Παρακλητικός Κανών εις τον Άγιον και Δίκαιον Συμεών τον Θεοδόχον

Ποίημα Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

†Εορτάζεται στις 3 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν ἐν χερσὶ διακρατοῦντα τὸν Κόσμον, τὸν καὶ Δεσπότην καὶ δοτῆρα τοῦ Νόμου, ὑπὸ Παρθένου τῷ Ναῷ φερόμενον, πόθο εἰσδεξάμενον, ταῖς ἀγκάλαις σοῦ πρέσβυ, Συμεών μακάριε, καθικέτευε πᾶσι, τῶν ὀφλημάτων λύσιν παρασχεῖν, καὶ γυναιξὶν εὐτοκίαν δωρήσασθαι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Δέχου τὸν Ὕμνον Συμεῶν Θεοδόχε. Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δικαίων σκηνώμασιν ἐν χαρά, καὶ πόθῳ ἀφράστῳ, αὐλιζόμενος Συμεών, πάντας τοὺς τελοῦντας σου τὴν μνήμην, Θεὸν τῶν ὅλων δικαιώσαι ἱκέτευσον.

Ἐν Νόμῳ γενόμενος ἱερεύς, Συμεών ὡς ηΰχου, σὺ τεθέασαι Ἰησοῦν, τὸν Χριστὸν Κυρίου ὃν δυσώπει, ἐκ πάσης λύπης ἡμᾶς ἀπαλλάξασθαι.

Χειρὶ τὸν κατέχοντα πᾶσαν γῆν, ἐν χερσὶν ἐδέχθης, ἁγιώτατε Συμεών, τοῦτον οὖν δυσώπει δυστοκίας, ἐλευθερῶσαι τὴν σοὶ καταφεύγουσαν.

Θεοτοκίον.
Οὐκ ἔχω παῤῥησίαν Μῆτερ Θεοῦ, ἰδεῖν ἀμαρτήσας εἰς τὸ ὕψος τοῦ Οὐρανοῦ, ἀλλ’ οἰκτεῖρον Κόρη τὸν σὸν δοῦλον, ἡ τὸν Θεὸν ἐν γαστρὶ σου χωρήσασα.

ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Ὑψωθεὶς ταῖς πράξεσι ταῖς ἱεραῖς, ἁγιώτατε, τὸν Ἰησοῦν, ἐν χερσὶν ἐδέχθης, ὑπὲρ πάντων δεόμενος.

Τὸν τοῦ Νόμου Κύριον, μήτραν Παρθένου ἀνοίξαντα, ἰδῶν, σεπτὲ Συμεών, δυσώπει, ἐκ κινδύνων ῥυσθῆναι με.

Ὁ χερσὶ τὸν ἄνθρωπον, δημιουργήσας κατέχεται, ἐν Συμεών, γηραιαῖς ἀγκάλαις, ῥῶσιν πᾶσι δωρούμενος.

Θεοτοκίον.
Νοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν, Πάναγνε, τὸν ἐκ τῶν σῶν, αἱμάτων τεχθέντα, ὁ Ἠσαΐας σε ἔβλεψεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερήκμασας γήρατι, πίστει δὲ τῇ θεῖα ὄντως ἐνέαζες, ἰδεῖν θέλων τὸν Παντέλειον, ὃν ὑπὲρ σῶν δούλων καθικέτευε.

Μακαρίσωμεν ἅπαντες, Συμεών τὸν Δίκαιον καὶ βοήσωμεν, φθάσον ῥῦσαι ταῖς πρεσβείαις σου, πάντας τοὺς τιμῶντας σε Θεόπνευστε.

Νομοδότην σὺ Κύριον, ἐν ταῖς σαῖς ἀγκάλαις πάλαι ἐβάστασας, Συμεών, καὶ νῦν πρεσβείαις σου, βρέφη τὰ θηλάζοντα ἐγκολπώθητι.

Θεοτοκίον.
Ὁ χειρὶ Κόσμον ἅπαντα, φέρων τῆς Παρθένου βαστάζεται, μικρὸν ἀγκάλαις νήπιον, ὁ γαστρὶ συνέχων ἅπαν νήπιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νῦν ἐν Οὐρανοῖς, ἀγαλλόμενος μακάριε, πάντας τοὺς τελοῦντας τὴν θείαν μνήμην σου, δεινῶν παντοίων, ταῖς πρεσβείαις σου ἀπάλλαξον.

Σὺ ὦ Συμεών, Θεηγόρε ἀπετέλεσας, σεαυτὸν Ναὸν τοῦ Θεοῦ πανάγιον διὸ καὶ εἶδες, ἐν Ναῶ αὑτὸν ὡς νήπιον.

Ὗμνοις ἱεροῖς, Συμεών ἀνευφημήσωμεν τὸν Θεηγόρον, ἀνακράζοντες, ὦ Θεοδόχε, σαῖς λιταῖς ἡμᾶς οἰκτείρησον.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τῇ φθορὰ κατολισθήσαντας, πάντας τοὺς σοὺς δούλους σὺ ἐξανάστησον, καὶ πρὸς ἀφθαρσίας, τὴν ζωὴν ἡμᾶς όδήγησον.

ᾨδὴ ς΄. Ἱλάσθητι μοι Σωτήρ.
Ἐβόησας, Συμεών, ὅτε κατεῖδες τὸν Κύριον, ἀπόλυσόν με Σωτήρ, νυνί, ὡς ὑπέσχου μοι· καὶ νῦν τοῦτον αἴτησαι ἀπολῦσαι πάντας, τῶν δεινῶν καὶ περιστάσεων.

Ώραιῶθεις Συμεών, τοῦ Μωυσέως λαμπρότερος, ἐγένου ἐν ταῖς χερσί, τὸν κάλλει θαυμάσιον, δεξάμενος, Πάνσεπτε· τοῦτον οὖν δυσώπει, οἰκτειρήσαι τοὺς οἰκέτας σου.

Νεκρώσεως τοῖς θεσμοῖς, ἀπῆλθες πρὸς τὸν ποιούμενον, ὃν ἐκδυσώπει ἀεί, Συμεών Πανάγιε, ῥυσθῆναι με θλίψεως, καὶ δεινῶν παντοίων, σαῖς λιταῖς καὶ περιστάσεων.

Θεοτοκίον.
Θηρεῦσαι με προσπαθεῖ, ὁ μιαρὸς δαίμων πάντοτε, Παρθενομῆτορ Ἁγνή, ἄλλα σὺ ἐξάρπασον τῶν αὐτοῦ παγίδων με, καὶ τῇ θεῖα σκέπη τῆς πρεσβείας σὸν συντήρησον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Συμεών Θεοδόχε, ἐπὶ τοῖς ἐμοῖς δεινοῖς τοῦ σώματος πάθεσι, καὶ ἴασιν δώρησαί μοι λιταῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.Ἦχος β΄.
Δικαίων ταῖς σκηναῖς, περιχαρώς ἐνηδόμενος, Χριστὸν τὸν Θεόν, ὃν ἐν ἀγκάλαις ὡς βρέφος ἐβάστασας, αἴτησαι ἁμαρτημάτων πολλῶν λυτρώσαι ἡμᾶς, καὶ εὐτοκίαν ταῖς ἐγκύοις δωρήσασθαι, Συμεών Θεοδόχε Μακάριε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνη.
Στίχος. Φῶς εἰς ἀποκάλυφιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. β΄, 25—32)

Τῷ καιρῶ ἐκείνῳ ἢν ἄνθρωπος ἐν Ἰερουσαλήμοις, ὦ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα Ἅγιον ἢν ἐπ’ αὐτόν καὶ ἢν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἣ ἴδη τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιήσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτό εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε. Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου ἐν ειρήνη· ὅτι εἶδον οἱ ὀφθαλμοὶ μου τὸ σωτήριον σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Δόξα.
Ταῖς τοῦ Θεοδόχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Πρεσβύτην θαυμάσιον, ὑπερακμάσαντα γήρει, πολιὰν σεβάσμιον, ἄνθρωπον Οὐράνιον καὶ πανέντιμον, προστασίαν θείαν, ἐνεργὸν θαυμάτων, καὶ ἐγκύων ἀντιλήπτορα, πασῶν γινώσκοντες, σε ὦ Συμεών ἱερώτατε, ἡμεῖς πάντες ἐν δάκρυσι, τῇ σῇ βοήθεια προστρέχομεν ἰδὲ Θεοδόχε, τὴν λύπην καὶ ἀσθένειαν αὐτῶν, καὶ εὐτοκίαν χορήγησον, αὐταῖς ἱκεσίαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔλαβες, Μάκαρ, ἐν ἀγκάλαις, μικρὸν βρέφος Χριστὸν τὸν ζωοδότην τοῦτον οὖν Συμεών ἱκέτευε νηπίοις, θηλάζουσι δωρήσασθαι, ἐντελῆ τὴν ὑγίειαν.

Ὀλῶν ἡ λύτρωσις ἐπέστη, ἐν Ναῶ γὰρ ὡς βρέφος τῷ ἁγίῳ, Ἰησοῦς Σωτὴρ θανάτου αἰφνιδίου τοῦ Συμεών δεήσεσι, ἀπαλλάττων ἡμᾶς πάντας.

Δέχου τὴν δέησιν μου, Πάτερ, καὶ προσάγαγε τῷ ὑπὸ σοῦ ὡς βρέφος, βασταχθέντι Θεῷ, καὶ τοῦτον ἐκδυσώπει, ῥυσθῆναι με τὸν ἄθλιον, τῶν παγίδων διαβόλου.

Θεοτοκίον.
Οἴκτειρον σῶσον με, Μαρία, τὸν φιλάνθρωπον τεκοῦσα Θεὸν Λόγον, καὶ ἀκτῖσι ταῖς σαῖς, καταύγασον ψυχὴν μου, καὶ φιλανθρώπως ῥῦσαι με, τῆς δαιμόνων τυραννίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χριστὸν δυσώπει, ὦ Συμεών θεοδόχε, χαρμονῆς αἰωνίου ἀπολαῦσαι, κάμε τὸν σὸν δοῦλον, ᾖς νῦν σὺ ἀπολαύεις.

Ἔχων, ὦ πρέσβυ, παρὰ Θεῷ παῤῥησίαν, καθικέτευε ὑπὲρ τῶν σε τιμώντων, καὶ ῥύου εὐχαῖς σου, κινδύνων ἀδοκήτων.

Σὺ Θεοδόχε, τὰς ἐν γαστρὶ νῦν ἐχούσας, διαφύλαττε θερμαῖς σου ἱκεσίαις, ταῖς πρὸς τὸν Δεσπότην, καὶ ῥύου δυστοκίας.

Εὑρὼν τῶν πόνων, τοῦ ἐπικήρου σου βίου, Συμεών τὰ ἔπαθλα ἐν βίῳ, τῷ ἀτελευτήτῳ, ἡμῶν μὴ ἐπιλαθοῦ.

Θεοτοκίον.
Ῥᾶνον, ὦ Κόρη, Θεογεννήτορ Μαρία, τῷ πιστῶς τιμῶντι σε ῥανίσι, τῆς σῆς προστασίας, καὶ ῥῦσαι τῶν πταισμάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγναὶ σου ὦ πρεσβῦτα, χεῖρες αἱ δεχθεῖσαι, τὸν ζωοδότην καὶ γέγονας πάνσεπτε, ὄντως εὐδαίμων διὸ εὐφημοῦμεν σε.

Φιλάνθρωπε τοῦ κόσμου, Δέσποτα καὶ Σῶτερ, ταῖς Θεοδόχου πρεσβείαις ἀπάλλαξον, τοὺς σοὺς οἰκέτας, τῶν νόσων καὶ περιστάσεων.

Ἐπὶ τὴν προστασίαν, τὴν σήν, Θεοδόχε, νῦν καταφεύγω ὁ δοῦλος σου πρόφθασον, καὶ ταῖς πρεσβείαις σου, σῶσον με τὸν κατάκριτον.

Ἴασαι τρισμάκαρ, τὴν ἐκ δυστοκίας, ,δεινῶς νῦν πάσχουσαν δούλην σου, Ἅγιε, καὶ εὐτοκίαν ἐν τάχει, αὕτη χορήγησον.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Δεσπότου, τῶν ψυχοφθόρων παθῶν με ἀπάλλαξον, καὶ αἰωνίου πυρός, ῥῦσαι καὶ σῶσον με.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Φῶς εἰς ἀποκάλυψιν τῶν ἐθνῶν, ἐπὶ τῆς γῆς ὤφθης, ἐκ Παρθένου ὄντως τεχθείς, καὶ ἐπανεπαύσω γηραλέαις ἀγκάλαις, τὰ βρέφη ᾧ φυλάττων, μόνε φιλάνθρωπε.

Πρέσβυ ἰερώτατε Συμεών, μὴ παύσῃ πρεσβεύων, τῷ Σωτῆρι σου καὶ Θεῷ, εὐτοκίαν δοῦναι ταῖς ἐπίτεξι πάσαις, καὶ νόσων καὶ κινδύνων, τὴν ἀπολύτρωσιν.

Ὡς ἐδέχθης βρέφος ἐν Ἱερῷ, τοῦ Πατρὸς τὸν Λόγον, ἐν ἀγκάλαις σου, Συμεών, οὕτως ἐκδυσώπει αὐτόν ἐν παῤῥησία, θηλάζουσι νηπίοις, ῥῶσιν δωρήσασθαι.

Ὡς ἐνηγκαλίσθης ἐν Ἱερῷ, τὸν Θεὸν τῶν ὅλων, δικαιότατε Συμεών, οὕτω καὶ τὰ βρέφη, πρεσβείαις σου συντηρεῖ, καὶ τὰς ἐγκύους πάσας, σὺ ἐλευθέρωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον Ἦχος β΄.
Τοῦ Δικαίου Συμεών τὴν μνήμην Κύριε, ἑορτάζοντες, δι’ αὐτοῦ σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος πλ. δ΄. Δέσποινα πρόσδεξαι.
Συμεών Ἱερώτατε, τὸν Σωτῆρα ἱκέτευε, ὂν ἐν ἀγκάλαις ἐδέχθης, τὰς ἐν γαστρὶ ἐχούσας ῥῦσαι, καὶ εὐτοκίαν αὐταῖς δωρήσασθαι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.