Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Νικόλαο εκ Μετσόβου
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 17 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ Νεομάρτυς, μαρτυρικῶν ἐπάθλων κατηξίωσαι· ὅθεν ἀεὶ πρέσβευε, τῷ Σωτῆρι τῶν ὅλων, ἅγιε Νικόλαε, πάσης ῥύεσθαι βλάβης, καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νικόλαε σκέπε σὴν πατρίδα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Μάρτυς, ταῖς πρεσβείαις σου πρὸς Θεόν, τὴν δρόσον τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι, θεόφρον Νικόλαε.
Ἰάσεις πηγάζων παντοδαπάς, ἴασαι τὰ πάθη, τῶν σωμάτων καὶ τῶν ψυχῶν, Νικόλαε μάρτυς τοῦ Κυρίου, τῶν προσιόντων τῇ θείᾳ πρεσβείᾳ σου.
Κινδύνων ἀπάλλαξον χαλεπῶν, καὶ πάσης ἀνάγκης, Νεομάρτυς, καὶ ἀπειλῆς, ταῖς σαῖς πρὸς Χριστὸν ἱκετηρίαις, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου ἄθλησιν.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, νοός μου διάλυσον τὸ σκότος, τῇ φωταυγεῖ χάριτί σου καὶ σῶσόν με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνομένος φέγγει, τῷ νοητῷ Ἅγιε, λύτρωσαι παθῶν σκοτομήνης καὶ πάσης θλίψεως, τοὺς σὲ γεραίροντας, τῇ φωταυγεῖ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα, μάρτυς Νικόλαε.
Ἀσθενείαις ποικίλαις, περιπεσὼν Ἅγιε, τῇ σῇ καταφεύγῳ πρεσβείᾳ καὶ ἀνάκραζῳ σοί· μάρτυς Νικόλαε, τῆς φοβερᾶς συνοχῆς με, λύτρωσον καὶ αἴτει μοι, πταισμάτων ἄφεσιν.
Ἐν τῇ σῇ εὐκληρίᾳ ἡ σὴ πατρὶς γάνυται· ὅθεν καὶ τῇ σῇ προστασίᾳ σπεύδει καὶ κράζει σοι· μάρτυς Νικόλαε, πολυειδῶν συμπτωμάτων, ταύτην τὴν μερίδα σου, ῥύου ἑκάστοτε.
Θεοτοκίον.
Σωτηρίας σε πύλην, καὶ ἀσφαλῆ ἄγκυραν, ἔχοντές σε Κόρη ἐν πίστει ἀναβοῶμέν σοι· ἡμᾶς ὁδήγησον, πρὸς σωτηρίας εἰσόδους, ἵνα πρὸς αἰώνιον ζωὴν εἰσέλθωμεν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Νικήσας ἐχθρὸν, τὸν πάλαι σε πτερνίσαντα, ἀθλήσας καλῶς, ὑπὲρ Χριστοῦ Νικόλαε, αὐτοῦ ἡμᾶς ἐνίσχυσον, ἐκνικᾶν τὰ βουλεύματα ἅπαντα, καὶ ἐναρέτως βιῶσαι σοφέ, ὡς ἂν θείας δόξης ἐπιτύχωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καθελὼν τὸν πολέμιον, τῇ ὁμολογίᾳ τῇ σῇ Νικόλαε, καθελεῖν ἡμᾶς ἐνίσχυσον, τὴν ἰσχὺν παμμάκαρ τὴν ὀλέθριον.
Ἐναθλήσας στεῤῥότατα, δόξης ἠξιώθης θείας Νικόλαε· ὅθεν πρέσβευε δεόμεθα, πάσης ἐκλυτροῦσθαι ἡμᾶς θλίψεως.
Πῦρ οὐδόλως ἐπτόησε· ὅθεν τῷ πυρὶ τῶν σῶν παρακλήσεων, τῶν παθῶν ἡμῶν κατάφλεξον, ἀθλητὰ Νικόλαε τὴν ἄκανθαν.
Θεοτοκίον.
Ἐκ γαστρός σου προέδραμε, σάρκα ἐνδυσάμενος τὴν ἀνθρώπινον, ὁ Θεὸς ἀτρέπτως Ἄχραντε, καὶ ἡμᾶς ἐθέωσε δι’ ἔλεος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγὴς τῇ πατρίδι σου Νικόλαε, ὡς ὁπλίτης τοῦ Χριστοῦ ἔσο ἀεί, ἀποτρέπων ἐξ αὐτῆς ἐχθροῦ τὰ σκάνδαλα.
Ἤνεγκας πυρός, τὴν κατάφλεξιν Νικόλαε, καὶ νῦν φλέξον τὴν μανίαν τοῦ ἐχθροῦ, καθ’ ἡμῶν ὠρυομένου ταῖς πρεσβείαις σου.
Νόσων χαλεπῶν, ἡ ἁγία Μάρτυς κάρα σου, λυτήριον ἐδείχθη θαυμαστῶς, θεραπεύουσα Νικόλαε πᾶν νόσημα.
Θεοτοκίον.
Πόλις τοῦ Θεοῦ, ἐκλεκτὴ καὶ δωδεκάτειχε, Θεοτόκε ἀειπάρθενε ἁγνή, οὐρανίου ἡμᾶς πόλεως ἀξίωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκρίδων, φθοροποιῶν ἀπελαύνει, Νεομάρτυς ἡ σῇ κάρᾳ τὰ σμήνη· ὅθεν ἡμᾶς, τῆς ἐχθροῦ τυραννίδος, τῇ ἐπισκέψει σου ῥῦσαι Νικόλαε, σώματος ἅμα καὶ ψυχῆς, τὰ πικρὰ ἀπελαύνων νοσήματα.
Τὴν φλόγα, ἀνδρειοτάτως ὑπῆλθες, καὶ θυσία τῷ Χριστῷ προσηνέχθης· ὅθεν ἡμῶν, τὰς δεήσεις προσδέχου, καὶ πάσης λύπης καὶ βλάβης ἀπάλλαξον, Νικόλαε πάντας ἡμᾶς, τοὺς θερμόν σε προστάτην πλουτήσαντας.
Ῥυσθέντες, τῆς λοιμικῆς ἀσθενείας, Καλαῤῥύται τῇ Ἁγίᾳ σου κάρᾳ, τὴν σὴν κηρύττουσιν χάριν, βοῶντες· ῥύου ἡμᾶς καὶ μελλόντων κακώσεων, Νικόλαε μάρτυς Χριστοῦ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ἰλύος, φθοροποιῶν παθημάτων, τὴν ψυχήν μου ἀποκάθαρον Κόρη, τῆς εὐσπλαγχνίας σου νάμασι θείοις, καὶ ἀπαθείας στολὴν ταύτην ἔνδυσον, ἵνα εἰσέλθω ἐν χαρᾷ, εἰς νυμφῶνα τὸν θεῖον δοξάζων σε.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Νενικηκῶς τῶν ἐχθρῶν τὴν παράταξιν, ἀθλητικῇ σου ἐνστάσει Νικόλαε, αὐτῶν τῆς ἀπάτης ἐκλύτρωσαι, καὶ ἐπηρείας καὶ πάσης στενώσεως, ἡμᾶς τοὺς θερμῶς σοι προστρέχοντας.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέος Μάρτυς πέφηνας, περιφανῶς ἐναθλήσας, ἐν ὑστέροις ἔτεσιν, ἀθλητὰ Νικόλαε, θείῳ ἔρωτι, καὶ λαμπρῶν ἔτυχες, ἄνωθεν ἐπάθλων· διὰ τοῦτό σου δεόμεθα, πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, καὶ λοιμώδους νόσου μακάριε, τῇ μαρτυρικῇ σου, πρεσβείᾳ πρὸς Χριστὸν τὸν Λυτρωτήν, τοὺς τῇ θερμῇ ἀντιλήψει σου, πίστει καταφεύγοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δεδεγμένος τὴν χάριν, λοιμικὰς ἀσθενείας ἰᾶσθαι Ἅγιε, τὴν τούτων πικρᾶς λύμης, διάσωζε ἀτρώτους, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπερίτρεπτον τεῖχος καὶ θερμόν σε προστάτην ἔχει τὸ Μέτσοβον, Νικόλαε διό σε, γεραίρει γηθοσύνως, καὶ βοᾷ σοι ἑκάστοτε· σκέπε τῇ σῇ ἀρωγῇ, τὴν σὴν πατρίδα Μάρτυς.
Γνώμῃ θείᾳ ἀθλήσας, Ἀθλοφόρων τῶν πάλαι ὤφθης ἰσότιμος, μεθ’ ὧν ἀεὶ δυσώπει, ῥυσθῆναι Νεομάρτυς, συμφορῶν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, ἐσαρκώθη ὁ πάντα συστήσας νεύματι, καὶ σώζει τῆς κατάρας, Παρθένε Θεοτόκε, τῆς ἀρχαίας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου τὸν ῥύπον, τῆς καρδίας μου ἀπόπλυνον παμμάκαρ, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.
Ἀγαλλιῶνται, οἱ Μετσοβῖται τῇ θείᾳ, καταφεύγοντες πρεσβείᾳ σου ἐν πίστει, καὶ σὲ ἀνυμνοῦσι, Νικόλαε θεόφρον.
Σαρκός μου πάθη, καὶ τῆς ψυχῆς τὴν ὀδύνην, θᾶττον ἴασαι Νικόλαε τρισμάκαρ, καὶ πταισμάτων αἴτει, θεόθεν μοι τὴν λύσιν.
Θεοτοκίον.
Ἰσχύν μοι δίδου, κατὰ παθῶν ὀλεθρίων, καὶ ἀπάλλαξον τὸν νοῦν μου ἐμπαθείας, ἵνα σε δοξάζω, Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων τῆς εὐκλείας, κατηξιωμένος, πρὸς τὴν ὁδὸν μαρτυρίων με ἴθυνον, τῶν ἐντολῶν τοῦ Σωτῆρος, μάρτυς Νικόλαε.
Οἱ πίστει προσιόντες, τῇ σεπτῇ σου Κάρᾳ, καὶ τῇ θερμῇ προστασίᾳ Νικόλαε, πάσης ἀνάγκης λυτροῦνται ὑμνολογοῦντές σε.
Ὑψώσας Νεομάρτυς, τὰς σεπτάς σου χεῖρας, ὑπὲρ ἡμῶν πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, Αὐτὸν δυσώπει τοῦ σώζεσθαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τοῦ ἀλάστορος, καὶ πρὸς ἀγάπησιν θείαν τοῦτον ἀνύψωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τοῦ Μετσόβου θεῖος βλαστός, καὶ στεῤῥῶν Μαρτύρων, δι’ ἀθλήσεως κοινωνός· χαίροις νεομάρτυς Νικόλαε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος.
Ἤσχυνας ἀθλήσει σου τῇ στεῤῥᾷ, τὸν πρώην σε Μάρτυς ἀπατήσαντα δολερῶς, καὶ Χριστὸν κηρύξας, ἐνώπιον τυράννων, Νικόλαε Μαρτύρων τῆς δόξης ἔτυχες.
Ἤνεγκας ἀνδρείως τὴν τοῦ πυρός, κατάφλεξιν Μάρτυς, καὶ κατέφλεξας τὸν ἐχθρόν, τῇ σῇ καρτερίᾳ, καὶ τῷ Χριστῷ προσήχθης, ὡς ἱερὸν Νικόλαε ὁλοκαύτωμα.
Χάριν ἀναβλύζουσα δαψιλῆ, ἡ σεπτή σου Κάρα, ἐνεργείᾳ τῇ θεϊκῇ, τὰς λοιμώδεις νόσους, ταχέως θεραπεύει, Νικόλαε καὶ πᾶσι παρέχει ἴασιν.
Χαίροις τῶν ἀκρίδων ὁ ὁλετήρ· χαίροις τοῦ Μετσόβου, πολιοῦχος καὶ ἀρωγός· χαίροις νεομάρτυς Νικόλαε τρισμάκαρ, Νεομαρτύρων κλέος καὶ ἐγκαλλώπισμα.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, δι’ ὃν στεῤῥοψύχως καθυπέμεινας τὴν πυράν, πρέσβευε ἀπαύστως, Νικόλαε παμμάκαρ, ἡμᾶς πυρὸς ῥυσθῆναι, τοῦ αἰωνίζοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Μετσόβου τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα, καὶ τῶν πάλαι Μαρτύρων, μιμητὴν καὶ ὁμότροπον, Νικόλαον τιμήσωμεν πιστοί, τὸν νέον τοῦ Σωτῆρος Ἀθλητήν, ὡς λυτρούμενον κινδύνων πολυειδῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νίκην, κατ’ ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ κατὰ παθῶν πολυτρόπων, καὶ περιστάσεων, ἅγιε Νικόλαε δίδου ἑκάστοτε, ὥσπερ ταύτης φερώνυμος, τῷ πιστῷ λαῷ σου, πόθῳ καταφεύγοντι, τῇ προστασίᾳ σου, λύων συμφορῶν τὰς ὀδύνας, τοῖς σὲ Νεομάρτυς τιμῶσι, καὶ πταισμάτων ἄφεσιν αἰτούμενος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέησιν Νικόλαε τήνδε προσδέχου·
ἥν σοι ὁ Γεράσιμος προσάγει πίστει.