Παρακλητικός Κανών εις τον Άγιο Πρόκλο Αρχιεπίσκοπο Κωσταντινουπόλεως

Ποίημα Γεωργίου Γαλανοπούλου

† Εορτάζεται στις 20 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Βασιλευούσης τὸν μακάριον Πρόκλον, πατριαρχεύσαντα σεπτῶς καὶ ἐνθέως, ὡς μαθητὴν πανάριστον τοῦ πανευκλεοῦς, θείου Χρυσοστόμου μέλψωμεν, ὅτι ἔργοις τοῖς ἀγαθοῖς, τὸν Χριστὸν ἐδόξασεν, ἐκ ψυχῆς ἐκβοῶντες· ἐλευθερῶσαι ἅπαντας πιστούς, νόσων κινδύνων, ταχὺ σπεῦσον Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πατριάρχα Πρόκλε, δέξαι ᾆσμα. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν με ἀπάλλαξον χαλεπῶν, μακάριε Πρόκλε, καὶ εὐχάς σου δὸς τῷ Χριστῷ, ἡμῖν ὅπως δῷ λύσιν πταισμάτων, καὶ φωτισμὸν διανοίας τοῦ μέλψαι σε.

Ἀνύσας ἐνθέως βίου ὁδόν, στενὴν τεθλιμμένην, ἐμιμήσω τὸν Λυτρωτήν, ὑπὲρ οὗ ἠσκήθης θεαρέστως, Πρόκλε σεπτέ, πρεσβευτὰ τῶν ὑμνούντων σε.

Τοῦ σοῦ διδασκάλου τὰς ἀρετάς, Πατρὸς Χρυσοστόμου, ἐμιμήσω Πρόκλε πιστῶς, μεθ’ οὗ συναυλίζῃ τῶν Ἁγίων, θείας χορείας ἧς πάντας κατάταξον.

Θεοτοκίον.
Ῥυσθῆναι παθῶν με φθοροποιῶν, δυσώπει Παρθένε, Ὅνπερ ἔτεκες εἰς βροτῶν ἀνάπλασιν, ἥκοντα βουλήσει, καὶ παρακάλει τρυφῆς ἀξιῶσαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεράρχης Κυρίου πανευκλεὴς δέδειξαι, Πρόκλε καὶ διάδοχος θρόνου, τοῦ Χρυσοῤῥήμονος, μεθ’ οὗ τῶν πιστῶν, ἱκέτευε ἀεννάως, τῶν παγίδων ῥύσασθαι, τοῦ πολεμήτορος.

Ἀρχεκάκου ἐνέδρας καὶ μηχανὰς σκόρπισον, ὦ Ἀρχιερεῦ ταῖς εὐχαῖς σου, ἐπαπειλοῦσας νῦν, ὅλως δουλῶσαι ἡμᾶς, καὶ εἰς ἐρέβους τὰ βάθη, τῆς γεέννης ῥίψασθαι, πρὸς ἐξαφάνισιν.

Ῥώμην δὸς καὶ ὑγείαν τοῖς ἐν ᾠδαῖς ᾄδουσιν, ἆθλά σου καὶ ἔνδοξον μνήμην, Πρόκλε θεότιμε, εἰς ἀρωγὴν δ’ εὐσεβῶν, ἐλθὲ κατὰ τῶν κινδύνων, καὶ ταχὺ ἐκλύτρωσαι, πάσης κακώσεως.

Θεοτοκίον.
Χρέος ἔχομεν Κόρη πρὸ Σὲ βροτοὶ ἅπαντες, ὅτι τὸν Θεὸν ἐν γαστρί Σου, φέρουσα ἔτεκες, Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεῖε Πρόκλε Πατὴρ ἡμῶν ἡδέσι μελίσμασι, σεπτὲ ποιμᾶντορ τῆς Βασιλευούσης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς τεῖχον στεῤῥὸν σὲ Πρόκλε ἐπιστάμεθα, ἐφ’ ᾧ ἡ ὀφρὺς Νεστορίου συντέτριπται, σαῖς εὐχαῖς πρὸς Κύριον, θεοφόρε Πάτερ καὶ θαύμασιν, ὅτι ἀγῶσιν ἔλλαμψας ἐν γῇ, ὡς θεῖος ποιμήν, ἀνύσας τὸν βίον σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀληθῶς ἐθεώρησας, Παῦλον Χρυσοστόμου ὠσὶ μηνύοντα, ἑρμηνεῦσαι θεῖα γράμματα, Πρόκλε· ὅθεν φῶς Χριστοῦ δὸς ἅπασι.

Πόθον ἔχων πρὸς Κύριον, ἴχνεσιν Αὐτοῦ Πρόκλε ἠκολούθησας· ὅθεν πᾶσιν ἡμῖν δώρησαι, φίλτρον τὸ θερμὸν σοῦ ἐκμιμήσασθαι.

Ῥᾶνον πᾶσι τὴν χάριν σου, ἣν παρὰ Κυρίου Πρόκλε ἀπείληφας, καὶ τὰς νόσους ἡμῶν ἴασαι, ὡς θεραπευτὴν Πάτερ ἀνάργυρος.

Θεοτοκίον.
Ὁ λαὸς μεγαλύνει Σε, ὡς Θεοῦ Μητέρα τὴν παναμώμητον, γενεαὶ δὲ μακαρίζουσιν, ὄνομα τὸ Σὸν κόσμου διάσωσμα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κλίνομεν πρὸς σέ, τὰς καρδίας καὶ τὰ γόνατα, ἐκζητοῦντες πρεσβείαν σου τὴν θερμήν, Πρόκλε Ὑψίστῳ, τοῦ γενέσθαι πᾶσιν ἵλεων.

Λῦσον τὰ δεσμά, τῶν πταισμάτων ἡμῶν Ἅγιε, ὡς εὐσυμπαθὴς πέλων Χριστιανοῖς, καὶ νέμε κρείττω, θερμαῖς λιταῖς σου παντάπασιν.

Ἔλασον ταχύ, ἀφ’ ἡμῶν ἐχθροῦ τοξεύματα, ὁ σατᾶν συντρίψας βέλεμναν στεῤῥοῖς, ἐν ὁσιακοῖς ἀγῶσί σου θεότιμε.

Θεοτοκίον.
Δέσποινα ἡμῖν, τὴν Θεοῦ εἰρήνην βράβευσον, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα πρώτη, τὴν ἐκ τάφου Τούτου Ἔγερσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίχαρμα, ἐγενόμην ἄθλιον, τοῦ βελίαρ ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα ἀφήρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· ταῖς τοῦ Πρόκλου λιταῖς Σῶτερ σῶσόν με.

Ξενήκουστα, τὰ ἐν σοὶ παράδοξα, θείᾳ χάριτι ἐστὶ Πάτερ Πρόκλε· ὅθεν ἡμᾶς, ἐν σκηναῖς τῶν Δικαίων, καὶ ἐκλεκτῶν ἀξιῶσαι ὁ Κύριος, ἱκέτευε τῇ φοβερᾷ, τῆς ἐτάσεως ὥρᾳ καὶ μνήσθητι.

Αἱρεσεων, ἐξελοῦ τὸ πλήρωμα, Ὀρθοδόξων θεῖε Πρόκλε εὐχαῖς σου, ἁμαρτιῶν πειρασμῶν νοσημάτων, λύπης ἀνάγκης κινδύνων καὶ θλίψεων, ὀργῆς Θεοῦ καὶ συμφορῶν, ἱεροῖς μεγαλύνειν σε ᾄσμασιν.

Θεοτοκίον.
Ἱκέτευε, τὸν Σὸν Τόκον ἄσπιλε, ὡς Μητέρα τοῦ Θεοῦ ὑπὲρ πάντων, Σαῖς εὐπροσδέκτοις πρὸς Τοῦτον πρεσβείαις, ἡγιασμένη Σκηνὴ καὶ εὐρύχωρος, τοῦ Θεοῦ Λόγου ἀληθῶς, ὅπως μέγα δωρήσηται ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεῖε Πρόκλε Πατὴρ ἡμῶν ἡδέσι μελίσμασι, σεπτὲ ποιμᾶντορ τῆς Βασιλευούσης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς φρουρόν σε καὶ ἀντιλήπτορα κατέχομεν, Πρόκλε εὐκλεὲς καὶ μορφήν σου ἀσπαζόμεθα, ἐκβοῶντές σοι μετὰ δακρύων καὶ προσευχῶν· Ἅγιε ποιμὴν πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ μανίας, τὸ Γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς Κύριον.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα Πρόκλε ἔνδοξε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ εἰκόνι σου ἀσπάσασθαι, ἴασιν ἄμφω δός, τάχιστα καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ θεότιμε, χαίροις σοι φθεγγόμενος.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀεισέβαστον μνήμην σὴν τελοῦντες ἐν πίστει Ἀρχιεράρχα σεπτέ, αἰτουμεθα λιταῖς σου, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸς Πατριάρχης Λόγε ἐπὶ τοῦ Χρυσοστόμου θρόνου ἀνῆλθε λαμπροῦ, ὡς μαθητὴς θεόφρων, δοξάσας Σε ἐν ἄθλοις, ὁ ἀρδεύων νῦν χάρισι, τοὺς εὐφημοῦντας αὐτόν, καὶ Σὲ δοξολογοῦντας.

Μεθύσκεις θείους γλεύκους ὡς εἰληφὼς τὴν χάριν κατὰ παθῶν ἐκ Χριστοῦ, τοὺς σοὶ ἰόντας Πρόκλε, καὶ κράζοντας ἀπαύστως· πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, καὶ νόσων ἀνιάτων.

Θεοτοκίον.
Ἁγνὴ τὴν τοῦ Τεκόντος ἐκ Σοῦ ἰσχὺν παράσχου τοῖς Σὲ ὑμνοῦσι πιστῶς· ἐλθὲ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίαν, τάχει νῦν καταυγᾶσαί μου, φρενῶν καρδίας ψυχῆς, τὸ ἐρεβῶδες σκότος.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ ἐν εὐφροσύνῃ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς τοῦ θείου Πρόκλου.

Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ τὸν τοῦ Δεσπότου, γνήσιον φίλον Πρόκλε.

Ὤφθης πολλάκις, Πρόκλε πιστοὺς περισκέπων, ὡς παντάνακτος σημειοφόρος· ὅθεν ἡμᾶς σκέπε, καὶ ἴασαι ἐκ νόσων.

Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, βίον θεῖε Πρόκλε, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς, καὶ παθῶν τοὺς θείαν μνήμην σου Πάτερ πανηγυρίζοντας.

Ὁ δοὺς θεοπασχῖταις, θαῦμα σῇ δεήσει, τὴν ἁρπαγὴν ἐν ἀέρι παιδὸς εἰς ὀρθήν, τοῦ Τρισαγίου τελείωσιν ὕμνου πρόσχες μοι.

Θεοτοκίον.
Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νόσους ἀποδίωξον λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Πατριάρχα πανευκλεές, σαῖς θερμαῖς πρεσβείαις, Χριστὸν καθικετεύων, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.

Εὔχου ἐγκλημάτων δοῦναι ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, αἱρετικοῖς ἀφόβως, ἐπιβεβαίωσας.

Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ θεόῤῥημον καὶ χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.

Ποίει ποίμνης γαίας Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, θεόσοφε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Τῷ ἀπροσμαχήτῳ ὅπλῳ Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμῆσαι αἱρετικούς· ὄθεν ἡμᾶς πάντας, περίζωσον ἰσχύϊ, Πρόκλε εὐχῆς νηστείας, φεύγειν τοὺς δαίμονας.

Πάρεσο μεσίτης πρὸς τὸν Θεόν, τῶν σὲ ἀνυμνούντων, Πατριάρχα πανευκλεές, δοῦναι σωτηρίας, ἀπόφασιν ἐν κρίσει, Αὐτοῦ θείῳ ἐλέει, ζωὴν δ’ αἰώνιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Πρόκλε πανσεβάσμιε, ἐν Πατριάρχαις σεπτέ, Ἐκκλησίας ὁ πρόμαχος, πιστῶν ὁ προστάτης, κατὰ τῶν αἱρέσεων, Ἱεραρχῶν ἡ τρυφή· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.