Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Μάρτυρα Νέστορα
Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Νέστωρ
Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
†Εορτάζετε στις 27 Οκτωβρίου
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια
Ἦχος δ΄ Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Καταπαλαίσας τὸν ἀρχέκακον ὄφιν, ἀθλητικῶς παρὰ Χριστοῦ ἐδοξάσθης, ὦ Ἀθλοφόρε Νέστωρ παναοίδιμε, ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐν βίῳ πειρασμῶν, τοὺς καταφεύγοντας, Μάρτυς τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Τὸν δρόμον τὸν θεῖον τετελεκώς, ἐνίσχυσον Νέστωρ, ὡς ἀήττητος Ἀθλητής, ἡμᾶς διανύειν ἀπροσκόπτως, τῆς εὐσεβείας ὁδὸν τὴν σωτήριον.
Ἡνίκα ἐπέλθῃ ἐπιφορά, δεινῶν ἀδοκήτων, τοῖς οἰκέταις σου Ἀθλητά, τότε ἡμῖν φάνηθι ὑψόθεν, καὶ τῶν παθῶν λῦσον Νέστωρ τὸν τάραχον.
Νεκρώσας Λυαῖον τὸν δυσμενῆ, Χριστοῦ τῇ δυνάμει, ἀπονέκρωσον Ἀθλητά, τῇ σῇ ζωτικῇ ἐπιστασίᾳ, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ ἐπήρειαν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, Χριστὸν τὸν Δεσπότην, κόσμον σώσαντα ἐκ φθορᾶς, ῥῦσαί με ἁγνὴ Θεογεννῆτωρ, φθοροποιῶν παθημάτων καὶ θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἡ σὴ ἄθλησις Μάρτυς τὸν δυσμενῆ ἤσχυνεν, ὅθεν τῆς αὐτοῦ πανουργίας καὶ δολιότητος, ἡμᾶς ἀπάλλαξον, Νέστωρ Χριστοῦ Ἀθλοφόρε, ταῖς πρὸς τὸν Οἰκτίρμονα, Θεὸν πρεσβείαις σου.
Νεανίας ὡραῖος καὶ εὐπρεπὴς πέφηνας, σῶμα καὶ ψυχὴν προσενέγκας, τῷ Παντοκράτορι, ὅθεν ὡράϊσον, τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, Νέστωρ τῇ δοθείσῃ σοι, θεόθεν χάριτι.
Χαρισμάτων πλουσίων παρὰ Θεοῦ ἔτυχες, οἷα Ἀθλητὴς τοῦ Σωτῆρος, Νέστωρ περίδοξος, ὅθεν χαρίτωσον, καὶ χαρᾶς πλήρωσον θείας, Μάρτυς τοὺς παλαίοντας, βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, Κεχαριτωμένη Παρθένε Θεοχαρίτωτε, δύναμιν δίδου μοι, τῶν τοῦ ἐχθροῦ κυριεύειν, προσβολῶν ἑκάστοτε, καὶ ἐπιθέσεων.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ, τῷ πάντων βασιλεύοντι, διδόναι ἡμῖν, πταισμάτων ἀπολύτρωσιν, καὶ βίου ἐπανόρθωσιν, καὶ χρηστότητος θεία δωρήματα, μὴ ἐλλείπῃς ὦ Νέστωρ Ἀθλητά, τοῖς πίστει τιμῶσί σου τὴν ἄθλησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμοῖς τῶν αἱματων σου, τῶν ὑπὲρ Χριστοῦ χυθέντων μακάριε, δρόσον θείας παρακλήσεως, δίδου τοῖς πιστῶς σοι καταφεύγουσι.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων Μάρτυς συγχώρησιν, καὶ εἰρήνην ἀστασίαστον, παρὰ τοῦ Κυρίου Νέστωρ Ἅγιε.
Νεκρωθεὶς διὰ Κύριον, νέκρωσον τὴν ζῶσαν κακίαν ἔνδοξε, ζωηφόροις ἱκεσίαις σου, τὴν ἀπονεκροῦσαν τὴν καρδίαν μου.
Ἡ πρεσβεία σου Ἅγιε, πάντων τὰς αἰτήσεις πληροῖ ἑκάστοτε, διὰ τοῦτο πρὸς σὲ σπεύδομεν, καὶ χάριν καὶ ἔλεος λαμβάνομεν.
Θεοτοκίον.
Μὴ λιπῶν τα οὐράνια, ὅλως ἐν νηδύϊ Σου κατεσκήνωσας, ὁ Ὑπέρθεος δι’ ἔλεος, Κόρη καὶ τὸν κόσμον ἀνεκτήσατο.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τοὺς ἐστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Νέστωρ Ἀθλητά, καὶ παράσχου πᾶσι Μάρτυς τὰ αἰτήματα.
Νόσων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, ἀνωτέρους διαφύλαττε ἀεί, τοὺς προστρέχοντας τῇ χάριτί σου ἔνδοξε.
Δύναμιν ἡμῖν, κατ’ ἐχθροῦ τοῦ πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, δίδου Ἅγιε τῇ θείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἵνα τῆς φθορᾶς, τὸν Ἀδὰμ ἀνακαλέσηται, νέος ὤφθη ἐκ Σοῦ Ἄχραντε Ἀδάμ, δι’ ἀγάπην ὁ Θεὸς ὁ προαιώνιος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῇ τοῦ Χριστοῦ ἀριστεύσας, ἐνδυνάμωσον ἡμᾶς Ἀθλοφόρε, καρτερικῶς, ὑπομένειν τὰς θλίψεις, ὡς ἂν Χριστὸν τὸν οἰκτίρμονα Κύριον, εὐΐλατον καὶ συμπαθῆ, ἐν ἡμέρᾳ τῆς κρίσεως εὕρωμεν.
Ὁ πλήξας, καὶ καθελὼν τὸν Λυαῖον, ἀπτοήτως τῇ τῆς πίστεως ὅπλῳ, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ μανίαν, καὶ τὰ πυρίμορφα βέλη ἀφάνισον, δι’ ὧν ἀπαύστως ἀπειλει, ψυχικὸν ἡμῖν ολεθρον Ἅγιε.
Ὑψόθεν, ἐπιφανεὶς ἀοράτως, Ἀθλοφόρε παναοίδιμε Νέστωρ, τοῖς προσιοῦσι τῇ σῇ προστασίᾳ, τούτοις παράσχου πλουσίως τὴν χάριν σου, ἵνα ῥυσθῶσι δι’ αὐτῆς, τῶν πολλῶν πειρασμῶν τε καὶ θλίψεων.
Θεοτοκίον.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, ἀνεξάντλητος ὑπάρχουσα κρήνη, βλῦσον ἡμῖν οἰκτιρμῶν Σου τὰ ῥεῖθρα, τὸν μολυσμὸν τῆς ψυχῆς μου καθαίροντα, καὶ νέμοντα πᾶσιν ἁγνή, εὐφροσύνην καὶ χαριν καὶ ἔλεος.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀθλητικῇ παῤῥησίᾳ σου Ἅγιε, πρὸς τὸν Οἰκτίρμονα Λόγον καὶ Κύριον, δυσώπει ἀπαύστως δεόμεθα, θείας τυχεῖν ἡμᾶς Μάρτυς χρηστότητος, ὦ Νέστωρ ἡμῶν ἀγαλλίαμα.
Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι• ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες, οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπολήται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Τᾶὶς τοῦ Ἀθλοφόρου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, τών έμών εγκλημάτων.
Και νῦν.
Ταΐς της Θεοτόκου, πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
Ἀθλήσας στεῤῥότατα, ὑπὲρ τῆς δόξης Κυρίου, καὶ ἐχθρὸν κατήσχυνας, τῇ στεῤῥᾷ ἐνστάσει σου Νέστωρ ἔνδοξε, ἀλλὰ νῦν πρέσβευε, Χριστῷ τῷ Σωτῆρι, κατοικτεῖραι τοὺς οἰκέτας σου, καὶ δοῦναι ἅπασιν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ θλιβερῶν τὴν λύτρωσιν, καὶ χαρὰν ἐν βίω τὴν κρείττονα, τοῖς ἐπιτελοῦσι, προθύμως τὴν σεπτήν σου ἑορτήν, καὶ μεγαλύνουσιν Ἅγιε, τὸν σε στεφανώσαντα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐναθλήσας νομίμως, ὡς γενναῖος ὁπλίτης Χριστου μακάριε, εκ πάσης ἀνόμιας, καὶ χαλεπῆς πικρίας, καὶ δεινῆς περιστάσεως, λύτρωσαι Νέστωρ ἡμᾶς, τῇ σῇ ἐπιστασίᾳ.
Σωτηρίαν ἐξαίτει καὶ σκανδάλων ποικίλων τὴν ἀπολύτρωσιν, καὶ πᾶσαν εὐπραγίαν, καὶ θείαν εὐλογίαν, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ τῇ σῇ, ὦ Νέστωρ Χριστομάρτυς.
Τῶν παθῶν ἡμῶν σβέσον τὴν ἀκάθεκτον φλόγα τὴν ἀναλίσκουσαν, ψυχὴν ἡμῶν καὶ σῶμα, ἐχθροῦ τῇ συνεργίᾳ, καὶ τὴν ὕπαρξιν ἅπασαν, τῶν πρεσβειῶν σου σοφέ, πλουσίᾳ ἐπομβρίᾳ.
Ὁλοτρόπως ὑπήχθην τοῦ ἐχθροῦ τῇ ἀπάτῃ νοΐ ἀγνώμονι, ἀλλὰ τῶν πρεσβειῶν σου, ἡ χάρις προφθασάτω, καὶ ῥυσάσθω με τάχιστα, τῆς κακουργίας αὐτοῦ, ὦ Νέστωρ Ἀθλοφόρε.
Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ νῷ καὶ σήματι, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα Κυρίου, τὸ σωτήριον πάντοτε, καὶ κληρονόμος αὐτοῦ, γένωμαι μετὰ τέλους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γεγαυρωμένον, καταβαλὼν τὸν Λυαῖον, πύργος ἄσειστος καὶ τεῖχος ἀσφαλείας, δέδοσαι ἀθλήσας, τῇ σῇ πατρίδι Νέστωρ.
Ἔχων παμμάκαρ, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε ἐκ πάσης δυσπραγίας, ῥύεσθαι ὦ Νέστωρ, τοὺς σὲ ὑμνολογοῦντας.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς στενάζουσι τοῦ βίου ταῖς ἀνάγκαις, καὶ τοῖς θλιβομένοις, παράκλησιν ἁγίαν.
Θεοτοκίον.
Ἁγίασον μου, τὴν μολυσθεῖσαν καρδίαν, πανυπέραγνε πάθεσιν ἁμαρτίας, ἵνα Σε δοξάζω, ὑπερδεδοξασμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ γεραίροντας Νέστωρ, Μάρτυς ἀήττητε.
Ἰλύος ἁμαρτίας, πλῦνον Ἀθλοφόρε, τῇ ῥυπτικῇ σου πρεσβείᾳ καὶ χάριτι, τὰς διανοίας ὦ Νέστωρ ἡμῶν δεόμεθα.
Μεθέξει ζωηφόρῳ, ὣν τεθεωμένος, ἐπουρανίου φωτὸς Νέστωρ ἔμπλησον, φωτιστικαῖς σου πρεσβείαις, τοὺς σὲ γεραίροντας.
Ὁρῶν αὐτοπροσώπως, τοῦ Χριστοῦ τὴν δόξαν, σὺν Δημητρίῳ τῷ θείῳ ἐν Μάρτυσι, σὺν αὐτῷ Νέστωρ ἐξαίτει, ἡμῖν τὰ κρείττονα.
Θεοτοκίον.
Ὑπὲρ τῶν οἰκετῶν Σου, Κεχαριτωμένη, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην ἱκέτευε, δοῦναι ἡμιν Θεοτόκε, πταισμάτων ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρε Χριστοῦ στεῤῥέ, ὁ κατανικήσας, τὸν Λυῖον τὸν δυσμενῆ, χαίροις ὁ αἰσχύνας, τὸν δόλιον βελίαρ, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Νέστωρ μακάριε.
Νέος μὲν τῷ σώματι κομιδῇ, πέλων Ἀθλοφόρε, καὶ ἀήττητος τῇ ψυχῇ, ἔλυσας τῆς πλάνης, τὸ κράτος καὶ τὸ θράσος, Σταυροῦ τῇ πανοπλίᾳ, Νέστωρ πανόλβιε.
Ἔδραμες ὦ Νέστωρ πίστει θερμῇ, τῷ ἐγκεκλεισμένῳ, Δημητρίῳ ἐν τῇ φρουρᾷ, καὶ τὴν εὐλογίαν, αὐτοῦ λαβὼν πλουσίαν, καθεῖλες τὸν Λυαῖον, καὶ χαίρων ἤθλησας.
Χαίροις εὐσεβείας ἄνθος σεπτόν, καὶ Θεσσαλονίκης, ἐγκαλλώπισμα εὐκλεές, χαίροις Δημητρίου, τοῦ θείου Μυροβλύτου, οἰκεῖος καὶ συνήθης, Νέστωρ ἀήττητε.
Ξίφει ἐκτημθείς σου τὴν κεφαλήν, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος τῆς κραταιᾶς, τούτῳ προσηνέχθης, ὡς θεῖον ἱερεῖον, καὶ παρ’ Αὐτοῦ ἀξίως, Νέστωρ δεδόξασθαι.
Σὺν τῷ Δημητρίῳ τῷ θαυμαστῷ, πρέσβευε ἀπαύστως, τῷ Παντάνακτι καὶ Θεῷ, Νέστωρ Ἀθλοφόρε, πάσης ῥυσθῆναι βλάβης, τοὺς εὐλαβῶς τελοῦντας, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Νέστωρ, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ὡς δι’ ἀγάπην Αὐτοῦ, αἷμά σου τὸ τίμιον, ἐκχέας Ἅγιε, καθικέτευε πάντοτε, θερμῇ ἱκεσίᾳ, ὑπὲρ τῶν ἐκ πίστεως, παρακαλούντων σε, ὅπως, ἀναγκῶν καὶ κινδύνων, καὶ πολυειδῶν ἄλλων πόνων, ἀσινεῖς ἐν βίῳ διαμένωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Χαιρετισμοί εις τον Άγιο Μάρτυρα Νέστωρ
Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Νέστωρ
Ποίημα Ηγουμένης Ισιδώρας Αγιεροθεϊτίσσης
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευφημήσωμεν ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν ἀδάμαντα τῆς πίστεως Χριστοῦ, Νέστορα τὸν καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος ἐνδυθεὶς Σταυροῦ, Λυαίου μεγαλαύχου, τὴν ἐπηρμένην ἔθραυσε ὀφρύν, χαίροις βοῶντες, Μαρτύρων ἀγλάϊσμα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Τῶν Ἀθλητῶν τὸ καύχημα Νέστορα εὐφήμῳ.
ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸ ὄμμα ψυχῆς μου ἱκετικῶς, πρὸς σὲ νῦν ἐπαίρω, τὴν πρεσβείαν σου ἐκζητών, τοῦ μέλπειν ᾠδαῖς χαριστηρίοις, τὴν σὴν ἀνδρείαν ὦ Νέστορ στεῤῥόψυχε.
Ὡραῖος τὸ σῶμα καὶ τὴν ψυχήν, τῷ κάλλει ὡραίῳ, ὑπὲρ πάντας υἱοὺς βροτῶν, ὦ Νέστορ πιστῶς κατηκολούθεις, καὶ Μαρτυρίου τὴν τρῖβον διήνυσας.
Νεάζων τῷ σώματι Ἀθλητά, ἐνέδρας ἀρχαίου, ἐξενεύρισας πτερνστοῦ, καὶ ἄθλοις γενναίοις ὡμολόγεις, τὸν ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.
Θεοτοκίον.
Ἀγγέλων ἐξέπληξας τοὺς χορούς, Πάναγνε Παρθένε, τῷ ἀσπόρῳ Σοῦ τοκετῷ, Αὐτὸν σὺν Ἀγγέλοις ἐκδυσώπει, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Θυρεῷ εὐσεβείας, καθοπλισθεὶς ἔνδοξε, καὶ ἀναλαβὼν πανοπλίαν, Σταυροῦ ἀήττητον, πρὸς τοὺς ἀγῶνας στεῤῥῶς, ἐν τῷ σταδίῳ εἰσῆλθες, καὶ Χριστοῦ τὸ ὄνομα, Νέστορ ἐτράνωσας.
Λογικὸν ὡς ἀρνίον, πρὸς τὴν σφαγὴν ἔδραμες, καὶ τῷ Ἀρχιθύτῃ προσήχθης, Νέστορ ὡς ἄμωμος, καὶ ἱερὰ προσφορά, καὶ ἐθελόθυτον θῦμα, τῷ Σταυρῷ κενώσαντι, αἷμα τὸ πάντιμον.
Ἡ τοῦ Πνεύματος χάρις, τῇ σῇ ψυχῇ ᾤκησε, καὶ χρυσοῦ λαμπρότερον Νέστορ, σὲ ἀπειργάσατο, καὶ ἐν σταδίῳ χαλκοῦ, πλέον στεῤῥὸν σὲ ἐδείκνυ, τῶν τυράννων θραύσαντα, βέλη ἀνίσχυρα.
Θεοτοκίον.
Τὴν πρεσβείαν Σου τεῖχος, καὶ ὀχυρὸν ἔχοντες, στίφη δυσμενῶν ἀοράτων, Κόρη τροπούμεθα, σὺν τῷ Ἀγγέλῳ διό, χαίροις ἀεὶ ἐκβοῶμεν, τῆς χαρᾶς τῆς κρείττονος, θεῖον κειμήλιον.
Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ᾧ Νέστορ ἐν εὐσεβείᾳ, ὁ νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Ὡς ὄρθρος λαμπρὸς, ἐκλάμψας ἐν τοῖς πέρασιν, εἰδώλων νυκτός, τὸ σκότος ἀπεμείωσας, καὶ Χριστὸν τὸν ἄδυτον καταγγέλλεις ἥλιον ἅπασι, διὸ καρδίαν φώτισον ἡμῶν, ὦ Νέστορ τῶν πόθῳ ἀνυμνούντων σε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς ἀλάβαστρον τίμιον, οὐρανίου μύρου ἡμῖν ἐξέχεας, εὐωδίαν τὴν ἀείῤῥυτον, καὶ χαρίτων Νέστορ τὰ δωρήματα.
Νάμα δίδως γλυκύτατον, ὡς ἀμπέλου θείας βότρυς κατάκαρπος, μαρτυρίου δὲ ἀπέσταξας, τοῖς ληνοῖς ὦ Νέστορ γεῦσιν ἄῤῥητον.
Τῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας Νέστορ ἐξήρανας, τοὺς χειμάῤῥους καὶ ἐξέβλυσας, ποταμὸν ἀκένωτον τῆς χάριτος.
Θεοτοκίον.
Ὀμβροτόκον νεφέλην Σε, τὴν τὸ θεῖον μάννα ἡμῖν παρέχουσαν, Σὲ γινώσκομεν Θεόνυμφε, καὶ Ζωῆς τοῦ Ἄρτου θείαν Τράπεζαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Κράτος τοῦ Σταυροῦ, ἐν σταδίῳ Νέστορ ὕψωσας, καὶ ἐπάρσεις τῶν ἀνόμων δικαστῶν, γενναίοις ἄθλοις ἐθριάμβευσας ἀήττητε.
Ἄνακτα Χριστόν, τὸν ποιήσαντα τὰ σύμπαντα, τοῖς διώκταις ἀνεβόα εὐθαρσῶς, ὁ θεῖος Νέστωρ εἰς αἰῶνας οὐκ ἀρνήσομαι.
Ὕλην τὴν σαθράν, τῶν εἰδώλων ἀπετέφρωσας, τῆς ἀθλήσεως πυρὶ θεουργικῷ, πιστοὺς ἀρδεύων δροσοβόλῳ Νέστορ χάριτι.
Θεοτοκίον.
Χεῖρας ἐκτενῶς, Μητρικὰς Ἁγνὴ ἀνάγαγε, ὀφλημάτων αἰτουμένη ἱλασμόν, τοῖς προσκυνοῦσι, τὸν Σὸν τόκον Ἀπειρόγαμε.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἡδύλαλος, ἀηδὼν ἀέναον, μελώδεις μαρτυρικὸν Νέστορ ᾆσμα, καὶ τῶν πιστῶν κατευφραίνεις καρδίας, τῶν ἀνυμνούντων ἐκ πόθου σὴν ἄθλησιν, καὶ ἐκβοώντων σοι ἀεί· τῶν Μαρτύρων Χριστοῦ χαίροις σέμνωμα.
Μυρίπνοον, Παραδείσου πέφυκας, καὶ ἀείζωον καὶ τίμιον ἄνθος, ταῖς καλλοναῖς, Μαρτυρίου ἐμπρέπων, καὶ τὰς ψυχὰς κατευφραίνων τῶν πίστει σοι, βοώντων Νέστορ ἐκ ψυχῆς, Ἀθλητῶν χαίροις θεῖον ὡράϊσμα.
Ἀνέτεινας, σῆς ψυχῆς τὰ ὄμματα, πρὸς τὸν μόνον Δυνατὸν ἐν ἰσχύϊ, καὶ ἐνδυθείς τὴν Αὐτοῦ πανοπλίαν, πρὸς τοὺς ἀγῶνας ἀτρόμως ἐχώρησας, καὶ ἔλαβες Νέστορ ζωῆς, τῆς ἀγήρω ἀσύλητα ἔπαθλα.
Θεοτοκίον.
Νεώσασα, τῶν βροτῶν τὸ φύραμα, τῷ κοινῷ καὶ ἀποῤῥήτῳ Σοῦ τόκῳ, Κόρη σεμνή καὶ ἡμῶν τὰς καρδίας, ἐκ τῶν παθῶν καινοποίησον κράζειν Σοι· Ἀνύμφευτε χαῖρε Χριστοῦ, τοῦ Θεοῦ φωτοφόρον παλάτιον.
Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ὦ Νέστορ ἐν εὐσεβείᾳ, ὁ νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Δημητρίου τὸν συναθλητὴν καὶ ὁμόσκηνον, τὸν ἀτρόμως πρὸς τοὺς αἰκισμοὺς εὐδρομήσαντα, καὶ Δεσπότου μαρτυρικῶς τρανώσαντα ἰσχύν· Σταυροῦ ἔχοντα τὸν ὁπλισμόν, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, κραταιῶς τὸν συντρίψαντα· Νέστορα τὸν γενναῖον, ἀδάμαντα καρτερίας, τὸν μεγαλύναντα τρανῶς, τὴν ἰσχὺν τῆς θείας πίστεως.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Χαίρει καὶ ἀγάλλεται, Θεσσαλονίκη πλουτοῦσα, θησαυρὸν ὡς ἄσυλον, τῶν σεπτῶν Λειψάνων σου, θήκην πάνσεπτον, ἐξ αὐτῆς βλύζει γάρ, ποταμὸς καθάπερ, τῶν χαρίτων θεία νάματα· Χριστὸν ἠγάπησας, τῆς ζωῆς πηγὴν τὴν ἀκένωτον, Αὐτοῦ τῷ φίλτρῳ ἔνδοξε, σώματος θνητοῦ κατεφρόνησας, Νέστορ διὰ τοῦτο, ζωῆς ἐπαπολαύεις ἀληθοῦς, ἧς τὸν Χριστὸν καθικέτευε, τυχεῖν τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῷ ἅρματι Νέστορ, μαρτυρίου ἀνῆλθες πτεροῖς ὠθούμενος, τῆς πίστεως τῆς θείας, ἀγάπης τε τελείας, ἐφετῶν τῇ ἀκρότητι, συμμελωδῶν ἐκτενῶς, Ἀγγέλοις εἰς αἰῶνας.
Στηριχθεὶς ἐπὶ πέτραν, ἐντολῶν τοῦ Δεσπότου Νέστορ τὴν ἄθραυστον, ἀκλόνητος διέβης, τὴν τρῖβον μαρτυρίου, καὶ χειρὶ ἐστεφάνωσαι, ζωαρχικὴ Ἀθλητά, εὐκλείᾳ ἀκηράτῳ.
Τῶν αἱμάτων τοῖς ῥείθροις, ξηρανθεῖσαν τὴν χθόνα Νέστορ κατήρδευσας, καὶ στάχυν τὸν πολύχουν, ἀπέδωκας πλουσίως, ἀποθήκαις τηρούμενον, ταῖς αἰωνίαις ὑμνῶν, Χριστὸν τὸν Σιτοδότην.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ὡς ἀχώρητον Λόγον κυοφορήσασα, ὑπάρχουσα Παρθένε, καρδίας τῶν Σῶν δούλων, ἱκεσίαις Σου πλάτυνον σὺν τῷ Ἀγγέλῳ Ἁγνή, τὸ χαῖρέ Σοι κραυγάζειν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥώμην ἐξ ὕψους, ἀναλαβὼν Νέστορ πᾶσαν, τοῦ ἐχθροῦ τὴν ἰσχὺν κατεβάλου, τῷ Θεῷ προσάδων, ᾠδὰς ἐπινικίους.
Ἄνακτι πάντων, ὡς στρατευθεὶς ἑκουσίως, βασιλείας Αὐτοῦ ἀπολαύεις, Νέστορ εἰς αἰῶνας, τῆς μὴ σαλευομένης.
Ἔαρ τὸ θεῖον, ὡς χελιδὼν Νέστορ φέρεις, παγετὸν τῶν εἰδώλων τε παύεις, θάλπων εἰς αἰῶνας ψυχὰς τῶν σὲ τιμώντων.
Θεοτοκίον.
Ὑψηλοτέρα, τῶν Χερουβὶμ Θεοτόκε, Σεραφείμ τε Ἁγνὴ ὑπέρτερα, πέλουσα ἐκ βάθους, παθῶν ἀνάγαγέ με.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φρουρὸν καὶ τεῖχος μέγα, Νέστορ σὲ πλουτοῦσα, Θεσσαλονίκη καυχᾶται, βοῶσα πιστῶς, σὺν Μυροβλύτῃ πρεσβείαν, ποιοῦ πρὸς Κύριον.
Ἡλίου Ἀρχιφώτου, Θρόνῳ προσεδρεύων, τῆς μετανοίας τὸ φέγγος, παράσχου ἡμῖν, τοῖς μετὰ πίστεως Νέστορ, ἀεὶ τιμῶσί σε.
Μονὰς εἰς οὐρανίους, σὺν χοροῖς Μαρτύρων, κατασκηνώσας ἐν δόξῃ, λιταῖς σοῦ σεπταῖς, δόξης ἱμάτιον Νέστορ, ἡμᾶς ἐπένδυσον.
Θεοτοκίον.
Ὡς πύλη κεκλεισμένη, οὖσα ὦ Παρθένε, δι᾿ ἧς διῆλθεν ἀφράστως, Χριστὸς ὁ Θεός, τοῦ Παραδείσου τὰς πύλας, ἡμῖν διάνοιξον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς Ἰσιδώρας.
Ἱστίῳ Σταυροῦ τοῦ Ζωοποιοῦ, εἰς ὅρμον περάσας, τὸν γαλήνιον ἀληθῶς, δώρησαι εὐχαῖς σου γαλήνην, τοῖς ἐν βίῳ ἀεὶ χειμαζομένοις, Νέστορ μακάριε.
Στολὴν τὴν θεόσδοτον ἐνδυθείς, αἵμασι τιμίοις, ὑφανθεῖσαν Μάρτυς Χριστοῦ, ψυχῆς τῆς ἀκαλλοῦς μου, στολὴν λιταῖς σου θείαις, ἐν τρόποις μετανοίας Νέστορ ὠράϊσον.
Ἰάσεων ῥεῖθρα τὰ σὰ ὀστᾶ, χαρίτων τε πλοῦτον, ἀναβλύζουσι δαψιλῶς, ἃ καὶ προσκυνοῦντες, δοξάζομεν τὸν δόντα, σὲ κρήνην εὐλογίας, Νέστορ ἀείρυτον.
Δεήθητι Νέστορ τοῦ Λυτρωτοῦ, ἅμα Δημητρίῳ, τῷ στεῤῥῷ σου χειραγωγῷ, ἐκ χειρὸς τοῦ πλάνου, ἡμᾶς ἐκλυτρωθῆναι, στεῤῥῶς τε βηματίζειν, ὁδὸν σωτήριον.
Ὥριμος ὡς βότρυς Νέστορ ληνοῖς, σεπτοῦ Μαρτυρίου, ἀποστάζεις νᾶμα γλυκύ, καὶ ψυχὰς εὐφραίνεις, ἀῤῥήτῳ εὐφροσύνῃ, τῶν πόθων σου τιμώντων, τὴν θείαν ἄθλησιν.
Ῥώμην ἐζωσμένος ἐξ οὐρανοῦ, καὶ εὐχὴν πλουτήσας, Δημητρίου τὴν πανσθενῆ, ᾔσχυνας ὦ Νέστορ, Λυαῖον ἐν σταδίῳ, Χριστοῦ τὸ θεῖον κράτος, τρανώσας ἔνδοξε.
Ἄστρον ἑξανέτειλας φαεινόν, διαλύων Νέστορ, τῶν εἰδώλων τὴν ζοφεράν, νύκτα καὶ αὐγάζων, πιστῶν καρδίας σέβειν, θεότητος ἀκτίστου, φῶς τὸ τρισήλιον.
Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, Θεσσαλονικέων, ἡ ἀκοίμητον ὡς φρουρόν, ἅμα Μυροβλύτη τὸν Νέστορα πλουτοῦσα, οὓς ὕμνοις ἐγκωμίων, ἀεὶ μεγάλυνε.
Ἒτερα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων θεία κρηπίς, Ἀθλοφόρων Νέστορ, ἐγκαλλώπισμα τὸ σεπτόν· χαίροις ὁ διδάσκων ἡμᾶς ἀεὶ συντρίβειν, ἐχθροῦ τὰς πανουργίας, Σταυροῦ τῷ δόρατι.
Χαίροις ἀδαμάντινε τὴν ψυχήν, καλλονῆς ἐνθέου, τὸ δοχεῖον τὸ εὐκλεές· χαίροις ὁ ἀῤῥήτου χαρᾶς ἐπαπολαύων, σὺν τάξεσι Μαρτύρων, Νέστορ πανάριστε.
Χαίροις παρθενίας ἄνθος σεπτόν, Παραδείσου Νέστορ, ἐπιῤῥέον τὴν χαρμονήν· χαίροις τῶν χαρίτων τοῦ Πνεύματος ταμεῖον, ψυχὰς πιστῶν ἡδῦνον, τῶν ἀνυμνούντων σε.
Χαίροις ὁ προσάξας Νέστορ Θεῷ, τίμιον ὡς δῶρον, κεφαλήν σου τὴν ἱεράν· χαίροις ὁ τὸ στέφος ἀντειληφὼς τῆς δόξης, ζωῆς τε τῆς ἀλήκτου, πηγὴν ἀκένωτον.
Χαίροις ὁλοκάρπωσις ἱερά, τῷ ἐπουρανίῳ, Ἀθανάτῳ τε Γεωργῷ· χαίροις τὸ εὐῶδες, θυμίαμα Κυρίου, ἀεὶ Αὐτοῦ τῷ θρόνῳ τὸ προσφερόμενον.
Χαρᾶς ἀϊδίου κατατρυφῶν, κάλλους τε ἀῤῥήτου, ἀπολαύων τὴν χαρμονήν, δώρησαι τοῖς πόθῳ ἀεὶ σὲ εὐφημοῦσιν, ἀῤῥήτου εὐφροσύνης, Νέστορ τὰ νάματα.
Ἄληκτον τὸν ὕμνον ἐν οὐρανοῖς, Νέστορ ἀναμέλπων, Ἀσωμάτων σὺν στρατιαῖς, πρόσδεξαι τὸν ὕμνον, ὃν πόθῳ σοι προσάγω, καὶ χάριν μοι ἀντῖδος, πταισμάτων λύσιν τε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Δημήτριου τοῖς λόγοις θαῤῥυνθεὶς Νέστορ ἔνδοξε, ᾔσχυνας Λυαίου τὸ θράσος, ἐν σταδίῳ ἀήττητε· καὶ ἔλαβες τὸ στέφος ἐκ χειρός, Χριστοῦ τοῦ Ζωοδότου Ἀθλητά, διὸ πάντες τὴν ἀνδρείαν τὴν σήν, ἀεί, γεραίροντες ἐκβοῶμεν· χαίροις Μάρτυς στεῤῥόψυχε Χριστοῦ· χαίροις ἀξιοθαύμαστε· χαίροις Θεσσαλονίκης ὁ φρουρός, πιστῶν τε πάντων στήριγμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις τῆς ἀνδρείας ὁ Κανών, χαίροις καρτερίας ἡ στήλη, καὶ εὐτολμίας εἰκών, ἄκμων ὁ ἀλύγιστος, Χριστοῦ τῆς πίστεως· Δημητρίου ὁ σύναθλος, Δαυΐδ ὥσπερ ἄλλος, τύραννον ἀπέκτεινας σφενδόνη πίστεως λίθον ὡς πανίσχυρον ἔχων, τίμιον Σταυρόν, χαίροις Νέστορ, τῶν πιστῶς τιμώντων σὲ τὸ στήριγμα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως,
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχα.
Ταπεινόν μου δώρημα τῶν ὕμνων μὴ παρίδῃς
ὁ δωρησάμενος Χριστῷ Νέστορ αἱμάτων ῥεῖθρα.
Βασιλεῖ οἰκείωσον ἐπουρανίῳ
τὴν πιστῶς σὲ μέλψασαν Νέστορ στεῤῥὲ ὁπλῖτα.