Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Παυσίκακο Επίσκοπο Συννάδων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 13 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῇς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἰατῆρα τῶν ψυχῶν καὶ σωμάτων, σεπτὸν Παυσίκακον ποιμένα Συννάδων, θεοειδῆ καὶ Πνεύματος Ἁγίου πυρσόν· ὕμνοις καταστέψωμεν καὶ βοήσωμεν πόθῳ· τῆς κακίας σκέδασον τὴν ζοφώδη ὁμίχλην, καί τῆς ἀγάπης ἦμαρ φωτεινόν, τοῖς σὲ τιμῶσι ἐκθύμως ἀνάτειλον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Παῦσον κακίαν ἱκέτου σου, Παυσίκακε. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παυσίκακε μάκαρ περικλεές, ποιμήν τῶν Συννάδων, ὁ τοὺς λύκους τοὺς νοητούς, διώξας ἐκ ποίμνης σου παθῶν μου, ἀγέλην λύκων εὐχαῖς σου ἀπέλασον.

Ἀγάπης πρὸς πέλας καὶ πρὸς Θεόν, Παυσίκακε γνώμων καὶ ἀρχέτυπον τοὺς πιστῶς, προστρέχοντας σου τῇ θείᾳ σκέπῃ, δεῖξον ἀγάπης διπλῆς ἀμαρύγματα.

Ὑμνῶν σου τὴν ἄμεμπτον βιοτήν, δι’ἥν χάριν εὗρες, ξένως πάντας ὀρθεῖν κυφούς, Παυσίκακε δέομαι σου πίστει, συγκεκυφότα κακίᾳ με ὄρθωσον.

Θεοτοκίον.
Στολήν τῆς ψυχῆς μου καὶ ἀρετῶν, ὡράισον κάλλει, Παναγία Μῆτερ Θεοῦ, καὶ σὸν καταξίωσον ἱκέτην, εἰς τῆς χαρᾶς εἰσελθεῖν τὰ σκηνώματα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁσιώτατε Πάτερ, φωστὴρ Χριστοῦ πίστεως, καὶ τῆς Ἀπαμείας εὐῶδες, ῥόδον Παυσίκακε, ὡς ἰατὴρ ταχινός, νοσούντων τῶν ἱκετῶν σου, τὴν ἀχλὺν κακότητος, λῦσον πρεσβείαις σου.

Νῦν τιμῶντες σε πάντες τὸν ἐκ τῆς γῆς βλύσαντα, ὕδατος πηγήν τῆς ἀνύδρου, Πάτερ Παυσίκακε, ἀναβοῶμεν πιστῶς· ὁ τοὺς διψῶντας ποτίσας, πότισον με ὕδατι, αἰωνιότητος.

Καταπαύεις τὴν φλόγα ἡμῶν παθῶν, ἅγιε, ῥείθροις σῶν ἀπείρων θαυμάτων καὶ ἀντιλήψεως, ὁ ἐπομβρίαις σαφῶς, καταρδευόμενος Θείου, Πνεύματος Παυσίκακε, ῥεῖθρον ἰάσεων.

Θεοτοκίον.
Ἀπολύτρωσιν δίδου ἡμῶν παθῶν, Δέσποινα, ταῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις καὶ πάντας αὔγασον, τῆς μετανοίας φωτί, τοὺς ἐν σκοτείᾳ κειμένους, βίου Μητροπάρθενε, φιλαμαρτήμονος.

Κατάπαυσον, κακίας πάσης τὸ πάθος τὸ ψυχοφθόρον, τὸ κατατρῦχον ἡμᾶς ποιμὴν Συννάδων, Παυσίκακε, τοὺς σπεύδοντας πίστει σῇ ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Συννάδων ποιμὴν θεόσοφε Παυσίκακε, σαρκὸς καὶ ψυχῆς θεράπευσον τὰ τραύματα, τῶν πιστῶς σπευδόντων σοι καὶ βοώντων· Πάτερ ἱκέτευε, τὸν Λυτρωτὴν διδόναι τοῖς πιστοῖς, εἰρήνην, ὁμόνοιαν καὶ δύναμιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καταφεύγων, Παυσίκακε, σοῦ τῇ ἀντιλήψει ἐν πάσαις θλίψεσιν, ἐκβοῶ σοι τῆς κακίας με, τοῦ δεινοῦ ἀλάστορος ἀπάλλαξον.

Ἱλασμὸν ἡμῖν δώρησαι, σαῖς πρὸς τὸν Σωτῆρα λιταῖς Παυσίκακε, καὶ ἑσμὸν περικυκλοῦντα με, λογισμῶν ἀνόμων ἀποδίωξον.

Ἀσθενούντων ἐπίσκεψις, καὶ δεινῶς νοσούντων ταχείᾳ ἴασις, πέλεις πάνσοφε Παυσίκακε, τῶν Συννάδων πρόεδρε περίδοξε.

Θεοτοκίον.
Νοσημάτων ἀπάλλαξον, λομικῶν τοὺς πόθῳ σε μεγαλύνοντας, Κεχαριτωμένη Δέσποινα, ταχινὴ πιστῶν χοροῦ ἰάτειρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσθι εὐσεβῶν, ἀρωγός σεπτὲ Παυσίκακε, ἐν ταῖς μάχαις καθ’ἡμέραν κατ’ἐχθροῦ, τοῦ δολίου καὶ βεβήλου παναλάστορος.

Κάθαρον τὸν νοῦν, τῶν τιμώντων σε Παυσίκακε, καὶ καταύγασον διάνοιαν ἡμῶν, ἀκραιφνοῦς σου, πολιτείας φρυκτωρήμασι.

Εὖχος ἰατρῶν, Μαυρικίου αὐτοκράτορος, ὁ τὸ πάθος θεραπεύσας καὶ ἡμῶν, ἀσθενήματα, Παυσίκακε, ἰάτρευσον.

Θεοτοκίον.
Τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον πληρώματος χριστωνύμου περιτείχισον ἡμᾶς, τῇ ἀγρύπνῳ προστασίᾳ σου Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ σύνοικον, ἀρετήν Παυσίκακε, καὶ σοφίαν θείαν ἔχων ἐν βίῳ, ἐσθίων μόνον τεμάχιον ἄρτου καὶ ὕδωρ πίνων ἐν βίῳ ἐλάχιστον, δι’ἄρτου θρέψον ἀρετῆς, μυστικῶς τοὺς πεινῶντας ἱκέτας σου.

Ὑπέρμαχε, λογικοῦ ποιμνίου σου, τῇ σφενδόνῃ τῶν σοφῶν σου φθεγμάτων, τοὺς νοητοὺς ἀπεδίωξας λύκους, ἐκ τῶν Συννάδων τῆς μάνδρας Παυσίκακε, προστάτα καὶ χειραγωγέ, τῶν πιστῶν πρὸς Θεὸν ἀπλανέστατε.

Συνέσεως, ἱερὲ Παυσίκακε, προσευχῆς καὶ ἀσιτίας πυξίον, τῆς βιοτῆς ὁδηγός τῆς ἐνθεοῦ, καὶ θαυμάτων ταμεῖον γενόμενος, ἱκέτευε διὰ παντός, τὸν Σωτῆρα σωθῆναι σοὺς πρόσφυγας.

Θεοτοκίον.
Οὐράνωσον, τῶν πιστῶν τὸ φρόνημα, οὐρανῶν ὑψηλοτέρα Παρθένε, τῶν χαμαιζήλων παθῶν ὑπερτέρους, τοὺς σοὺς ἱκέτας δεικνύουσα Δέσποινα, ἵνα σὴν θείαν ἀρωγὴν, γεγηθότες δοξάζωμεν πάντοτε.

Κατάπαυσον, κακίας πάσης τὸ πάθος τὸ ψυχοφθόρον, τὸ κατατρῦχον ἡμᾶς ποιμὴν Συννάδων, Παυσίκακε, τοὺς σπεύδοντας πίστει σῇ ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τὸν ἐνδειξάμενον βίον θεόφρονα, ἀπὸ νεότητος θεῖον Παυσίκακον, καὶ ἐμπλησθέντα χαρίτων τοῦ Πνεύματος, πανευλαβῶς οἱ πιστοὶ μακαρίζωμεν, Συννάδων ποιμένα ὡς ἄγρυπνον.

Προκείμενον.
Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ κατὰ Ματθαῖον
(Κεφ. ι΄1-9).

Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρός τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σπεῦσον ὦ Παυσίκακε, ταῖς ἱεραῖς σου πρεσβείαις, πλήρωσον αἰτήματα, τῶν πιστῶς τελούντων τὴν θείᾳ μνήμην σου· πάντες γὰρ ἔχομεν, πρὸς Θεὸν μεσίτην, ὡς χαρίτων καὶ ἰάσεων, πηγὴν ἀείῤῥυτον, καὶ θαυμάτων ξένων θησαύρισμα, καὶ μέγαν ἀντιλήπτορα τῶν καταφευγόντων τῇ σκέπῃ σου· κράζοντες μὴ παύσῃ· πρεσβεύειν τῷ Σωτῆρι καὶ Θεῷ, πέμψαι ἡμῖν ἄμφω δύναμιν, καί τὸ μέγα ἔλεος.

Σῶσον, ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνῳδίαις ἀπαύστοις, σε γεραίροντες πόθῳ, σεμνὲ Παυσίκακε, Συννάδων ἀρχιθύτα καὶ γέρας Ἐκκλησίας, τιμαλφὲς καὶ πολύτιμον, τὰς σὰς ἐνθέρμους εὐχάς, πρὸς Κύριον αἰτοῦμεν.

Παῦσον Πάτερ κακίαν, τὴν δεινῶς τυραννοῦσαν, βροτῶν ὁμήγυριν, τρισμάκαρ φερωνύμως, ἀρχιερεῦ Συννάδων, θεοφόρε Παυσίκακε, ὁ καθαράμενος νοῦν, τὸν σὸν παθῶν ἀσκήσει.

Αἴτει λύσιν πταισμάτων, τοῖς πιστῶς ἐκτελοῦσι, τὴν θείαν μνήμην σου, Παυσίκακε καὶ πόθῳ, σῇ θείᾳ προστασίᾳ, καταφεύγουσι πάντοτε· πρέσβυς γὰρ πέλεις θερμός, ἡμῶν πρὸς τὸν Δεσπότην.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, τοῦ Παντάνακτος τὴν δε ἡμῶν παράκλησιν, προσάγαγε τῷ θείῳ, Μονογενῆ Υἱῶ σου, καὶ ἀφθόνως κατάπεμψον, ἡμῖν τὴν χάριν αὐτοῦ, καὶ θείαν εὐλογίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπη καὶ φύλαξ, καὶ ἀρωγὸς καὶ προστάτης, ἱκετῶν σου Παυσίκακε πέλεις, τῶν μακαριζόντων, τοὺς ἱερούς σου πόνους.

Ἰάσεις πᾶσι, παρέχεις τοῖς σε ὑμνοῦσι, ἰατρὸν ὥσπερ θεῖον καὶ ῥύστην, ἐκ τῶν ἀλγηδόνων, Παυσίκαε παμμάκαρ.

Κυρίου φίλε, καὶ τῶν Συννάδων ἐπόπτα, συναρίθμησον τοῖς σῳζομένων δήμοις, σοὺς θερμοὺς ἱκέτας, Παυσίκακε λιταῖς σου.

Θεοτοκίον.
Ἁγίασόν με, τὸν μεγαλύνοντα πόθῳ, σὰ θαυμάσια Θεομῆτορ, καὶ δοξολογοῦντα, τὸν πάνσεπτον σου τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυφοὺς Θεοῦ δυνάμει, ὤρθωσας καὶ παῖδας, κακοπαθοῦντας ἰάσω Παυσίκακε, θαυματοβρύτων Πατέρων, λαμπρὸν ἀγλάϊσμα.

Ἐπίβλεψον ὑψόθεν, καὶ τοῖς σε ὑμνοῦσι, δίδου ὑγιείαν κατ’ ἄμφω Παυσίκακε, ποιμὴν Συννάδων εὐίλατε καὶ φιλάγαθε.

Χαρίτων ἀναβλύζει, ποταμοὺς καὶ πᾶσι, Χριστοῦ παρέχεις τὸ ἄμετρον ἔλεος, τοῖς σε τιμῶσιν ἐκθύμως, σεπτὲ Παυσίκακε.

Θεοτοκίον.
Μὴ παύσῃ δωρουμένη, τοῖς πιστοῖς ἰάσεις, τοῦ Παυσικάκου λιταῖς Μητροπάρθενε, εὐλογημένη Μαρία, ἡμῶν ἀντίληψις.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἰαμάτων ὁ ποταμός, Πρόεδρε Συννάδων, Ἀπαμείας θεῖε βλαστὲ καὶ τῆς Ἐκκλησίας, Παυσίκακε θεόφρον, τὸ καύχημα τὸ μέγα καὶ ἀγαλλίαμα.

Χαίροις ἐγκαλλώπισμα ἰατρῶν, χαίροις ὡραιότης, φιλαρέτων ἱεραρχῶν, χαίροις τῶν Συννάδων, Παυσίκακε τὸ εὖχος, καὶ θαυμασίων ὄλβος ὁ πολυτίμητος.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, ἄνακτος ἐκ πάθους, Μαυρικίου θεραπευτήν, τὸν ἐκ γῆς ἀνύδρου, εὐχῇ αὐτοῦ ἐνθέρμῳ, ἐκβλύσαντα ἀφθόνως, ὕδωρ Παυσίκακον.

Λύσιν ἡμῖν αἴτησαι τῶν κακῶν, τοῖς ἀνευφημοῦσι, πολιτείαν σὴν ἀκραιφνῆ, καὶ τὴν ποιμασίαν τὴν εὐκλεῆ σου Πάτερ, Παυσίκακε Συννάδων θεῖον ἀμάρυγμα.

Χάριν τὸν δεξάμενον ἐκ Θεοῦ, ἐνεργεῖν ἰάσεις, θεραπεύειν τοὺς ἀσθενεῖς, καὶ ἑσμὸν δαιμόνων ταχὺ ἀποδιώκειν, Παυσίκακον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

Τὸν σκληραγωγίᾳ καὶ προσευχῇ, καὶ νηστείᾳ ἄκρᾳ, κατατήξαντα ἑαυτόν, καὶ χαριτωθέντα ἀφθόνως οὐρανόθεν, Παυσίκακον, Συννάδων μέλψωμεν Πρόεδρον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἰατρὸν νοσημάτων ψυχῆς καὶ σώματος, Ἀρχιερέα Συννάδων καὶ τῆς κακίας ἡμῶν, φερωνύμως ὀλετῆρα εὐφημήσωμεν, πάντες Παυσίκακον σεπτόν, ὡς ἀγάπης φρυκτωρόν, βοῶντες· Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, τῶν προστρεχόντων τῇ σῇ χάριτι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε ἱεράρχα τοῦ Χριστοῦ, ἔμψυχον ἀγάπης πυξίον, παντοδαπῶν δωρεῶν, τοῦ Ἁγίου Πνεύματος ταμεῖον ἄσυλον, θεοφόρε Παυσίκακε, ποιμήν τῶν Συννάδων , ἔνθεε δεήσεως ἡμῶν ἐπάκουσον, τάχος καὶ κατάπεμψον πᾶσι, δύναμιν πατῆσαι ἀρχαίου, πτερνιστοῦ τεχνάσματα τὰ δόλια.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Ευχαριστώ Θερμά τον εν Χριστό Αδερφό Ευθύμιο
που μου απέστειλε την Παράκληση του Αγίου

Και η ακολουθία του Αγίου