δοῦναι, τοῖς αὐτὸν τιμώσιν ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Χρήστο εκ Πρεβέζης
Ποίημα Αρχμ. Φιλαρέτου Βιτάλη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ εἴτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ Ἀϑλοφόρῳ εὐλαβῶς ἑορτάσωμεν, μετ’ εὐφροσύνης καὶ πιστῶς, οἱ χριστώνυμοι, ἐν κατανύξει ψάλλοντες ἐκ βάϑους ψυχῆς· χαίροις Χρῆστε ἔνδοξε, ἀϑλητὰ τοῦ Σωτῆρος, τῆς Πρεβέζης βλάστημα, καὶ τῆς Κώου τὸ κλέος· ἐκδυσωπήσωμεν ὅϑεν αὐτόν, ὅπως πρεσβεύῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Λαόν σου Χριστοῦ τῇ ἰσχύι Χρῆστε, σῶσον. Φ.
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὐπὲρ ἡμῶν,
Εἰς τὰ δύο τελευταία·
Δόξα καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαοῦ Χριστωνύμου καὶ εὐλαβοῦς, τὸν ἔπαινον δέξαι, νεομάρτυς καὶ Ἀϑλητά, ὦ Χρῆστε Πρεβέζης καὶ τῆς Κώου, πασιφανῶς ἀνεδείχϑης ἀγλάισμα.
Ἀγίων Μαρτύρων σὺ τοὺς χορούς, κατέκτησας μάκαρ, γεραιρόμενος σὺν αὐτοῖς, διό σου τὴν μνήμην νῦν τελοῦμεν, ἐκδυσωποῦντες Χριστὸν τὸν Θεὸν ἡμῶν.
Ὀρῶντες τὴν δόξαν σου Ἀϑλητά, αἰτούμεϑα πάντες, μεσιτείαν διηνεκῆ, ὦ Χρῆστε πρὸς Κύριον τὸν ὅλων, διασωϑῆναι ἡμᾶς ἐκ τῶν ϑλίψεων.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συνεσχέϑης ὦ Μάρτυς, ἀγαρηνοῖς λέουσι, ἐν τῇ νήσῳ Κῷ σὺ παμμάκαρ, διεκινδύνευσας, ἀλλ᾽ ἐν τῇ πίστει ϑερμῶς, καϑωμολόγησας ὄντως, τὸν Χριστὸν Σωτῆρά σου, μόνον καὶ Κύριον.
Ὀμοϑύμως ἐδείχϑης, ϑεοσεβὴς ἔνδοξε, διὰ τοῦ θεόφρονος βίου, καὶ τῆς ἀσκήσεως, καϑωραΐζων ἀεί, τὸν τῆς ψυχῆς μαργαρίτην, ἀρεταῖς καὶ χάρισι, τοῦ Παντοκράτορος.
Ὑπερεῖχες ἀξίως, εἰς ψυχισμὸν Ἅγιε, καὶ αὐταπαρνήσεως πάσης, σὺ καταγώγιον, ἐφάνης πᾶσι στεῤῥόν, τῶν ἀϑλητῶν ὦ σεμνότης, τῷ Χριστῷ ἑπόμενος, Χρῆστε πανάριστε.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων καὶ ϑλίψεων ἡμᾶς Μάρτυς, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ σοῦ νῦν γεραίροντας, τὴν ἄϑλησιν καὶ τὴν ἔνδοξον μνήμην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀσμένως ἡμῖν, τὴν χάριν καὶ τὸ ἔλεος, τῷ Κτίστῃ συνών, ὦ Χρῆστε, σὺ ἐπόμβρισον, ἐκτενῶς δεήϑητι, τοῦ Κυρίου Ἅγιε ῥύσασϑαι, τὴν Ἐκκλησίαν ἅμα καὶ ἡμᾶς, ἐκ πάσης ἀπίστων δολιεύσεως.
Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥητορεύοντες ἔλεγον, οἱ τὸν ϑεῖον Λόγον ἀπαρνησάμενοι, τὸν Μάρτυρα τονίζοντες, τὴν ἡμῶν ϑρησκείαν οἰκειώϑητι.
Ἰησοῦν τὸν φιλάνϑρωπον, οὐχ ἀρνοῦμαι ὅλως, ϑερμῶς ἔβοησας, Χρῆστε, μάρτυς ἀξιάγαστε, τῇ αὐτοῦ ἀγάπῃ δοῦλος γέγονας.
Σὡτηρίας οὐ δύναμαι, τῆς ἐν ἁληϑείᾳ τυχεῖν ἐκέκραξας, παρεκτὸς τοῦ Ἰησοῦ ἡμῶν, σωτὴρ γὰρ ὑπάρχει, ὡς ϑὲἀνϑρωπος.
Τοῦ Κυρίου σὺ ἤκουσας, ἐν εὐαγγελίοις διασαλπίζοντος, τὸν πιστῶς ἀκολουϑοῦντά μοι, καθομολογήσω ἐν τῇ δόξῃ μου.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὓμνησας εὐϑύς, τὴν τρισήλιον Θεότητα, καὶ ὡμολόγησας ϑεόφρον ϑερμῶς, τὴν σὴν Ὀρϑόδοξον πίστιν, ἐν ἧ γεγέννησαι.
Τέτρωται δεινῶς, ἐξ ἀγάπης ἡ καρδία σου, πρὸς τὸν Σωτῆρα καὶ Δεσπότην Χριστόν, τὸν τὴν οὐράνιον χάριν ἡμῖν δωρούμενον.
Ἣρως Χρῆστε ὧν, ἐν τῷ σκάμματι ἐχώρησας, καὶ τὸν ἀγῶνά σου ἀνύσας στεῤῥῶς, τῶν Ἀϑλοφόρων κατέστης πιστὸς συνόμιλος.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συνέτριψας, παντελῶς τὰς φάλαγγας, τῶν τῆς ἄγαρ ὁπαδῶν ϑεοφόρε, πᾶσι τρανῶς καταδείξας ἐν μέσῳ, τῆς ἅπιστίας αὐτῶν τὴν ἐνέργειαν, καὶ νῦν αἰτούμεϑα ἡμᾶς, τῆς αὐτῶν πανουργίας διάσωσον.
Χρυστώνυμε, αἰκισμῶν τὰς μάστιγας, ἀνδρειότατα ἐβάστασας ὄντως, μὴ πειρασϑεὶς ψυχικῶς ἐν τοῖς πόνοις, καὶ πὲρ τὸ σῶμά σου ῤάκος ἐγένετο, ἐβόας γὰρ ὡς Ἰωνᾶς, ἐκ φϑορᾶς ὁ Θεός με ἀνάγαγε.
Ὑπήνεγκας, χλευασμοὺς μακάριε, καὶ βασάνων ἀνηκέστων τὰς ϑλίψεις, ἔδωκας δὲ τὴν ζωήν σου ἀσμένως, ὡς ἱερεῖον σεπτὸν πρὸς τὸν Κύριον, οὗ χάριτι καὶ οἰκτιρμοῖς, τῶν στεφάνων ἀξίως ἐπέτυχες.
Θεοτοκίον.
Ἰδοὺ καὶ νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων καὶ ϑλίψεων ἡμᾶς, Χρῆστε, τοῦ τιμῶντάς σε εὐσεβῶς, καὶ σοῦ νῦν γεραίροντας, τὴν ἄϑλησιν καὶ τὴν ἔνδοξον μνήμην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀϑλοφόρε τῶν νεομαρτύρων πανένδοξε, χριστωνύμων καὶ τῶν Πρεβεζαίων ἀγλάισμα, Χρῆστε σπεῦσον, καὶ εὐλαβεῖς εἰσάκουσον φωνάς, ἡμῶν πάντων τῶν Χριστιανῶν, κινδυνευόντων ἀληϑῶς, ἐξ ἐχϑρῶν τε καὶ ϑλίψεων, πρόφθασον καὶ βοήϑει, τὴν πόλιν καὶ τὸν λαόν σου, ἐν σοὶ πεποίϑαμεν ϑερμῶς, καὶ προστρέχομεν, ϑεόληπτε.
Καὶ εὐθὺς τὸ Προκείμενον,
Τοῖς Ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος (δίς).
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Ευαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα σοι, Κύριε· δόξα σοι.
Δόξα.
Ταῖς τοῦ Ἀϑλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πᾶσαν τὴν ἐλπίδα μου, μετὰ Θεὸν εἰς σὲ ἔχω, Ἀθλητὰ τρισόλβιε, διό μου τὴν δέησιν ταύτην πρόσδεξαι, τῶν ἐχϑρῶν πάλαι τε, τὴν ὀφρὺν καϑεῖλες, καὶ τῆς Πίστεως τὸ τρόπαιον, εὐτόνως ὕψωσας, καὶ διὰ βασάνων ἐτράνωσας· καὶ νῦν ἐν μέσῳ πρόστηθι, τὴν Ὀρϑοδοξίαν κραταίωσον· ὦ ἅγιε Χρῆστε, Πρεβέζης καὶ τῆς Κώου ϑησαυρέ, τῆς εὐσεβείας ὁ πρόμαχος, δὸς ἡμῖν τὸν ϑρίαμβον.
Καὶ τὸ Θεοτοκίον. Ὅμοιον.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
Μετὰ δὲ τὸ Κύριε ἐλέησον (ιβ΄)
ἀποπληροῦμεν τὰς λοιπὰς ὠδὰς τοῦ κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χριστοῦ μου πέλω δοῦλος, διεκήρυττες χαίρων ἐν ταῖς φλοξὶ σὺ ῤιφϑείς, καιόμενος δ᾽ ὦ Χρῆστε, τὸν ὕμνον τῆς Τριάδος, εὐχαρίστως ἀνέμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥοαῖς τῆς ϑείας δρόσου, μετεβλήϑη ἡ κάμινος τῇ ψυχῆ σου σοφέ, Παράδεισος εὐώδης, πάντερπνος ὡραιότης, διὸ ἀνέκραζες, Ἅγιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμῖν παρέσχες μάκαρ, ὑποτύπωσιν ἔνϑεον καὶ παντὶ τῷ λαῷ, διὰ τῆς καρτερίας, ὑπὲρ τῆς εὐσεβείας, ἵνα ἐκ πίστεως κράζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὴν μακαρίαν, ὦ ϑεῖε Χρῆστε ψυχήν σου, ἐκ ϑηρῶν ἀνημέρων ἐῤῥύσϑης, ὅϑεν εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐπιποϑοῦσα, τοὺς οὐρανοὺς ἡ ψυχή σου, ἐν χερσὶν ἀσωμάτῶν μετέστη, καὶ ἐπαπολαύει Θεοῦ εἰς τοὺς αἰῶνας.
Σοὶς ϑαυμασίοις, πολλοῖς ἐν Κῶ γενομένοις, κατεδείχϑη τῷ κόσμῳ ἡ χάρις, ἣν παρὰ Κυρίου ἐδέχϑης, ὦ παμμάκαρ.
Θεοτοκίον.
Ὡς Θεομήτωρ, τοὺς πειρασμοὺς ἐκδιώχεις, καὶ παϑῶν τὰς ἐφόδους, Παρϑένε, σοὶ εὐχαριστοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνέτισον τὸν κόσμον, μάρτυς ϑεῖε Χρῆστε, χριστιανοὺς μὲν ἅπαντας φρούρει πιστῶς, τοὺς δὲ ἀπίστους τῇ πίστει σὺ καϑοδήγησον.
Ὀρϑόδοξον τὸν βίον, καὶ τὴν ἐκκλησίαν, σὺν τῇ Ἐλλαδι ἀεὶ διαφύλαττε, ἵνα δοξάζωμεν πάντες Θεοῦ τὴν δύναμιν.
Νοός μου τὰς αἰσϑήσεις, καὶ ζωῆς τὰς τρίβους, τῇ εὐσεβείᾳ ἀεὶ Χρῆστε φώτιζε, ἵνα ἀξίως ὑμνῶ τὸν Χριστὸν ϑαυμάσιε.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρϑένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα, ὧ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Δεῦτε μεγαλύνωμεν εὐσεβῶς, τὸν νεοφανέντα, Νεομάρτυρα ἀδελφοί, τὸν ἐν πλείστοις χρόνοις, ἐν Κῷ ἀποκρυβέντα διὰ Χριστὸν ἐκεῖσε, στεῤῥῶς ἀϑλήσαντα.
Τῶν πάλαι Μαρτύρων ἰσοκλεής, ὦ Χρῆστε, ἐδείχϑης, καὶ ἰσότιμος ἀληϑῶς, διὸ τὸν Δεσπότην, Χριστὸν ἀεὶ δυσώπει, ὅπως ἡμεῖς ῤυσϑῶμεν, ἐκ πάσης θλιψεως.
Χρῆστε τῆς Πρεβέζης ὁ ϑησαυρός, καὶ τῆς νῆσον Κώου, ἀπροσμάχητος βοηϑός, σκέπε τὸν λαόν σου, δωρούμενος ὑγίειαν, καὶ τὴν ἐλευϑερίαν Χριστοῦ, ϑεόληπτε.
Πίστεως τῆς ϑείας προασπιστής, Χρῆστε ἀνεδείχϑης, Ὀρϑοδόξῳ σου βιοτῇ, καὶ ἐν τῷ σταδίῳ Χριστὸν ὁμολογήσας, εἴληφας οὐρονόθεν ἀφθάρτον στέφανον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον τοῦ Αγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Πρεβέζης τὸ εὖχος, καὶ τῆς Κώου τὸ σέμνωμα, πάντῶν τῶν ἁγίων Μαρτύρων ἀνεδείχϑης ἀγλάισμα, Χριστὸν γὰρ ὡμολόγησας στεῤῥῶς, ὦ Χρῆστε ἐν τῷ σκάμματι ἑστώς, διὰ τοῦτο καὶ ὑπήνεγκας τὴν πυράν, καὶ τὸ φρικτὸν μαρτύριον· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ ϑαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ ὡς πλεῖστα ϑαύματα.
Δόξα καὶ νῦν.
Προεόρτιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὴν μεταμόρφωσιν προϋπαντήσαμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοί, καὶ βοήσωμεν· ἔφϑασεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαθὼρ ὁ Δεσπότης τῆς ϑεότητος αὐτοῦ ἀπαστράψαν τὴν ὡραιότητα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Χρῆστε, τῆς Πρεβέζης ὁ ἀνϑός, καὶ τῶν πάλαι ϑείων Μαρτύρων, ὁ εὐκλεὴς ἀδελφός, νῦν πανηγυρίζοντες τὴν σὴν σεπτὴν ἑορτήν, πρὸς Θεὸν ἱκετεύομεν, τὰς χεῖρας ἐκτείνας δέησιν προσάγαγε διὰ τὴν πόλιν ἡμῶν, ὅπως ἀπὸ πάσης ἀνάγκης, καὶ ἡμεῖς ἐκ νόσων παντοίων, διὰ σοῦ σωζώμεϑα ἑκάστοτε.
Ὅμοιον.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.