Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην
Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην
Ποίημα του Κυρίου Ιωσήφ, διορθωθείς ὐπό Αργυρουπόλεως Σεραφείμ
†Εορτάζεται στις 20 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τὸν τῶν ἀῤῥήτων μυστηρίων ἐπόπτην, καὶ ζηλωτὴν Θεοῦ τοῦ ζῶντος προφήτην, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Ἠλία μεγαλώνυμε, ταῖς πρεσβείαις σου ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμᾶς, καὶ παντοίων κινδύνων, μὴ πάσης ἄλλης βλάβης καὶ φθορᾶς, τοὺς προσφυγόντας, θεόπτα, τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς.
Νέμοις μάκαρ μοὶ θείαν Ἡλιοῦ χάριν. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τὴν χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀναδεῖξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον.
Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γὰρ σιτιζόμενο, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ, διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαι μὲ πυρὸς αἰωνίζοντος.
Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρίῳ πάντοτε, διό με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σὲ γεραίρω σῳζόμενος.
Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεὸς Πανάμωμε, ἐκ σοῦ σεσάρκωται, καὶ δί’ ἡμᾶς ὤφθη, καθ’ ἡμᾶς ὡς ἄνθρωπος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με, Πάναγνε, σῶσαι καὶ κολάσεως ῥύσασθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα ζήλῳ, Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοι, τῶν τῆς αἰσχύνης με ἔργων, καὶ διαιωνίζοντος πυρὸς ἐξάρπασον.
Σὲ προβάλλομαι πρέσβυν, πρὸς τὸν Θεὸν μέγιστον, σῴζειν μὲ δυνάμενον, πάσης, μάκαρ, κακώσεως, προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καὶ μὴ ὑπερίδῃς με παρακαλοῦντά σε.
Μεγαλύνει Θεός σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι, Ἡλιοῦ, δί’ ὀρνέου, τρέφων προφῆτα σε, ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καὶ φωτός τοῦ μέλλοντος ποιῆσαι μέτοχον.
Θεοτοκίον.
Ἀδιόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύλας μετανοίας μοι, Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τὸν ῥύπον, ὄμβροις τοῦ ἐλέους σου, Θεοχαρίτωτε.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Κάμπτει τὸν σόν, ζῆλον Θεὸς πυρακτούμενον, καὶ πρὸς χήραν, πέμπει διατρέφεσθαι, τὸν γυναικός, πάλαι ἀπειλή, Ἡλιοῦ, φυγάδα γεγενημένον, θεσπέσιε, διὸ σὲ ἱκετεύω, τὴν ψυχήν μου πεινῶσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.
Ἁμαρτιῶν, νέφη δεινὰ συγκαλύπτει με, τρικυμίαι, βίου με χειμάζουσι, καὶ ἐπιπνέουσι χαλεπῶς, κατὰ τῆς ψυχῆς μου, τῆς πονηρίας τὰ πνεύματα, Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ μοι, σωτηρίας πρὸς ὅρμον ἰθύνων με.
Ῥῶσιν ψυχῆς, ῥῶσιν παράσχου μοι σώματος, τὸν τὰς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἡλιοῦ, Κύριον τῆς δόξης, καὶ ἀβλαβῶς διατρέχειν με, τὰ σκάνδαλα τοῦ βίου, κατευόδωσον σὲ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.
Θεοτοκίον.
Μετὰ πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετὰ πάντων, Δέσποινα πανάμωμε, τῶν προφητῶν καὶ τῶν ἀθλητῶν καὶ τῶν ἀποστόλων, καὶ τῶν ὁσίων ἱκέτευε, τυχεῖν με σωτηρίας, τὸν πολλὰ ἁμαρτώντα, καὶ ῥυσθῆναι μελλούσης κολάσεως.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλῳ τῆς πίστεως, ἀλλὰ δέομαι σου, Ἡλιοῦ, ἱεραῖς μεσιτείαις σου, τὴν φλογμῶ τακεῖσαν, τῶν ἡδονῶν ψυχήν μου, θείαις ἐπομβρίαις, ἄρδευσαι καὶ σῶσαί με.
Ἱερεὺς δεδειγμένος, τέθυκας ἀθῴοις σου χερσί, πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τὰ ἄτοπα, ἀλλὰ δέομαι σου, πάσης ἀτόπου ἁμαρτίας, ἀβλαβῆ με, προφῆτα, συντήρησον.
Θαυμαστοῦσαι, προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τὰ θύματα, ἐκτελέσας πίστει, διὰ τοῦτο ἀπαύστως σου δέομαι, τῇ ἐμὴ καρδία, τὸν ἱερὸν ἀνάψαι πόθον, τὰ ὑλώδη μου πάθη συμφλέγοντα.
Θεοτοκίον.
Ἐπὶ σὲ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὃν δυσώπει, Κόρη, ἐπομβρίσαι μοι νῦν κατανύξεων, καθαρᾶς σταγόνας, ἀποπλυνούσας πάντα ῥύπον, τῶν ἀμέτρων κακῶν μου, πανάμωμε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Ἱλάσθητί μοι, Σωτήρ, πολλὰ σοὶ ἀφρόνως πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἡλιοῦ τὸν μέγαν, καὶ τὴν ἄχραντον Μητέρα σου.
Ἁγνείας ὡς φυτουργός, ἁγνὸν ψυχή με συντήρησον, ὡς ζηλωτής, Ἡλιοῦ, ζήλου θείου πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ὅπως τῆς κακίας, τὰς ἐφόδους ἀποκρούσωμαι.
Νηστεύεις βρώσει μία, ὁδὸν τεσσαρακονθήμερον, ἀνύων θεία ῥοπή, διὸ ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεύεσθαί με, θεοφόρε, ἐνδυνάμωσον.
Θεοτοκίον.
Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινή μου ψυχή, ἐν αἷς εἰσελεύσομαι, ἐξομολογούμενος, καὶ κακῶν τὴν λύσιν, Θεοτόκε ἀπολήψομαι.
Κατάσβεσον, προφῆτα ἔνδοξε Ἡλιοῦ Θεσβίτα, τῶν παθῶν ἡμῶν τοὺς φλογώδεις ἄνθρακας, ἰσχύι σῆς πρεσβείας, θεόφρον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Προφῆτα Θεοῦ Ἡλιοῦ μεγαλώνυμε, τοὺς πόθω σε ἀεὶ ἀνυμνοῦντας καὶ γεραίροντας, κινδύνων τῶν ἐν βίῳ πολυειδῶν, νόσων παντοδαπῶν, καὶ πάσης τῆς ἐξ ἐχθρῶν, προερχομένης θλίψεως, ῥῦσαι ταῖς ἐνθέρμοις πρεσβείαις σου, καὶ ταῖς θείαις μαρμαρυγαῖς, τὰς ψυχὰς ἡμῶν καταύγασον.
Προκείμενον.
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνῳ ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καὶ ἔλεγον· Οὐχ αὐτὸς ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς, Πάντως ἐρεῖτε μοι τὴν παραβολὴν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν, ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ, Ἀμὴν λέγω ὑμῖν, ὅτε οὐδεὶς προφήτης δεκτὸς ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν. Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μήνας ἐξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμᾶν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα. Καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὅρους, ἐφ’ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δέ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.
Δόξα.
Ταῖς τοῦ Σοῦ Προφήτου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Προφῆτα θεόσοφε, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε Ἄγγελε, καὶ βροτὲ οὐράνιε, σοῦ δεόμεθα, ζηλωτὰ πρόφθασον, καὶ ῥῦσαι σκανδάλων, καὶ κινδύνων τὴν ζωὴν ἡμῶν, καὶ πάσης θλίψεως, ἐχθρῶν ἀνομούντων πρεσβείας σου, καὶ πᾶσαν νόσον δίωξον, καὶ πταισμάτων ἄφεσιν αἴτησαι, Ἡλιοῦ θεόπτα, προστάτα τῶν πιστῶν καὶ ἰατρέ, καὶ τῆς τοῦ ᾄδου διάσωσον, δεινῆς κατακρίσεων.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Λαὸν ἀπολλύμενον, κατοικτειρήσας, ζήλῳ τῆς πίστεως, ἐπικλήσεσι θείοις, πῦρ κατηγάγου φλογίζον, ἔνδοξε, ὅσιον θύμα, διὸ ἱκετεύω σε, τῆς αἰωνίου φλογός, ῥῦσαι καὶ σῶσόν με.
Ἰδεῖν κατηξίωσαι, Θαβὼρ ἐν ὄρει, Θεοῦ τὸ πρόσωπον, ὃν δυσώπει, Προφῆτα, τοῦ παραβλέψαι τὰς ἁμαρτίας μου, καὶ ἐν ἡμέρα τῆς δίκης, θεάσασθαι, ἀκαταγνώστῳ ψυχή, αὐτοῦ τὸ πρόσωπον.
Ὁδὸν πορευόμενος, τοῦ βίου πλάνας, πολλὰς ὑφίσταμαι, ἀγαθέ μου προστάτα, κυβέρνησόν με τῇ προστασίᾳ σου, ἐπιστηρίζων γνώμη, σαλευόμενον, καὶ πρὸς σαρκὸς ἡδονάς, Ἡλιοῦ νεύοντα.
Θεοτοκίον.
Ὑμνῶ σε Πανύμνητε καὶ μεγαλύνω Θεοχαρίτωτε, τὴν ἁγνήν σου λοχείαν, βοήθησόν μοι βίου τοῖς κύμασι, χειμαζομένῳ, καὶ δίδου κατάνυξιν, τῇ ταπεινῇ μου ψυχή, καθαρτικὴν μολυσμῶν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Χωρητικὸν δοχεῖόν σε, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῇ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καὶ βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας Ἡλιοῦ, καὶ αἰσχύνης συγκόπτοντα μαχαίρᾳ, ἱερεῖ, διὰ τοῦτο βοῶμέν σοι, μελλούσης ἡμᾶς αἰσχύνης ῥῦσαι.
Ἅρμα πυρὸς σὲ ἔλαβεν, ἀπὸ γῆς πυρακτούμενον, ζήλῳ, Ἡλιοῦ, τῷ θεϊκῷ, θεόπνευστε, διὸ ἱκετεύω σε, τῶν ἐν τῇ γῇ ἁπάντων κακῶν, τῶν σῶν ἀρετῶν, ἀπικουφίζειν τὸν νοῦν μου, τεθρίππῳ, καὶ πρὸς νύσσαν, οὐρανίαν με φθάσει, τὸν πάντων ἐκδυσώπει, Θεὸν καὶ Βασιλέα.
Ῥήματι ζῶντι ἔκλεισας οὐρανὸν ὑετίζοντα, ῥήματι σου νῦν, πνευματικῷ διάνοιξον, τὰς πύλας μοι δέομαι, τῆς μετανοίας, ἅγιε, πέμπων τῇ ψυχῇ μου κατανύξεως ὄμβρους, καὶ σῶσόν με βοῶντα, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰσοσθενῆ ὁμότιμον, ὁμοούσιον σύνθρονον, σέβοντες Τριάδα, ἐν μία θεότητι, Πατέρα δοξάζομεν, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἄδυτον αὐγὴν ὁμοβασίλειον κράτος, καὶ μέλπομεν συμφώνως, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νομοθετῶν εὐσέβειαν, καὶ διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἐκ σοῦ τεχθεὶς ἐπέφανεν νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαί μοι πύλας, καὶ σῶσαί με βοῶντα, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρα Θεόν, ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τὸ σῶμα διαγωγαῖς, καταλεπτύνας, ἔνδοξε, ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τὸ πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.
Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαῤῥήξας διέβης, πανόλβιε, οὕτω κᾀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ’ ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς χειμάῤῥουν προξενοῦντάς μοι.
Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρεκτροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεένῃ, αἰωνιζούσης κατακρίσεως.
Ἡρπάγης πρὸς τὸ ὕψος, Ἐλισαιέ, δισσουμένην τὴν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἡλιοῦ, μεθ’ οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν κατὰ παθῶν, τοῖς σὲ ἀνευφημοῦσι, καὶ πόθῳ τὴν σὴν μνήμην, περιχαρῶς πανηγυρίζουσι.
Θεοτοκίον.
Φωνὰς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μὴ παρίδῃς, πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἴτησαι τὸν πάντων Δημιουργόν, τοῖς εὐσεβέσιν ἄφεσιν, καὶ τὴν εὐρωστίαν τὴν ψυχικήν, δωρήσασθαι Παρθένε, καὶ θείας βασιλείας, τὴν μετουσίαν καὶ λαμπρότητα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Δεῦτε τὸν πυρίπνουν καὶ ζηλωτήν, τὸν διὰ τεθρίππου ἁρπαγέντα ἀπὸ τῆς γῆς, τῆς Χριστοῦ δευτέρας Πρόδρομον παρουσίας, Ἠλίαν τὸν Θεσβίτην ὕμνοις τιμήσωμεν.
Χάριν ἰαμάτων παρὰ Θεοῦ, εἰληφὼς Ἠλία, θεραπεύεις πάθη δεινά, διὸ τοῖς ἐν πίστει σὲ ἐπικαλουμένοις, θεράπευσον τὰ πάθη ψυχῆς καὶ σώματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει καὶ λεπροὺς καθαρίζει διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Δεῦτε Ὀρθοδόξων ἡ πληθύς, μέλος ἐναρμόνιον ὄντως, ψαλμικῶς ἄσωμεν, καὶ τὸν χριστοκήρυκα ἀνευφημήσωμεν, τὸν οὐράνιον ἄνθρωπον, Ἠλίαν τὸν θεῖον, καὶ ἀναβοήσωμεν, πρὸς αὐτὸν λέγοντες πάντας τοὺς πιστῶς σοῦ τελοῦντας, μνήμην τὴν ἁγίαν λιταῖς σου, ῥῦσαι ἐκ παντοίων περιστάσεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Ένδοξον Προφήτην Ηλία τον Θεσβίτην
Παρακλητικός Κανών εις τον Ένδοξον Προφήτην Ηλία τον Θεσβίτην
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑψιπέτην τοῦ Κυρίου προφήτην, τὸν ζηλωτὴν καὶ διφρηλάτην πυρφόρον, τιμήσωμεν ἐν ἄσμασι, πιστοί, Ἡλιοῦ, κράζοντες· ἀνάδειξον προσευχῆς ὑποδήτας δι’ εὐχῆς συντόνου σου, ὁ κιρνῶν ὀμβροτόκους νεφέλας, πάντας, τοὺς πανευλαβῶς σοὶ προσιόντας, ἰσάγγελε ἄνθρωπε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΔΙΔΑΞΟΝ ΜΕ ΠΡΟΣΕΎΧΕΣΘΑΙ, ἩΛΙΟΥ ΘΕΣΒΙΤΑ. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀπύθμενον προσευχῆς, ἰσάγγελε μέροψ, δεῖξον σκεῦος με Ἤλιού, εὐχῆς ἀσιγήτου τὸν ἐν ὕμνοις, καὶ μελῳδήμασι θείοις σε μέλποντα.
Ἰδεῖν κατηξίωσαι, Ἡλιοῦ, ἐν τῷ Θαβωρίῳ, τὴν λαμπρότητα τοῦ Χριστοῦ, ἣν πάντας θεάσασθαι ἐν πόλῳ, τοὺς σὲ τιμῶντας ἀπαύστως ἀξίωσον.
Δισσοὺς ὡς κατέφλεξας, Ἤλιού, πεντήκοντα ἄνδρας Ὀχοζίου τοῦ μιαροῦ, κατάφλεξον πάσας ἁμαρτίας, τοῦ σοὶ προσφεύγοντος τάχιστα, δέομαι.
Αἰσχύνης, προφῆτα τοὺς ἱερεῖς, κινούμενος ζήλῳ, ὡς ἀπέκτεινας Ἡλιοῦ, ἁγίῳ τῶν ἔργων με αἷσχύνης, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου ἐξάρπασον.
Θεοτοκίον.
Ξενίσασα, Πάναγνε, τὸν Θεὸν ἐν τῇ σῇ νηδύι, ὑπὲρ ἔννοιαν ῥυπτικήν, κατέχεις πρὸς τοῦτον παῤῥησίαν, ὑπὲρ ἡμῶν μεσιτεύειν ἑκάστοτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀμβροτόκους νεφέλας ἐνιαυτοὺς ἔκλεισας, τρεῖς καὶ μῆνας ἕξ τοῦ μὴ βρέξαι, καὶ πάλιν ἤνοιξας, αὐτὰς σεπτέ Ἡλιοῦ, διὰ συντόνων εὐχῶν σου, ὡς ξηρὰ νῦν ἄρουρα, ἅσπερ ἐκδέχομαι.
Νηστευτὴς θεοφόρος ἀναδειχϑείς κόρακα, ἔσχες ἑστιάτορα θεῖον, ἔνσαρκε ἄγγελε· διὸ βοῶ· Ἡλιοῦ, τροφὴν μοι πέμψον θεόθεν, ψυχικὴν κατάλληλον, ἵνα μὴ πένωμαι.
Μαθητὴς ὧν δικαίου, ὦ Ἡλιοῦ, ἔδωκας, ἔνδικον μισθαποδοσίαν Βάαλ λατρεύουσι, τοῖς ἱερεῦσι· διὸ δικαιοσύνης ἀλήκτου, καὶ χαρᾶς με μέτοχον δεῖξον, κραυγάζω σοι.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων ὁ Λυτρωτής, Δέσποινα, γένει τῶν βροτῶν ὡμοιώθη τέλειος ἄνθρωπος, δειχθεὶς ὁ πάντων Θεός, ἐκ τῶν ταμείων τοῦ ᾄδου ὁ ἀνακαλούμενος, κόσμον πρὸς θέωσιν.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ πλάνου, δεινῶν καὶ βλάβης τοὺς τιμῶντας σε, Ἡλιοῦ, προφῆτα πανένδοξε, καὶ σπεύδοντας πάντοτε σαῖς πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φωστὴρ παμφαὴς καὶ ἄγγελος ἐν σώματι, λαμπρὲ Ἠλιού, ἐπώφθης, προφητόφθογγε, διό σοι κραυγάζομεν· ὡς υἱὸν τῆς χήρας ἐζώωσας τὴν νεκρωθεῖσαν πάθεσι πολλοῖς, ψυχήν τοῦ ἱκέτου σου ἀνάστησον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Προφητῶν ἀκροθίνιον, Ἡλιοῦ, μὴ παύσῃ ὡσεὶ φιλάνθρωπος, μνημονεύειν τῶν τιμώντων σε, καὶ ἐκδεχομένων τὴν σὴν εὔνοιαν.
Ῥιζοτόμε κακότητος, Ἡλιοῦ, καὶ πάσης ἐννόμου πράξεως, φυτοκόμε τῆς καρδίας μου, σύγκοψον ζιζάνια καὶ σῶσόν με.
Ὁ Κυρίῳ εὐάρεστος καὶ εἰδωλολάτραις στυγνοῖς δυσάρεστος, Ἡλιοῦ προφῆτα, μαθὸν με, μόνον προσκυνεῖν Θεὸν ἐν πνεύματι.
Θεοτοκίον.
Σωτηρίας σε πρόξενον, Πάναγνε, γιγνώσκοντες μεγαλύνομεν, τὴν πληθύν τῶν θαυμασίων σου, καὶ τὴν θείαν σκέπην σου αἰτούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔγνως ἐν Χωρήβ, Ἡλιοῦ, τὸν Παντοκράτορα, ὥσπερ αὔραν λεπτοτάτην ὅνπερ νῦν, ἱκετεύεις, ὑπὲρ πάντων τῶν τιμώντών σε.
Ὕψωσον τὸν νοῦν, τῶν ὑμνούντων σε πρὸς Κύριον, ὁ ὑψώσας τὸ σὸν ὄμμα πρὸς Θεόν, καὶ μεθύσας ὑετῷ τῆς γῆς τοὺς αὔλακας.
Χήρας τὸν υἱὸν τεθνεῶτα ὡς ἀνέστησας, Ἡλιοῦ, ἐν Σαρεφθά καὶ τὴν ψυχήν, νεκρωθϑεῖσάν μου τοῖς ἔργοις σκότους ζώωσον.
Θεοτοκίον.
Ἔλεος ἡμῖν, Μαριάμ, ἐπιδαψίλευσον, οὐρανόθεν τοῦ Υἱοῦ σου καὶ Θεοῦ, καὶ τὰ ἔργα τῶν ὑμνούντων σὲ εὐλόγησον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συλλέγουσαν, ξύλα εἰς τῆς πόλεως, Σαρεφθά πυλῶνα θεῖε προφῆτα, νεύσει Θεοῦ ἠκολούθησας χήραν, καὶ ὑπ᾽ αὐτῆς διετράφης ἐν ἔτεσι, λιμοῦ ξενίας ἀληθοῦς, τῆς διδούσης μαθήματα ἅπασι.
Θεώμενος, Ἰσραήλ μακάριε, ἐκπορνεύοντα καὶ ζήλῳ ἁγίῳ, ὑποκινούμενος τὰς οὐρανίους, νεφέλας πάτερ συνέστειλας ἄρουραν, ξηραίνων πᾶσαν καὶ ἰσχύν, τῆς εὐχῆς σου δεικνύων τοῖς πέρασιν.
Αἰθέριε, διφρηλάτα ἤνυσας, Ἡλιοῦ, οὐρανοδρόμον πορείαν, ἵνα ἡμῖν ὑποδείξῃς τὸν δρόμον, εἰς οὐρανῶν βασιλείαν τὴν ἄγουσαν, καὶ καταλίπῃς μηλωτήν, πρεσβειῶν σου τοῖς σὲ μακαρίζουσι.
Θεοτοκίον.
Ἱκανῶσον, τὸν ἀχρεῖον δοῦλον σου, ἐξυφαίνειν τῷ Υἱῷ καὶ Θεῷ σου, ὑμνῳδιῶν ἱερὰς συμφωνίας, καὶ εἰς αἰῶνας φαιδρῶς μεγαλύνειν σε, ὡς ἀναιρέτιν τῆς ἀρᾶς, τῆς ἀρχαίας καὶ κόσμου διάσωσμα.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ πλάνου, δεινῶν καὶ βλάβης, τοὺς τιμῶντας σε, Ἡλιοῦ, προφῆτα πανένδοξε καὶ σπεύδοντας πάντοτε σαῖς πρεσβείαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τὸν θαυμαστῶς ἐποχούμενον ἅρματι τεθρίπτῳ καὶ οὐρανὸν διϊππεύοντα φαιδρῶς, Ἡλιοῦ, μελῳδήσωμεν ἐπιζητοῦντες αὐτοῦ τὴν ἀντίληψιν· πιστῶν γὰρ ὑπάρχει κραταίωμα.
Προκείμενον.
Σῦ Ἱερεὺς εἰς τὸν αἰῶνα κατά τὴν τάξιν Μελχισεδέκ.
Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μὸν’ κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶ
(Κέφ. δ΄ 22 – 30).
Καὶ ἐδίδασκε ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος· καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτος ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτε μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτὸς ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμάν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
Δόξα.
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄργανον θεόπνευστον, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας, Ἡλιοῦ θεσπέσιε, Ἰεζάβελ ἄνασσαν ἀνομήσασαν, καὶ αὐτῆς σύνευνον Ἀχαάβ ἐλέγξας, σκευωρίαν ἀπεκάλυψας, αὐτῶν παμμίαρον, ὅτι Ναβουθαί οὗτοι ἔκτειναν· Ἔλισσαιέ συνέστιε καὶ τῶν προφητῶν ἀκροθίνιον, μὴ οὖν ἐπιτρέψῃς, ἐλθεῖν ὡς εἰς ἐκείνους ἡ ὀργή, Θεοῦ κἀμοί, τῷ ἱκέτῃ σου, τῷ παρανομήσαντι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ἡλιοῦ Ἰορδάνου, μηλωτῇ σου τῇ θείᾳ τὸν ῥοῦν διέσχισας, δεικνύων τὴν σὴν χάριν, ἣν νῦν καὶ ἐξαιτοῦμαι, ὁ πολύτλας ἱκέτης σου, ἵνα τὴν βίβλον πολλῶν, ἀνομιῶν μου σχίσω.
Λεπτοτάτη ἐν αὔρᾳ τὸν Θεὸν ἠξιώθης ἰδεῖν, πανόλρβιε· διὸ σε ἱκετεύω, τὸ πάχος τοῦ νόος μου, σαῖς εὐχαῖς καταλέπτυνον, ὅπως ἐν πόλῳ κἀγώ, θεάσωμαι τὸν Κτίστην.
Ἰορδάνεια ῥεῖθρα διαῤῥήξας ὡς πάλαι Μώσης τὴν θάλασσαν, τὴν Ἐρυθράν μεσῖτα, πανσθενουργέ πρὸς Κτίστην, τοῦ λαοῦ χάριν εἴληφας, διαῤῥηγνύειν δεσμούς, ἡμῶν τῆς ἁμαρτίας.
Θεοτοκίον.
Οὐρανίου λειμῶνος ὁλομύριστον κρίνον, Κυρία Δέσποινα, ψυχήν μου τὴν δυσώδη, ὀσμαῖς τῶν σῶν χαρίτων τῶν πολλῶν εὐωδίασον, ἡδυτερπεῖς ἀρετῶν, δεικνύουσά μοι τρίβους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑψόθεν δεῖξον, ἡμῖν ὀδοὺς μετανοίας, Ἠλιού, οὐρανόφρον προφῆτα, βίου ἁμαρτίας, ἀχλὺν διασκεδάζων.
Θεὸν δυσώπει, παραπτωμάτων μοι λύσιν, Ἤλιού, δοῦναι σὲ τῷ ὑμνοῦντι, ὥσπερ τῶν ἀῤῥήτων, ἐπόπτην μυστηρίων.
Ἔλαβεν ἅρμα, πυρὸς πρὸς ὕψος Θεσβῖτα, πνευματέμφορε σὲ ἵνα πάντας, πρὸς Θεὸν ἐπαίρῃς, τοὺς σὲ ἀνευφημοῦντας.
Θεοτοκίον.
Σκανδάλων πάντων, τῶν ἐν τῷ βίῳ με ῥῦσαι, ὡς προστάτις θερμὸς σῶν προσφύγων, Μῆτερ τοῦ Ὑψίστου, ὑπέρδεδοξασμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Βοῶμέν σοι προφῆτα, αἰσχύνης τῆς μελλούσης, ῥῦσαι ἡμᾶς, Ἡλιοῦ θεοπρόβλητε, ὁ ἱερεῖς θανατώσας, αἰσχύνης ἅπαντας.
Ἰσχύω ταῖς λιταῖς σου, κράτος τοῦ βελίαρ, καταπατεῖν Ἤλιού ὅθεν κράζω σοι· χαῖρε, καμψάκης ἐλαίου, ὁ ἀδαπάνητος.
Τῶν προφητῶν ἀκραίμων, Ἡλιοῦ, μὴ παύσῃ, ὑπὲρ ἡμῶν δυσωπεῖν τὸν Παντάνακτα, ἵνα ἡσύχιον βίον, ἐν γῇ διάγωμεν.
Ἀνάκτων ἀνομούντων, ἔργα διελέγξας, καὶ κατοικτίρων λαὸν ἀπολλύμενον, πρὸς ἀτραποὺς εὐσπλαγχνίας, σὺ με κατεύθυνον.
Θεοτοκίον.
Χριστιανῶν προστάτις, Κεχαριτωμένη, τοῖς σοὶ προστρέχουσι βίου διόρθωσιν, δίδου εὐχαῖς σου καὶ ἔργων, ἀνόμων ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ζήλῳ πυρπολούμενος θεϊκῷ, ἤλεγξας εὐτόλμως, ἀνομήσαντας βασιλεῖς, Ἠλιού, καὶ φλόγας κατήγαγες ὑψόθεν, πυρὸς ἀπανθρακῶσαι τοὺς δυσσεβήσαντας.
Χαίροις, ἐργαστήριον προσευχῆς, Ἡλιοῦ θεσβῖτα, ὁ συστείλας τῶν οὐρανῶν, τὰς νεφέλας πάλαι, καὶ γῆν καταξηράνας, ἀλλ᾽ αὖθις ὄμβρους δώσας γῇ διὰ λόγων σου.
Ηὔξησας τὸ ἄλευρον σοῖς εὐχαῖς, λοιδορούσης χήρας, ξενιζούσης σε Ἡλιοῦ, καὶ κενὸν καμψάκην ἐπλήρωσας ἐλαίου, ἐν Σαρεφθᾶ τῇ κώμῃ ταύτης σῇ χάριτι.
Χαίροις, πνευματέμφορε Ἡλιοῦ, πρόδρομε δευτέρας, παρουσίας τοῦ Ἰησοῦ, χαίροις, Ἰορδάνου τὸν ῥοῦν ὁ διαῤῥήξας, διὰ τῆς μηλωτῆς σου, ἔνθεε ἄνθρωπε.
Χαίροις, εὐσπλαγχνίας ὁ θησαυρός, Ἡλιοῦ, θαυμάτων ὁ ἀστείρευτος ποταμός, χαίροις, ὁ τὴν δόξαν ἐν ὄρει Θαβωρίῳ ἰδὼν τοῦ Ζωοδότου ὄμμασι θείοις σου.
Σκέπε τοὺς τελοῦντας πανευλαβῶς, τὴν σεπτήν σοῦ μνήμην, προφητόφθογγε Ἡλιοῦ, καὶ παράσχου πᾶσιν, ἡμῖν πρὸς σωτηρίαν, τὰ πρόσφορα εὐχαῖς σου, πρὸς τὸν Παντάνακτα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίω τὴν χάριν, νόσους ἀποδιώκει καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀπολαύσας Κυρίου τὸ φῶς τὸ ἄκτιστον, ἐν τῷ Θαβώρ, διφρηλάτα, τῶν οὐρανῶν, Ἡλιοῦ, προσευχῆς ἀδειαλείπτου ἐργαστήριον, εἴληφας χάριν δαψιλῇ, ἱκετεύειν τὸν Χριστόν, διδόναι ἡμῖν εἰρήνην, καὶ κατιδεῖν ἀξιῶσαι ἡμᾶς, τὸ κάλλος τοῦ προσώπου Αὐτοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προστρέχοντας θερμῶς, μάκαρ Ἡλιοῦ, διφρηλάτα, ταῖς σαῖς ἀόκνοις λιταῖς, καὶ ἀεὶ τὴν μνήμην σου ἐν ὕμνοις μέλπουσιν, ἀδικίας ἀπάλλαξον, ἐκ πάσης καὶ νόσων, λοιμικῶν διάσωσον σῇ θείᾳ χάριτι· ἔχεις γὰρ πολλὴν ποῤῥησίαν, πρὸς Θεόν, ὡς ἐν Θαβωρίῳ δόξαν κατιδὼν Αὐτοῦ τὴν ἔκπαγλον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Προσευχῆς ἀσιγήτου δεῖξον ταμεῖον, Ἡλιοῦ,
Χαραλάμπη, τὸν πρόσφυγα σου.