Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων

Εορτάζει στις 27 Ιουλίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς στρατιώτην τοῦ Χριστοῦ γενναιότατον, καί Ἀναργύρων Ἰατρόν τόν σοφώτατον, ἀνευφημοῦμεν ἅπαντες ἐκ βάθους ψυχῆς, πόθῳ ἑορτάζοντες, τήν ἀγίαν σου Μνήμην, Παντελεήμων ἔνδοξε, καί πιστῶς σοι βοῶμεν∙ τάς νόσους πάντων ἴασαι ἡμῶν, ταῖς πρός Χριστόν τόν Θεόν, θερμαῖς σου δεήσεσι.

Δόξα, Καί νῦν Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ὁ Κανῶν.

Ὠδή α΄. Ηχος πλ. δ΄. Ὑγράν διοδεύσας
Πρό τοῦ Μαρτυρίου τοῦ σου , Σοφέ, ὡς περ, τόν θανόντα , ἀνεζώωσας ἐν Χριστῷ, οὕτω νεκρωθέντας δήγματι ἁμαρτίας, ἡμᾶς ταῖς σαῖς πρεσβεῖαι πάντας ἀνάστησον.

Ἀφθόνως τήν χάριν παρά Θεοῦ , λαβῶν ἰαμάτων , τάς ἰάσεις πάσας Σοφέ, παρέχεις ἀφθόνους τοῖς ἐν πίστει , Παντελεήμων προσιοῦσι τῆ Εἰκόνι σου.

Νεκρωθείς τῷ Κόσμῳ καί τόν Χριστόν , ὦ Παντελεήμων , ἐνδυσάμενος ἐν χαρά, γέγονας δοχεῖον τοῦ Πνεύματος θεόφρον, τοῖς πᾶσιν αναργύρως βραβεύων ἴασιν.

Θεοτοκίον
Σταγόνα κατανύξεως τῷ οἰκτρῷ, όμβρησόν μοι , Κόρη, αναστάλλουσα βλαβερόν , καύσωνα καρδίας μου Παρθένε, ἐξαίρουσα πάθῃ τά πολεμούντα με.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.
Τάς νόσους θεράπευσον , Παντελεήμων , τοῦ δούλου σοῦ , καί τήν ἐμήν , εὐχαῖς σου καρδίαν , τῆ δυνάμει σου εὔφρανον.

Ἔνδοξε, σύ καύχημα, τοῦ προσιόντος σοι πέφυκας, σύ Ἰατρός, ἐμοῦ τηκομένου , ὑπό νόσων καί θλίψεων.

Λαβῶν , ὦ Ἀνάργυρε, παρά Χριστοῦ χάριν ἄφθονον, δοῦναι πιστοῖς, ἰάσεις τῶν νόσων , τούτων σύ με διάσωσον.

Θεοτοκίον
Ἔχεις ἐν ἀγκάλαις σου, τόν Ποιητήν πάσης Κτίσεως∙ τοῦτον διό, δυσώπει , Παρθένε, ἐκ κινδύνων ῥυσθῆναι με.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἐπί σε νῦν κατέφυγον , ὦ Παντελεήμων θεῖε Ἀνάργυρε, μή παρίδῃς με τόν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.

Ἠρεμίαν μοι δώρησε, Μάρτυς ἐν τῷ βίῳ καί νόσων ἴασιν, ταῖς ἐνθέρμοις σου ἐντεύξεσι τῷ τῆ σή Εἰκόνι προσπελάζοντι.

Μάρτυς ἔνδοξε πρόφθασον , καί τῆς ἁμαρτίας με κυματούμενον, δεινῶ σάλω ταῖς πρεσβείαις σου, ὅρμον πρός ἀκύμαντον ὁδήγησον.

Θεοτοκίον
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἠσαΐας σε κατωνόμασεν, ἄνθος φέρουσαν τόν Κύριον, Θεοτόκε Μῆτερ Ἀειπάρθενε.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ὂμβρησον μοι νῦν , ὑετόν τόν τοῦ ἐλέους σου, καί τῆς ἁμαρτίας μου τά ὀμβρήματα, Παντελεήμων , ταῖς εὐχαῖς σου καταξήρανον.

Νύν αἱ δωρεαί, ὡς πηγαί Πιστοῖς ἰάσεων , ταῖς λιταῖς σου ἐπιχέονται , Παντελεήμων , ἐκ Θεοῦ τοῖς προσιοῦσι σε.

Ἀπαντάς ἡμᾶς, πεπτωκότας εἰς τά χάσματα, τῆς ἁμαρτίας τά βαθύτατα, ταῖς πρός Θεόν σου , πρεσβείαις ἔγειρον Ἅγιε.

Θεοτοκίον
Ἄχραντε ψυχῆς , τῆς ἐμῆς τά ἀρρωστήματα, καί τοῦ σώματος μου ἴασαι, ταῖς Μητρικαῖς σου πρεσβείαις , Κόρη Πανάμωμε.

Ὠδή στ. Ἱλάσθητι μου.
Τά νάματα σου, Σοφέ, ὡς περ πηγῇ Σιλωάμ ποτέ, ἐκβλύζουσι τοῖς Πιστοῖς , παντοία ἰάματα, παύων τά νοσήματα, τῶν προσπελαζόντων , τῆ σῇ σκέπη , Παναοίδιμε.

Οἱ προσιόντες, Παντελεήμων Μακάριε, ἐν τῷ σεπτῷ σου Ναῶ, τήν ῥῶσιν λαμβάνουσι, καί τήν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καί δεινῶν ταῖς ἱκεσίαις σου.

Νόος μου τοῦ ἀσθενοῦς, ὡς θησαυρός τῶν ἰάσεων , Παντελεήμων κλεινέ, ἀφθόνως τήν ἴασιν , δώρησαι τοῦ κάμνοντος, καί ὀδυνωμένου , τῆ τοῦ Πνεύματος χάριτι.

Θεοτοκίον
Φιλάγαθε Μαριάμ, ταῖς σαῖς πρεσβείαις ἀγάθυνον, τήν ῥυπαράν μου ψυχήν, καί ῥῦσαι κολάσεως, καί πάσης κακώσεως, σόν θερμόν οἰκέτην , τόν ἐκ πόθου ἀνυμνοῦντα σε.

Ἀνάργυρε Παντελεήμων , ταῖς θείαις λιταῖς σου, τά τῆς ψυχῆς ἡμῶν πάθη θεράπευσον , καί δώρησαι ἴασιν τοῖς νοσοῦσιν.

Ἄχραντε Εὐλογημένη Μαρία, ταῖς ἱκεσίαις Παντελεήμονος τοῦ κλεινοῦ διαφύλαξον , ἐκ νόσων τε καί κινδύνων σούς δούλους.

Αἴτησις εἶτα τό Κοντάκιον Ἠχός β΄.
Θεῖον Ἰατρόν ἐν γῆ πλουτοῦντες σε, Ἀνάργυρε, ἐν θερμοτάτη πίστη καί εὐσέβεια σου δεόμεθα∙ πάντα νοσοῦντα καί καταπονούμενον , ταῖς λιταῖς σου διάσωσον , τάς ῥίζας τῶν ἐπωδύνων παθῶν , τῆ τοῦ Σωτῆρος ἰσχύϊ ἐκτέμνων , καί ἀναστέλλων τάς χαλεπᾶς τῆς ἀθυμίας ἐπικλύσεις, Παντελεήμων Μάρτυς ἀξιάγαστε.

Καί εὐθύς τό Προκείμενον.  
Δίκαιος ὡς φοίνιξ ἀνθήσει , καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος ἐν τῷ Οἴκῳ , ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (ς΄. 17-19, θ΄. 1-2, ι΄. 16-21)
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὑτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὑτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὑτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὑτοῦ∙ ὅτι δύναμις παρ’ αὑτοῦ ἐξήρχετο, καί ἰᾶτο πάντας. Συγκαλεσάμενος δε τούς δώδεκα Μαθητάς αὑτοῦ ἔδωκεν αὑτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὑτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰᾶσθαι τούς ἀσθενοῦντας. Καί ἔλεγεν αὑτοῖς. Ο ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει∙ καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ∙ ὁ δε ἐμέ ἀθετῶν , ἀθετεῖ τόν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετά χαράς , λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίνων , καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ , καί ὑμᾶς οὐ μή ἀδικήσῃ. Πλήν ἐν τούτῳ μή χαίρετε, ὅτι τά πεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῆ ὤρα ηγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπό σοφῶν καί συνετῶν, καί απεκάλλυψας αὑτά νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε οἱ Ὀρθόδοξοι , πνευματικῶν εὐφρανθῶμεν, δεῦτε τόν Ἀνάργυρον πάντες καταστέψωμεν θείοις ἄσμασι, πρός αὑτόν λέγοντες∙ ὦ Παντελεήμων , ἰατρέ νοσούντων ἄριστε, λιμήν τε εὔδιε, τῶν χειμαζομένων τοῖς πταίσμασι, προφθάσας δός τήν ἴασιν , πᾶσι τοῖς θερμῶς σοι προστρέχουσι, καί δεινῶν παντοίων , ἀπάλλαξον ἡμᾶς ταῖς σαῖς εὐχαῖς, καί εἰρηναίαν κατάστασιν , τῷ Κόσμῳ πρυτάνευσον.

Τό Σῶσον ὁ Θεός τόν λαόν σου …

Ὠδή ζ΄. Παῖδες Εβραίων.
Θείαις , Ἀνάργυρε, εὐχαῖς σου, πρός τόν Κτίστην διάσωσον σόν δοῦλον∙ συνταράσσει με γάρ, βυθός ἁμαρτημάτων , χειμάζει καί κλυδώνιον , καί φλογμός τῶν παθημάτων.

Ἔφθασαν ἅπαντες ἐν πίστει, , εἰς λιμένα τοῦ θείου Ἀναργύρου, οἱ ἐν νόσοις δειναῖς , ποντούμενοι βοῶντες∙ εὐχαῖς σου , ὦ Ἀνάργυρε, τήν ὑγείαν ἡμῖν δίδου.

Ἶνα , Ἀνάργυρε, τιμῶ σε, καί δοξάζω τά ἔνδοξα σου ἆθλα, ἀσθενείας δεινάς, σόν δοῦλον τυραννοῦσαν , ιάτρευσον καί δώρησαι, τήν κατ’ ἄμφω ὑγείαν.

Θεοτοκίον
Ἔστησας ῥύμην τοῦ θανάτου , τόν ἀθάνατον Θεόν καί Βασιλέα, ὡς τεκοῦσα Ἀγνῇ, ὀν πάντες ἀνυμνοῦμεν, εὐλογημένος λέγοντες, ὁ καρπός τῆς σῆς κοιλίας.

Ὠδή η΄. Τόν Βασιλέα.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ προσιοῦσι, τῷ Ναῶ σου Παντελεήμων Μάρτυς, ψυχῶν καί σωμάτων λαμβάνουσι τήν ῥῶσιν.

Ναός τοῦ θείου, ἐπί γῆς Ἀναργύρου, ἰατρεῖον πρόκειται τοῖς πᾶσι, παύων αὑτῶν νόσους, ψυχῶν τε καί σωμάτων.

Σαῖς πρός τόν Κτίστην, Παντελεήμων πρεσβείαις , τοῖς τυφλοῖς παρέχεις ἰατρείαν ,καί νοσούσοις πᾶσι τήν ποθητήν ὑγείαν.

Θεοτοκίον
Ἱκεσίαις, ταῖς πρός Θεόν σου, Παρθένε, τῶν τοῦ βίου δυσχερῶν με σύ σῶσον, καί τόν σάλον παῦσον ἀσθενειῶν παντοίων.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Εὐχαῖς σου τάς σειρᾷς μου , τῶν πταισμάτων λῦσον, καί τό χειρόγραφον Μάρτυς, διάρρηξον, τῆς ἁμαρτίας τοῦ σοι πιστῶς προσπελάζοντος.

Βοηθείας χεῖρα, προφθάσας όρεξόν μοι, καί ἀδοκήτων δεινῶν με ἀπάλλαξον, Παντελεήμων , ταῖς θείαις ὄντως πρεσβείαις σου.

Ω Παντελεήμων , στῆσον μου τόν σάλον , τῶν λογισμῶν καί τήν λύπην κατάπαυσον , τῆς ταλαιπώρου ψυχῆς μου , θεῖε θεῖε Ἀνάργυρε.

Θεοτοκίον.
Μαρία , μή με δείξῃς, ἐπίχαρμα δαιμόνων, ἐν τῆ τῆς Κρίσεως ὤρα, Πανάμωμε, ἀλλ’ εὐμενῶς τόν Σωτῆρα μου εξιλέωσαι.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Τούς μετ’ εὐλαβείας τήν ἱεράν , εἰκόνα σου Μάρτυς, προσκυνοῦντας σαῖς ἱεραῖς, πρός Θεόν πρεσβείαις, σῷζε δεινῶν παντοίων , Παντελεήμων θεῖε, Ἰατρέ μέγιστε.

Δόξῃ , Ἀθλοφόρε, Μαρτυρικῇ, παρεστώς τῷ θρόνῳ, τοῦ Παντάνακτος καί Θεοῦ, μέμνησο τῶν πίστει, τήν Μνήμην σου τελούντων , Παντελεήμων θεῖε, Ἰατρέ ἄμισθε.

Ὡς ἀστήρ ἀνέτειλας νοητός, ἄθλοις Μαρτυρίου, ἀπαστράπτων καί τῶν παθῶν, τήν ἀχλύν διώκων, Παντελεήμων Μάρτυς, τῶν ἐπικαλουμένων σε μετά πίστεως.

Τούς ἀνευφημοῦντας σε εὐλαβῶς, τούς λαμπρούς ἀγῶνας καί τούς ἄθλους , Μάρτυς Χριστοῦ, τήν τε θείαν μνήμην , τελοῦντας ἐτησίως, Παντελεήμων Μάκαρ, σῷζε πρεσβείαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Τροπάριον. Ἠχός γ΄.
Ἀθλοφόρε ἅγιε καί ἰαματικέ Παντελεήμων , πρέσβευε τῷ ἐλεήμονι Θεῶ, ἶνα πταισμάτων ἄφεσιν , παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.  
Χάριν σύ παρέχεις τοῖς Πιστοῖς, αναργύρως Μάρτυς Παμμάκαρ, Παντελεήμων Σοφέ, καί τῆ ἱκεσία σου διώκεις πνεύματα, καί τυφλοῖς τήν ἀνάβλεψιν, ἔνδοξε βραβεύεις, ὡς θεράπων γνήσιος, τοῦ Παντεπόπτου Χριστοῦ∙ ὅθεν Ἰατρέ Ὀρθοδόξων , πάντας τούς πιστῶς σε ἀνυμνοῦντας, ῥῦσαι ἐκ παντοίας περιστάσεως.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων

Εγκώμια εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων