Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Νήφωνα Πατριάρχη Κωσταντινουπόλεως

  1. Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

  2. Ποίημα Μοναχής Μελάνης

Παρακλητικός Κανών εις τον Αγίοις Πατέρα ημών Νήφωνα Πατριάρχη Κωσταντινουπόλεως

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Μονῆς Προδρόμου ἀσκητὴς θεοφόρος, Θεσσαλονίκης ἱερὸς ποιμενάρχης, Βασιλευούσης πρόεδρος, Δακίας φωτιστής· Νήφων ἀναδέδειξαι, ταπεινώσει βαθείᾳ, τοῦ Χριστοῦ κοσμούμενος, ὑπὲρ ἔννοιαν πᾶσαν· ὅθεν τὰς σὰς κατάπεμψον εὐχάς, τοῖς σὲ τιμῶσιν, ὦ Πάτερ φιλότεκνε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν, οὗ ἡ ἀκροστιχίς·
Νήφων, πατρικῶς δέξαι δεήσεις τέκνων. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ναὸς ἀνεδείχθης Θεοῦ λαμπρός, ἀσκήσει καὶ νήψει, ἱεράρχα Νήφων βιούς· διὸ ὡς πλουτῶν τὴν παῤῥησίαν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ ἱκέτευε.

Ἠγάπησας σφόδρα γλυκὺν Χριστόν, ἐκ πρώτων βημάτων, καὶ ἀσκήσεως τὸν σταυρόν, ὡς ᾄρας σοῖς ὤμοις πάτερ Νήφων, θείαν ἀγάπην ἡμῖν δὸς ἀείφλεκτον.

Φωτὶ τῷ ἀκτίστῳ κατελλαμφθείς, ἐν νήψει ἐμμένων, Νήφων πλήθη σαῖς διδαχαῖς, ἐφώτισας καὶ ἡμᾶς φωτίσαις, τὸν Ἰησοῦν ἱκετεύων φιλότεκνε.

Θεοτοκίον.
Ὡς πάγκαλλον ἄνθος ἀθωνικόν, ὁ Νήφων ἐφάνη, ἐν Προδρόμου θείᾳ Μονῇ, βιώσας κυρία Θεοτόκε, καὶ ἐνεπλήσθη τῶν δώρων τῆς Χάριτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς ὑπακούσας πνευματικοῖς γέρουσι, κατὰ τὸν Πατρὶ Θεὸν Λόγον, καθυπακούσαντα, Νήφων μακάριε, ὑπακοὴν ἐκ καρδίας, δὸς τοῖς ὑπὸ γέροντος, ζυγῷ ὁδεύουσιν.

Πολιτείαν προκρίνας, προδρομικὴν ὅσιε, ἐν Διονυσίου προσῆλθες, Μονῇ καὶ γέγονας, τύπος ἀσκήσεως, θεοφιλοῦς πάτερ Νήφων, ἣν εὐχαῖς σου δώρησαι, τοῖς σὲ γεραίρουσιν.

Ἀναβαίνων καθ’ ὥραν, τὴν νοητὴν Κλίμακα, καὶ ἐκκαθαρθεὶς τὴν καρδίαν, κεχειροτόνησαι, καὶ ὥσπερ ἄγγελος, Θεῷ παρίστασο Νήφων· ὅθεν προσεδρεύοντας, Αὐτῷ ἁγίασον.

Θεοτοκίον.
Τὸν τιμήσαντα Μῆτερ, τὸν ἱερὸν Κῆπόν σου, Νήφωνα ἐτίμησας ὄντως! ὡς ἀναδείξασα, ἱεραρχήσαντα, σοφῶς λαοῦ χριστωνύμου, καὶ πηγὴν ἀέναον θαυμάτων δείξασα.

Διάσωσον, τοὺς αἰτουμένους ὦ θεῖε Νήφων, τὴν θερμήν σου πρεσβείαν πρὸς Κύριον, καὶ ἄνοιξον πύλην ἡμῖν, ποθητοῦ Παραδείσου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμένων ποιμήν, Βασιλευούσης πρόεδρος, θαυμάτων πηγή, ὑπάρχων Νήφων ἅγιε, τοὺς πιστῶς τιμῶντάς σε, πατρικῶς σκέπε καὶ πλήρωσον, τὰς ἱκεσίους προσευχάς, πρὸς σωτηρίαν τὴν αἰώνιον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥῦσαι Νήφων μακάριε, πάσης ἐπηρείας τοῦ πολεμήτορος, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, καὶ ψυχὰς αὐτῶν παθῶν ἐκκάθαρον.

Ἱερῶς πολιτεύεσθαι, πάντας χριστωνύμους Νήφων ἀξίωσον, καὶ τηρεῖν τὰ δικαιώματα, τοῦ Θεοῦ ἐν πάσῃ ὁσιότητι.

Κύκλῳ τεῖχος ἀνάδειξον, τὰς εὐχάς σου Νήφων τῶν δούλων σου, ὥστε βέλη πολεμήτορος, ἀποκρούειν πάντα τὰ ψυχώλεθρα.

Θεοτοκίον.
Ὡς τῷ Νήφωνι Πάναγνε, δέδωκας Κυρίου θείαν ἀγάπησιν, οὕτω δὸς καὶ τοῖς αἰτοῦσί σε, ταύτην ὥσπερ δῶρον ὑπερτίμητον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριξον ἡμᾶς, πάτερ Νήφων ὡς ἐστήριξας, Θεσσαλονίκης ἐν δουλείᾳ τοὺς πιστούς, καὶ ἐλευθέρους, ἁμαρτίας ἐναπόδειξον.

Δόξης κοσμικῆς, βδέλλα Νήφων οὐ δεδύνηται, καταπιεῖν γενναῖον σῆς ψυχῆς, ἧς περ ἀτρώτους, καὶ ἡμᾶς εὐχαῖς σου τήρησον.

Ἔλαμψας φαιδρῶς, πανταχοῦ βίου λαμπρότητι, καὶ πολλοὺς συνῆψας Νήφων τῷ Χριστῷ, ᾦ αἰωνίως, ἀχωρίστους ἡμᾶς σύνδησον.

Θεοτοκίον.
Ξένον τῶν παθῶν, Μῆτερ Νήφωνα τηρήσασα, καὶ τοὺς τιμῶντάς σε ἐκ πίστεως, τῇ ἀπαθείᾳ, ὥσπερ οἶδας καταστόλισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπέδειξας, Ὀρθοδόξου πίστεως, μεγαλεῖον πάτερ Νήφων ἐν ἔργοις, θαυματουργῶν, τῇ δυνάμει Κυρίου, καὶ ἰατρεύων ποικίλα νοσήματα, διὸ ὡς θεῖος ἰατρός, καὶ ἡμᾶς ἀσθενοῦντας ἰάτρευσον.

Ἱλέωσαι, πατρικαῖς δεήσεσι, τὸν Δεσπότην θεῖε Νήφων ταχέως, ὃν ἀδεῶς, ταῖς αἰσχραῖς ἁμαρτίαις, ἀναισθητοῦντες πολλὰ παροργίζομεν, ὅπως τὸ ἔλεος Αὐτοῦ, ἐπεκτείνῃ ἡμῖν ὡς Φιλάνθρωπος.

Δακία σε, φωτιστὴν θεόσταλτον, ἐν ἡμέραις δυσχειμέροις ἐπέγνω, ἔνθα λαόν, εὐσεβῶς ὁδηγήσας, πρὸς μετανοίας ὁδοὺς πεῖραν ἔσχηκας, μανίας Νήφων τοῦ ἐχθροῦ, ἧς περ ῥῦσαι τοὺς πόθῳ τιμῶντάς σε.

Θεοτοκίον.
Ἐν σκέπῃ σου, τῶν πτερύγων Δέσποινα, τοὺς ὑμνοῦντάς σου τὸν ἄχραντον τόκον, ὡς νεοσσούς, ἐξ ἱέρακος τήρει, τοῦ νοητοῦ καὶ σφοδρῶς ἐπεγείροντος, πολλοὺς ἡμῖν τοὺς πειρασμούς, καὶ παγίδας ἀπείρους συστήνοντος.

Διάσωσον, τοὺς αἰτουμένους ὦ θεῖε Νήφων, τὴν θερμήν σου πρεσβείαν πρὸς Κύριον, καὶ ἄνοιξον πύλην ἡμῖν, ποθητοῦ Παραδείσου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς τοῦ Ἄθωνος Ὄρους ἐκβλάστημα, καὶ Βασιλευούσης Πατριάρχης θεόκλητος, πάτερ Νήφων, εὐλογηθεὶς θαυμάτων δωρεᾷ, ἡμᾶς πόθῳ εὐλαβεῖ, ἐξαιτουμένους σὰς εὐχάς, οὐρανόθεν εὐλόγησον· κάθαρον τὰς ἐννοίας, μνήμῃ Χριστοῦ γλυκέος, καὶ ἐνδυνάμωσον ποιεῖν, τὸ Αὐτοῦ θεῖον θέλημα.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι´ 7-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ, ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, ἀπὸ παιδὸς ἀνατείνας, πρὸς Θεὸν μακάριε, πάτερ Νήφων γέγονας, σκεῦος τίμιον, τοῦ Ἁγίου Πνεύματος, καὶ ταπεινωθέντα, Ἰησοῦν ἐκμιμησάμενος, πάντας ἐξέπληξας, μοναστὰς τοῦ Ἄθω τῷ βίῳ σου, ὡς ναῦς τις δὲ χριστόφορτος, ἐν Διονυσίου καθώρμισαι· ὅθεν Πατριάρχα, τὴν χάριν θαυμασίων εἰληφώς, τὴν Ἐκκλησίαν τιμῶσάν σε, ταῖς εὐχαῖς σου στήριξον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ηὔγασάς σου τῷ βίῳ, τῆς δουλείας τὸ σκότος λάμψας ὦ Νήφων φαιδρῶς, στηρίξας χριστωνύμων, καρδίας κλονουμένας, ὅθεν πάτερ τοῦ σκότους με, τοῦ δουλικοῦ τῶν παθῶν, ἐξάγαγε εὐχαῖς σου.

Σωφροσύνῃ συζήσας, πρακτικῶς ταύτην Νήφων πᾶσιν ἐδίδασκες, διὸ καὶ οὐκ ἠνέχθης, κρατούντων ἀνομίας, ὑποστὰς θλῖψιν ἄδικον, ἧς περ τοὺς σοὺς ὑμνητάς, ἀτρώτους διατήρει.

Ἐν Μαρτύρων τῇ τάξει, κατιδεῖν ἠξιώθης δυάδα σῶν μαθητῶν, οἷς εὐχηθεὶς ὡς ἄρνας, Χριστοῦ πρὸς τὸ σφαγῆναι, πατρικῶς ἐξαπέστειλας· ὅθεν τὸν ζῆλον αὐτῶν, ἡμῖν παράσχου Νήφων.

Θεοτοκίον.
Ἱκετεύειν μὴ παύσῃ, Παναμώμητε Μῆτερ ὑπὲρ τῶν τέκνων σου, τῶν πᾶσαν τὴν ἐλπίδα, εἰς σὲ ἀναθεμένων, καὶ ποθούντων τὴν ἕνωσιν, τὴν μυστικὴν τοῦ Χριστοῦ, Υἱοῦ σου γλυκυτάτου.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Στύλος ἐφαίνου, ἐν προσευχαῖς πάτερ Νήφων, σεαυτὸν ἀνυψῶν πρὸς τὸν Δεσπότην, οὗπερ θεῖον πόθον, ἡμῖν ἅψαις ἀσβέστως.

Τῇ ταπεινώσει, ὁλοτελῶς ὡμοιώθης, τῷ Κυρίῳ ἐν γνώσει μάκαρ Νήφων, ἧς περ κατοικίας, ἡμᾶς δεῖξον εὐχαῖς σου.

Ἐθαυμαστώθης, ὑπερφυῶς θεῖε Νήφων, ἐν Μονῇ τοῦ σεπτοῦ Διονυσίου, ἣν διαφυλάττοις, Χριστῷ εὐαρεστοῦσαν.

Θεοτοκίον.
Κράτει Κυρία, ὥσπερ ἀκράτητον πῶλον, ἀτακτοῦντα τὸν νοῦν μου καὶ Δεσπότου, δῆσον θείᾳ μνήμῃ, τῇ ἐξαγιαζούσῃ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νήφων Βασιλευούσης, μέγας Πατριάρχης, ἀναδειχθεὶς εἰς Χριστοῦ τὰ βασίλεια, ὢν σὺν χοροῖς τῶν Ἁγίων, ἡμᾶς μνημόνευε.

Ὡς ποταμοὺς θαυμάτων, βλύζων σοῖς λειψάνοις,
Νήφων χαρίτων τὴν πλήμμυραν πάρεχε, πάθη ψυχῶν καὶ σωμάτων, ἡμῶν ἰώμενος.

Νικήσας πάτερ Νήφων, πονηροῦ παγίδας, καὶ εἰληφὼς ἁγιότητος στέφανον, τοὺς τὸν καλὸν ἐναθλοῦντας, ἀγῶνα στήριξον.

Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, Νήφωνα σὸν λάτρην, ἁγιασμοῦ παντελοῦς ἀξιώσασα, ἰδεῖν Δεσπότου τὴν δόξαν, ἡμᾶς ἀξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τῶν ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας, τὸν φωστῆρα τὸν φαεινόν, τὸ τοῦ Ἄθω κλέος, καὶ ἀρετῶν τὸν πλοῦτον, τιμῶμέν σε ἐκ πόθου, Νήφων πατὴρ ἡμῶν.

Μιμηθεὶς Προδρόμου τὴν βιοτήν, ἐν Διονυσίου, θείᾳ Μάνδρᾳ Νήφων σεπτέ, καὶ ὡς Πατριάρχης, ἐν πάσῃ ταπεινώσει, πολιτευθεὶς θαυμάτων, τὴν χάριν εἴληφας.

Ἐκ παιδὸς ποθήσας τὸν Ἰησοῦν, Νήφων θεοφόρε, τῆς ἀσκήσεως τὸν σταυρόν, ᾖρας καρποφόρως, διὸ καὶ ἠξιώθης, ὕψους Πατριαρχείας, ἐν ᾗ διέπρεψας.

Ἔνδυμα φορέσας τοῦ Ἰησοῦ, ταπείνωσιν θείαν, Νήφων πάτερ ὑπερφυῶς, βίον σου διῆλθες, διὸ καὶ ἐδοξάσθης, ὑπὸ τοῦ στεφανοῦντος, τοὺς ταπεινόφρονας.

Τοὺς ἀσπαζομένους σου τὰ σεπτά, λείψανα ὦ Νήφων, δεῖξον οἴκους τοῦ Ἰησοῦ, ἐν τῇ ἐκμιμήσει, τοῦ θαυμαστοῦ σου βίου, δι’ ὅνπερ ἐδοξάσθης, παναγιώτατε.

Ὅταν παραστῶμεν πρὸ τοῦ Κριτοῦ, ἐν ἐσχάτῃ ὥρᾳ, τότε Νήφων πρέσβυς γενοῦ, ὑπὲρ τῶν τιμώντων, τὴν μνήμην σου τὴν θείαν, ὅπως ῥυσθῶμεν πάντες φρικτῆς κολάσεως.

εἰδικὸν διὰ τοὺς Νήφωνας.
Νῆψιν καὶ ταπείνωσιν ἀληθῆ, δίδου μάκαρ Νήφων, ὁμωνύμοις σου πατρικῶς, ὅπως ἐποφθῶσι, συμμέτοχοι τῆς δόξης, ἣν ἔχεις σὺν Ἁγίοις, εἰς τὸν Παράδεισον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Ἀρχιερωσύνης τὴν στολήν, θείᾳ ταπεινώσει στολίσας, Νήφων μακάριε, τύπος Χριστοῦ γνήσιος, ὑπάρχεις πάντων πιστῶν. Καὶ θαυμάτων ἐνέργειαν, πλουτῶν μὴ ἐλλείπῃς, χάριν δοῦναι ἄφθονον, τοῖς αἰτουμένοις θερμῶς· ὅπως σῶν λειψάνων τὴν θήκην, ὡς ἐνεργειῶν τῶν ἀκτίστων, πάροχον ἐμπόθως ἀσπαζώμεθα.

Σύντρεις τὴν Τριάδα τὴν σεπτήν, Πρόδρομε κλεινὲ τοῦ Κυρίου καὶ Νήφων ἅγιε, πάτερ Διονύσιε, Μονῆς σου ἔφορε, ὑπὲρ ταύτης πρεσβεύετε, καὶ πάντων τῶν ὅσοι, ἐν αὐτῇ ἀσκήσεως, ὁδὸν βαδίζουσιν, ἵνα κληρονόμοι φανῶσι, τῆς ἐπουρανίου Πατρίδος, δι’ ἣν τὰ τοῦ κόσμου ἀπετάξαντο.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην Σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν Σήν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Νῆψιν εὐκτικὴν καὶ ταπείνωσιν δίδου,
Τοῖς αἰτοῦσί σου, ὦ Νήφων, τὴν πρεσβείαν.

Παρακλητικός Κανών εις τον Άγιο Νήφων Πατριάρχη Κωσταντινουπόλεως

Ποίημα Μοναχής Μελάνης

†Εορτάζεται στις 11 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγιωτάτῳ ταπεινῷ Πατριάρχῃ, ἐν τοῖς καιροῖς τῶν Ὀρθοδόξων δουλείας, κατεργασθέντι νήψεως πυκτὴν ἀρετήν· κλήσει τε καὶ πράξεσι, νῦν προσπίπτομεν πίστει, κράζοντες καὶ λέγοντες, ὁσιώτατε Νήφων, ἐκ τῶν παθῶν νόος τοῦ σκοτασμοῦ, τῇ σῇ δυνάμει ἡμᾶς ἐλευθέρωσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πόθῳ μαθεῖν σῆς ταπεινώσεως σθένος. Μ(ελάνης) Μ(οναχῆς).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποιμένα τὸ Γένος παναληθῆ, εὑρηκὸς σὲ Νήφων, σοὶ προσέδραμε εὐλαβῶς, καιροῖς τῆς δουλείας ἱκετεῦον, ἳν’ ἀπολαύσῃ θεόσδοτον ἄνεσιν.

Ὁλότης ἐρώντων σὴν βιοτήν, τὴν πεφοινιγμένην, ἐκ στιγμάτων τοῦ Ἰησοῦ, προσπίπτει σοι Νήφων καὶ καλεῖ σε, θεῖον ἀλείπτην πρὸς νήψεως στάδιον.

Θεοῦ τοῦ Χριστοῦ σου ὄντως ναόν, κατέστησας Πάτερ, σὴν καρδίαν τὴν πενθικήν· ὅθεν σοῦ δέομαι ὁ τάλας, μὴ ἐπιλαθοῦ μοι ὥρα τῆς θλίψεως.

Θεοτοκίον.
Ὦ κόρη Παρθένε ἐν ἀρετῇ, σεμνῆς παρθενίας, διατήρησον εὐλαβῶς, τάγμα σεπτὸν παρθενευόντων, ἐπιποθούντων τῶν ἄνω τὴν μέθεξιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μοναστῶν ποδηγέτης, σὺ ἀφανῶς πέφηνας, πρὸς νῆψιν ἀλείφων, τοὺς σοὶ ἐλπίζοντας· ὅθεν στερέωσον, ἐμὰς καρδίας πρὸς βίαν, δι’ ἧς ὑπερβαίνομεν, νόμους τῆς φύσεως.

Ἀκανθίνου στεφάνου, καταμαθὼν Ὅσιε, βάθος τε καὶ πλάτος καὶ πόνον, τῆς ταπεινώσεως, πάνυ ἐπόθησας, συμμορφωθῆναι τῷ πάθει, οὗ κᾀμὲ ἀξίωσον, γενέσθαι μέτοχον.

Θαυμαστῶς ὁ σὸς βίος, αἶνος Χριστοῦ γέγονε, θρόνος δὲ σὸς νοῦς καὶ καρδίᾳ, Αὐτοῦ ἐδείχθησαν· ὅθεν κατάστησον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν, γλυκὺ οἰκητήριον, θείου ὀνόματος.

Θεοτοκίον.
Δι’ ἑνὸς μὲν ἀνθρώπου, ὁ τοῦ κακοῦ αἴτιος, θάνατον εἰσήγαγε κόσμῳ, ἐξ οὗ τὴν λύτρωσιν, μόνη ὦ Δέσποινα, διὰ Υἱοῦ σου προσφέρεις, εἰς ἅπαν τὸ φύραμα, βροτῶν δοξάζον σε.

Διάσωσον, ἀπὸ κατ’ ἄμφω δουλείας τοὺς Ὀρθοδόξους, τοὺς ἐν δεινοῖς καὶ κινδύνοις πρὸς σὲ καταφεύγοντας, ὦ ὅσιε Νήφων καὶ Πατριάρχα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ δοχεῖον ἐνυπόστατον, ἀκτίστου φωτός, ἀκτῖνα ὑπερκόσμιον, Παρακλήτου θεράποντα, ἐγνωκότες ὅσιον Νήφωνα, ἱκετηρίως κράζομεν αὐτῷ, δεινῶν ἁμαρτίας ἡμᾶς λύτρωσαι.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυρὸς ὤφθης πάντοτε, ἐν πολυκυμάντῳ βίῳ σου Ὅσιε, διὸ σθένος σὺ με ἔνδυσον, ἐν τῇ πάλῃ κατὰ τοῦ ἀλάστορος.

Νηπτικοῖς ἀγωνίσμασι, μαθητὴς ἐφάνης τοῦ ταπεινόφρονος, βοηθὸς δὲ πάντων φάνηθι, ἑπομένων δέομαι σοῖς ἴχνεσι.

Συνοδὸς ἐπεπόθησα, τῆς πανυποθήτου φυγῆς σου Ὅσιε, χρηματίσαι ὁ ἀνάξιος, ἐκ τῆς δόξης πρωτοθρόνου Πόλεως.

Θεοτοκίον.
Ἠνεώχθησαν Πάναγνε, τῶν παρθενικῶν καρδιῶν αἱ εἴσοδοι, ἐξαλλόμεναι σκιρτήμασι, γλυκυτάτου τοῦ Υἱοῦ σου ἔρωτος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριξον ἡμᾶς, πρὸς ὁδὸν ἀγώνων νήψεως, Νήφων Πατριάρχα νηπτικῶν, ὁ ἐν νήψει ὑπερβὰς ἀεί τοὺς νήφοντας.

Τρῶσον τὰς ψυχάς, Ὀρθοδόξων πανσεβάσμιε, πρός τὴν τήρησιν δογμάτων καὶ θεσμῶν, ἃ στεῤῥῶς ἐν ὅλῳ βίῳ ὡμολόγησας.

Ἆισον τῷ Χριστῷ, τῶν ἀσμάτων ἄσμα Ἅγιον, τοῦ Ἀρνίου παγκοσμίου τῆς ᾠδῆς, σὺν ἡμῖν ἀξιωθεῖσιν φέρειν φοίνικας.

Θεοτοκίον.
Παῦσον ταραχάς, Ἐκκλησίας ὦ Παντάνασσα, ἐν ἐσχάτοις δυστυχίας τοῖς καιροῖς, ἀντιχρίστου δυσωδία γὰρ ὀσφραίνεται.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐνστάλλαξον, ἱεράρχα Ὅσιε, δροσισμὸν παρηγορίας καρδίαις, ἐξ ὀμβροτόκου πηγῆς Παρακλήτου, οὗ μυροθήκη σεπτὴ ἐχρημάτισας, εὐωδιάζουσα πιστούς, ὡς πληρῶν τὰ αὐτῶν ὑστερήματα.

Ἰάσεων, τὴν σὴν ποίμνην ἔμπλησον, τοῦ Μορέως καυχωμένην σῇ γέννα, καὶ σὺν αὐτῇ τῆς Βλαχίας τὴν χώραν, χαρισαμένην καλὸν καταφύγιον, ὅτε ἀράμενος Σταυρόν, Ἀνασσούσης τὸν θρόνον κατέλιπες.

Νεκρώσεως, τὸν χιτῶνα Ὅσιε, τὸν δερμάτινον τραχὺν ἀπεκδύσω, εἰς τοῦ Προδρόμου ἐν Ἄθωνι μάνδραν, ἐν ᾗ κρυφίως ἠργάσθης τελείωσιν· διὸ καὶ νῦν Προδρομικόν, ἱκετεύω τὸν βίον μου ποίησον.

Θεοτοκίον.
Ὠνείδισας, τὸν ἐχθρόν τὸν κάκιστον, ἐν κρυφῷ τῷ τοκετῷ σου, Παρθένε· ὅθεν κρυφήν τοῦ νόος ἐργασίαν, τῶν μονοτρόπων προστάτευσον, Δέσποινα· ἵνα εὐχῇ τοῦ Ἰησοῦ, σκοτασμὸς ἐξ αὐτοῦ διαλύεται.

Διάσωσον, ἐξ ἀσθενείας ψυχῶν ὁμοῦ καὶ σωμάτων, τοὺς ὡς πρέσβυν πρός τὸν Θεὸν σοὶ Νήφων προσφεύγοντας, καὶ ἴασαι, τῶν νοσούντων τὰ ἄλγη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Διονυσίου Μονὴ ὡς κατέμαθεν, τὴν ἀρετὴν Πατριάρχου ξενήκουστον, εὐθὺς ἐν χαρᾷ προσεκύνησεν, ἀρυσαμένη αὐτοῦ θείας χάριτας, ἳν’ αὐτῆς ὑπάρχῃ τὸ στήριγμα.

Προκείμενον.
Οἱ  Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγὼ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλός τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων· ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον Ἐρχομενὸν καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτὸς ἐστιν καὶ οὐ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπό τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατήρ, κἀγώ γινώσκω τὸν Πατέρα· καί τὴν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σὲ ὦ Νήφων πρύτανιν, τῆς νηπτικῆς ἐργασίας, καὶ τῆς ταπεινώσεως, μύστην θεοστόλιστον, ἐπιστάμεθα· μύρου ἀπόῤῥοιαν, οὐρανίου νάρδου, ἀερμών δρόσου τὸ  τέμενος, ὅστις ὡς ἔλαφος, ὄρη ἀρωμάτων κατέλαβες· διὸ καὶ τάλας δέομαι, τρίβους μετανοίας μοι χάραξον, ἵνα μεγαλύνω, δοξάζω καὶ αἰνῶ καὶ προσκυνῶ, τὸν ἐς ἀεὶ δοξαζόμενον, διά σοῦ πανόλβιε.

Σῶσον ὁ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στηριγμὸν παρασχοίης, μοναζόντων καρδίαις, ἱκετευόντων σε, ἐν Ἄθωνος τῷ Ὄρει, τῶν πόνοις καὶ ἱδρῶσι, ἑπομένων σοῖς ἴχνεσι· ὡς μὴ ψυγῇ οὐδενός, τῆς ἡσυχίας ἔρως.

Ἐρεμνὴ νὺξ δουλείας, ἐκλεκτοῦ Ποιμνιάρχου, φωτὶ αὐγάζεται, κρατύνεται δὲ πίστις, λαοῦ ἀπεγνωσμένου, ἐκ καρδίας κραυγάζοντος· εὐλογητὸς ὁ Θεός, ὁ Νήφωνα χαρίσας.

Ὡς πιστὸς οἰκονόμος, θεῖον τάλαντον Νήφων, πολυπλασίασας, ἐν θλίψει  καὶ πικρίᾳ, βαστάζων σοῦ Δεσπότου, τὰ σωτήρια στίγματα· ἵνα σταυρὸν καὶ ἡμεῖς, σὺν σοὶ αἴρωμεν πόθῳ.

Θεοτοκίον.
Σιγησάτω ἡ κτίσις, Ἀθωνίτιδος γαίας, λαβοῦσα ἄληκτον, πρεσβείαν Θεοτόκου, ἐλπίδα σωτηρίας, εἰς αἰῶνα ἐχέγγυον· διὸ βοᾶ ἐκτενῶς, δόξα σοι, ὦ Κυρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σωτηριώδη, τῆς ταπεινώσεως τρίβον, τὴν πενθήρη ἐν βίᾳ καὶ πόνοις, δίδου μοι ὦ Πάτερ, σὺν σοὶ ἀκολουθῆσαι.

Θεὸν λατρεῦσαι, εἰς τὰς αὐλάς τοῦ Προδρόμου, μυστικῶς καὶ ἄγνωστος Νήφων, ἦλθες τοῦ διδάξαι, τῆς μετανοίας τρόπους.

Εὐλογητὸς ἦν, ἐν Περιβόλῳ Παρθένου, ὁ καρπὸς Μονῆς Διονυσίου, ὃν καθικετεύω, τὸν Ἄθω ἵνα σκέπῃ.

Θεοτοκίον.
Ναὸς Κυρίου, μόνη Κυρία Παρθένε, τὸν ναὸν Μονῆς Κυριωνύμου, τήρησον εἰς δόξαν, Κυρίου εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδήγησόν με Νήφων, θεῖε Ἱεράρχα, πρὸς τὰς ὁδοὺς μετανοίας καὶ νήψεως, δι’ ὧν εὐχὴ ἀποκτᾶται, δώρημα τέλειον.

Στερέωσον με Πάτερ, τύπε μοναζόντων, πρός τὸ τηρεῖν τὰς συνθήκας πρὸς Κύριον, ἃς ἐνωπίῳ Ἀγγέλων καθωμολόγησα.

Μεμέλασμα ὁ τάλας, ἐκ ῥαθυμοτόκων, βιοτικῶν τῶν φροντίδων καὶ δέομαι, ἵνα ὁ Νήφων δωρήσῃ μοι χάριν νήψεως.

Θεοτοκίον.
Μελῴδημα μου δέξαι, ἄμουσον Παρθένε, καὶ κατιδεῖν με Σὴν δόξαν ἀξίωσον, ἐν Παραδείσῳ σὺν Νήφωνι, τῷ Ὁσίῳ Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ναυπλιέων σεμνὸς βλαστός· χαίροις Περιβόλου, Θεοτόκου ἄνθος λαμπρόν· χαίροις Πατριάρχα, καρπός τῆς Νέας Ῥώμης, καὶ πάντων Ὀρθοδόξων, ἄρτος καὶ ἥδυσμα.

Θείου Διονυσίου κλεινὴ Μονή, χόρευε σκιρτῶσα, ἐκ σῶν σπλάχνων γὰρ νηπτικῶν, τῆς θεογνωσίας, ὡς τοῦ Προδρόμου κλάδος, ἀνέτειλε τῷ κόσμῳ, Νήφων τῆς χάριτος.

Τεῖχος καὶ ὀχύρωμα σὺ γενοῦ, σεμνὲ Ἱεράρχα, πολιτείᾳ Ἀθωνικῇ, τῇ ἐγκαυχωμένῃ τῇ ξένῃ βιοτῇ σου, ἣν τήρει Ἐκκλησίας, θεματοφύλακα.

Ἄρας σου τὰ ὄμματα πρὸς Χριστόν, θεῖε Πατριάρχα, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ὅπως κλυδωνίου αἱρέσεων ῥυσθῶμεν, ὁ νῦν ἡ ἀνομία πολυπλασίασε.

Νῆψιν καὶ ταπείνωσιν ἀληθῆ, χάρισόν μοι Νήφων, σῷ θεράποντι τῷ οἰκτρῷ, ὅπως μετανοίας τὰς τρίβους βαδιοῦμαι, ἐν δάκρυσι καὶ πόνοις, πρὸς βίον κρείττονα.

Πάντα  τὰ ὀνείδη διὰ Χριστόν, τὰς συκοφαντίας, κατηγόρων τοὺς χλευασμούς, σκύβαλα ἡγήσω καὶ ἄρας τὸν σταυρόν σου, κρυφίως ὡδηγήθης, πρὸς ἦμαρ νόστιμον.

Οἴνῳ μεθυσθεὶς τῷ ἐκστατικῷ, ὡς νεβρὸς ἐλάφου, πρός τὸ Ὄρος τὸ νηπτικόν, ἁλλόμενος θέεις, τῆς ὄψεως καὶ δόξης, διψῶν ἐπαπολαῦσαι, θείου Νυμφίου σου.

Μύστης τοῦ ἀκτίστου θείου φωτός, γεγονὼς ἐν νήψει, ταπεινώσεως θαυμαστῇ, τριμερὲς ψυχῆς σου, εἰς γνόφον ἀφανείας, καθάρας ἐν ἐλπίδι, φαιδρῶς ἐβύθισας.

Μετεώρου κτίτορας ἀγλαεῖς, πανόσιε Νήφων, πρὸς ἀγῶνας ὑπερφυεῖς, ὁδηγεῖς ἀλείφων, ὡς ἀετοὺς οἰκῆσαι, εἰς λίθον ὑπὸ σκέπην, στερρᾶς πρεσβείας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου, ὦ Τριὰς προσκυνητή, δέχου, ὦ Θεάνθρωπε Λόγε, τὸν θεῖον Πρόδρομον, ἅμα σὺν τῷ Νήφωνι, καθικετεύοντας, ὅπως δάκρυσι νήψεως, καὶ ἐν μετανοίᾳ, τρίβους ταπεινώσεως ἀκολουθήσωμεν, πάντες ἐρασταὶ αὐτῶν βίου, ἵνα ὀρθοδόξῳ τῷ ἤθει, χάριν ἀπολαύσωμεν θεόσδοτον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τὴν σκέπην Σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Οἰκείωσον με Νήφων, νήψεως ἤθει
κράζει Μελάνη, πλέξασα σοι τὸν ὕμνον.