Παρακλητικός Κανών εις τον Άγιο Πέτρο Επίσκοπο Άργους

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 3 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἱεράρχην ἐν ᾧδαῖς ἀνυμνοῦμεν, ὡς ἀναδείξαντα Ἀργείων τὴν πόλιν, ταῖς ἀρεταῖς τοῖς θαύμασι τοῖς λόγοις αὐτοῦ· Πνεύματι, κατακοσμούμενος, τοὺς πιστοὺς ὁδηγεῖ Θεῷ, νίκας χορηγῶν αὐτοῖς κατὰ τοῦ ἀντιδίκου· καὶ τὰς αἱρέσεις πάσας ἐκῤῥιζοῖ, πέλων ὁ Πέτρος, πατέρων ἀγλάισμα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἀγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΕΤΡΩ ΑΡΓΟΥΣ ΠΟΙΜΕΝῚ ΥΜΝΟΣ. ΝΙΚΟΔΗΜΟΥ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πιστῶν ἀνεδείχθης ὑπογραμμός, καὶ τῆς Ἐκκλησίας θεοδώρητος φρυκτωρός, Ἀργείων προστάτης θεοφόρε, Πέτρε κλεινέ, ἀσκητῶν ἐγκαλλώπισμα.

Ἐλλάμψει τοῦ Πνεύματος ἐκ παιδός, Θεὸν ἀγαπήσας ἐκ καρδίας μάκαρ σοφέ, τοῦ κόσμου τερπνῶν καταφρονήσας, τῶν μοναχῶν ἐνεδύθης τριβώνιον.

Τραφεὶς ἐκ νεότητος εὐσεβῶς, γάλακτι ἁγίῳ, τῷ τῆς πίστεως τοῦ Χριστοῦ, ἡνδρώθης ἐν Πνεύματι Κυρίου, Πέτρε σεπτέ, τῶν πατέρων ἐφάμιλλε.

Θεοτοκίον.
Ῥητόρων ὑπόθεσις καὶ τρυφή, σὺ πέλεις Παρθένε, ὡς γεννήσασα τὸν Χριστόν· Αὐτὸν ἐκδυσώπει Θεοτόκε, ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὸν Τόκον σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσας τὸν νοῦν σου, καὶ τὴν ψυχὴν ἅγιε, τῇ τοῦ Παρακλήτου δυνάμει, δόκιμος γέγονας, ἱερουργὸς ἐν Χριστῷ, καὶ μυστολέκτης τῶν ἄνω, καὶ ψυχῶν διδάσκαλος Πέτρε πανόλβιε.

Ἀρετῆς ἡ ἀκρότης, ἱεραρχῶν πρότυπον, καὶ τῶν μοναστῶν ὑφηγήτωρ, καὶ ἀκροθίνιον, σὺ ἀνεδείχθης κλεινέ, Πέτρε τοῦ Ἄργους προστάτα, τὸν Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν δούλων σου.

Ῥωμαλέος ἐδείχθης, ἐν ἀθληταῖς Ὅσιε, ὡς ὑποπιάζων τὸ σῶμα, ἐν ἀγωνίσμασι, διὸ ἐλλάμψει Θεοῦ, τὴν τῶν μελλόντων προβλέπεις, γεγονότων ἔκβασιν, Πέτρε θεόληπτε.

Θεοτοκίον.
Γεωργεῖται ἀσπόρως, ὁ σὸς ἀγρὸς ἄμεμπτε, Πνεύματι Ἁγίῳ καὶ φέρει, ἄνθος μυρίπνοον, τὸν σὸν Υἱὸν καὶ Θεόν, πρὸς σωτηρίαν τοῦ κόσμου, ὅν δυσώπει Ἄχραντε, ὑπὲρ τῶν δούλων σου.

Περίσωζε, ταῖς σαῖς πρεσβείαις τοὺς δούλους σου Ἱεράρχα, ὅτι πάντες πρὸς τὸν Θεὸν μεσίτην σε ἔχομεν, πολλὰ γὰρ ἰσχύει ἡ δέησίς σου.

Κραταίωσον ταῖς σαῖς πρεσβείαις τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Δέσποινα, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, θαυμαστῶς καθήγνισας, σεαυτὸν εἰς ἔρημον Ὅσιε, Ἱεράρχα Πέτρε κλεινέ, διὸ ἐδοξάσθης ὡς ποιμὴν ἀληθής.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρφανῶν ἀναδέδειξαι, καὶ τῶν ἐν ἀνάγκαις τροφὸς πανάριστος, πενομένων ἡ ἀντίληψις, Πέτρε θείου Παύλου ὁ αὐτάδελφος.

Ὑπακούων Πέτρε πάνσεμνε, τῷ τοῦ πατριάρχου θείῳ βουλήματι, Ἱεράρχης Ἄργους γέγονας, καὶ πιστῶν διδάσκαλος θεόσοφος.

Σελασφόρος ὑπέρτιμος, καὶ τῆς οἰκουμένης φωστὴρ ἀνέτειλας, Ἴεράρχα Πέτρε φώτισον, τῷ φωτὶ τῷ θείῳ τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.
Πεπτωκότων ἀνάῤῥυσις, καὶ τῶν θλιβομένων τὸ παραμύθιον, σὺ ὑπάρχεις Παναμώμητε καὶ τῶν πενομένων ἡ ἀντίληψις.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμματα ψυχῆς, ἐκκαθάρας ταῖς ἀσκήσεσιν, κατηξιώθης Πέτρε, θεοπρεπῶς, τοῦ Παρακλήτου γενέσθαι δοχεῖον καὶ ὄργανον.

Ἴθυνον ἡμᾶς, τῷ φωτὶ τῆς θείας γνώσεως, ὡς παῤῥησίαν ἔχων, πρὸς τὸν Θεόν, τῆς Ἀργολίδος προστάτα, ὦ Πέτρε πάντιμε.

Μέμνησο ἡμῶν, Ἱεράρχα Πέτρε ἔνδοξε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀγαθέ, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.

Θεοτοκίον.
Ἔκχεον ἡμῖν, τοῦ Υἱοῦ σου χάριν Δέσποινα, ἵνα σωθῶμεν πάντες ἁμαρτιῶν σὺ γὰρ Παρθένε, ἐγέννησας τὸν Φιλάνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοήματα, τῶν πιστῶν κατεύθυνον, πρὸς Χριστοῦ τὰς ἀληθείας θεόφρον, ὅτι πολὺ ἐπληθύνθη ἐν κόσμῳ, τῶν ἀσεβῶν φληναφήματα Ὅσιε, καὶ πᾶσα πλάνη τοῦ ἐχθροῦ, ὁδηγοῦσα βροτοὺς εἰς ἀπώλειαν.

Ἰρίμορφε, ἐνορῶν μυστήρια, ἐπεπόθεις βιοτὴν τῶν Ἀγγέλων, διὸ Θεὸς ἐπισκόπου τὸ ἔργον, καὶ τῶν ψυχῶν ἐπιμέλειαν δέδωκε, πανάριστε ἱερουργέ, τῶν Ἀργείων ποιμὴν ἀναδέδειξαι.

Ὕπήκουσας τῷ ὀνείρῳ ἔνδοξε, Θεοδόσιον τιμᾶν θεοφρόνως, διὸ αὐτόν, ἀνεβίβασας Πέτρε, εἰς ἱερέως ἀξίωμα ἄριστε, ἑνούμενος πνευματικῶς, τῷ ἀξίῳ πατρὶ θεοδόξαστε.

Θεοτοκίον.
Μεσότοιχον ἁμαρτίας πέπτωκεν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου, ὅτι Θεὸς ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Περίσωζε, ταῖς σαῖς πρεσβείαις τοὺς δούλους σου, Ἱεράρχα, ὅτι πάντες πρὸς τὸν Θεὸν μεσίτην σε ἔχομεν, πολλὰ γὰρ ἰσχύει ἡ δέησίς σου.

Κραταίωσον, ταῖς σαῖς πρεσβείαις τοὺς δούλους σου, Θεοτόκε, ὅτι, πάντες ἐκ πειρασμῶν κυκλούμεθα Δέσποινα, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Θεοφόρε Πέτρε Ἀργολίδος Ἐπίσκοπε, ἐν ἀσκήσει τελείᾳ Χριστῷ ἠκολούθησας, τὸν μονήρη βίον ποθῶν βιῶσαι ἀκριβῶς· διὸ ἔλαβες ὡς ἀμοιβήν, τῶν χαρισμάτων τὴν πληθύν, καὶ θαυμάτων τὴν δύναμιν· ὅθεν τοὺς προσιόντας, καὶ χάριν τὴν σὴν αἰτοῦντας, τῇ τῶν θαυμάτων παροχῇ, τῷ Κυρίῳ ἐπανήγαγες.

Προκείμενον.
Οἰ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9-16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου τὴν εὐπάθειαν ὑπεριδὼν Ἱεράρχα, ἔρημον κατῴκησας, θαυμαστῶς ἀσκούμενος καὶ θεούμενος· δωρεὰς ἔλαβες, διορᾶν καρδίας, θεραπεύειν ἀσθενήματα, διώκειν δαίμονας, καὶ ἐπιστηρίζειν τοὺς πίπτοντας· διὸ καὶ Ἱεράρχην σε, ὁ Ἀγωνοθέτης ἀνέδειξε, Πέτρε θεοφόρε, τοῦ Ἄργους καὶ προστάτην τῶν πιστῶν, Θεοδοσίου δὲ σύμψυχον, ἐν τοῖς ἀγωνίσμασιν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηπτικῶν δωρημάτων, καὶ θαυμάτων τῆν χάριν ὁ Ἱεράρχης λαβών, τὴν πίστιν τῆς Τριάδος, ἐδίδαξε πανσόφως, τοῖς πιστῶς Θεῷ μέλπουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὑρανῶν αἱ δυνάμεις, καὶ χοροὺ τῶν ἁγίὼν συνεορτάζουσιν, ὁρῶντες ἐν ἁγίοις, Ἀργείων τὸν ποιμένα, ἀσιγήτως δὲ ψάλλουσιν· ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας τὴν χάριν, εἰληφὼς ἐπαξίως ὡς Ἱεράρχης κλεινός, πιστοὺς καθαγιάζεις, νοσοῦντας θεραπεύεις, εὐλογεῖς δὲ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεανίδων παρθένων, καὶ μητέρων χορεῖαι ἐπιποθοῦσιν Ἀγνή, τὴν χάριν τῆς ἁγνείας, μητρότητος τὴν δόξαν, ἅς κατέχεις κραυγάζουσα, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰερατεύων ἐν οὐρανοῖς, Ἱεράρχα, ὑπηχεῖς ταῖς ἡμῶν ὑμνῳδίαις, πρὸς τὸν Ζωοδότην, Χριστὸν τὸν Βασιλέα.

Κατατρυφῶντες τῶν ἀρετῶν, τοῦ Ἁγίου, οἱ πιστοὶ ὁμοφρόνως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὀμολογοῦμεν Τριαδικήν, Μοναρχίαν, καὶ σὺν Πέτρῳ Ἀργείων ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Διαιωνίζει, ἐν οὐρανοῖς ἡ Παρθένος, συγκαλοῦσα Ἀγγέλων τὰς τάξεις, τὸν Χριστὸν ὑμνῆσαι, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως ὁ λαός σου, Πάτερ μνημονεύει, τῶν ἀρετῶν τῆς καρδίας σου Πέτρε κλεινέ· καὶ ἐξαιτεῖται ἐν πίστει, τὴν σὴν ἀντίληψιν.

Μετέλαβες ἀφθόνως, χάριτος θαυμάτων, καὶ ἐξουσίας τοῦ λύεινδαιμόνων δεσμούς, διὸ πνευμάτων τὰ πλήθη, Πέτρε φυγάδευσον.

Ὁσίως τὴν καρδίαν, Πάτερ ἐκκαθάρας, θεοπρεπῶς ἐναυγάζεις, Τριάδος τὸ φῶς, τοῖς προσιοῦσί σοι, Πέτρε Ἄργους τὸ καύχημα.

Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν σου, σὲ ὁμολογοῦμεν, ὡς Θεοτόκον θεόνυμφον κόρην ἁγνήν, καὶ ὀρθοδόξων προστάτιν, καὶ καταφύγιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Κωνσταντινουπόλεως τὸν βλαστόν, Ἐπίσκοπον Ἄργους, μοναζόντων ὑφηγητήν, τῆς θεολογίας κρουνόν τε καὶ κρατῆρα, τιμήσωμεν ἐν ὕμνοις, Πέτρον τὸν ἔνδοξον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, πεινώντων τροφέα, πενομένων τὸν πλουτιστήν, ὀρφανῶν προστάτην, καὶ αἰχμαλώτων ῥύστην, Ἐπίσκοπον τοῦ Ἄργους, Πέτρον θεόσοφον.

Τῶν χειμαζομένων τὸν ἀρωγόν, δαιμονιζομένων, ἰατῆρα τὸν θαυμαστόν, διδάσκαλον θεῖον ἀῤῥήτων μυστηρίων, τὸν Πέτρον ἐγκωμίοις, πιστοὶ τιμήσωμεν.

Γόνος ἀνεδείχθης πανευκλεής, πιστῶν γεννητόρων, ἐκθρεψάντων σε εὐσεβῶς, μακάριε Πέτρε τῶν ἄνω μυστολέκτα, καὶ πάσης Ἐκλλησίας, τὸ ἐγκαλλώπισμα.

Ὀπτικὸν καθάρας σου τῆς ψυχῆς, θεόπτης ἐγένου, καὶ τῶν θείων μυσταγωγός, ἐν πράξει βιώσας ἀῤῥήτους θεωρίας, ὦ Πέτρε ἱεράρχα σὲ μεγαλύνομεν.

Θεῖον Θεοδόσιον ἀσκητήν, ἀνήγαγες πάτερ, εἰς βαθμίδας τὰς ἱεράς, πεισθεὶς θεοφόρε, τῇ θείᾳ ὀπτασίᾳ, συνάψας μετὰ τούτου, δεσμὸν οὐράνιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Πέτρα ἄῤῥηκτος, τῆς Ἐκκλησίας, ποιμὴν ἄριστος, πόλεως Ἄργους, ἀνεδείχθης ἱεράρχα πανεύφημε· ὡς οὖν πιστὸς οἰκονόμος τῆς χάριτος, παντοίων νόσων ἡμᾶς ἐλευθέρωσον, Πέτρε ὅσιε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄργους, Ἱεράρχην τὸν κλεινόν, ἄσμασιν ἐνθέοις τιμῶμεν, καὶ τὰς αὐτοῦ ἀρετάς, λόγοις διηγούμενοι, σεπτῶς δοξάζομεν, τὸν Χριστὸν γὰρ ἠγάπησεν, ἐκ πόθου καρδίας, πᾶσαν δὲ κατέλιπεν, τὴν ματαιότητα· ὅθεν κοσμηθεὶς θαυμασίως, δώροις Παρακλήτου, ὁ Πέτρος, ἐν τοῖς οὐρανοῖς νῦν ἐπαγάλλεται.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.