Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξο Μεγαλομάρτυρα Σώζοντα

†Εορτάζεται στις 7 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Οἱ ἐν ποικίλοις πειρασμοῖς καὶ νοσήμασι καὶ σῶτηρίας τῶν ψυχῶν ἀφιέμενοι, πρὸς τοῦ Σωτῆρος δράμώμεν ναὸν τὸν ἱερόν· Δέσποτα κραυγάζοντες· και Θεέ ἐλεῆμον, δὸς ἡμῖν τὴν ἴασιν καὶ παράσχου τὴν λύσιν, τῶν συνοχλούντων ἅπαντας δεινῶν, τὴν τε εἰρήνην βραβεύων τοῖς μέλπουσι.

Δόξα.
Ἅγιε Σώζων, ἀϑλητὰ γενναιότατε, ὡς κεκτημένος παῤῥησίαν πρὸς Κύριον, τὴν προσευχὴν προσάγαγε ἡμῶν τῶν ταπεινῶν· τάχος νῦν αἰτούμενος παρ᾽ αὐτοῦ Ἀϑλοφόρε, ἄφεσιν καὶ ἴασιν τῶν ψυχῶν σωτηρίαν, βραβεύων πίστιν, Μάρτυς τοῦ Χριστοῦ, τῶν προσπιπτόντων, τῇ θείᾳ εἰκόνι σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἲλεων ἀπέργασαι Σώζων, τὸν μόνον σώζοντα σῶσαι ἡμᾶς

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἵλεων ἀπέργασαι, Ἀϑλητά, τὸν μόνον Δεσπότην, οἰκτειρῆσαι τοὺς ἐν κλαυϑμῷ, προσπίπτοντας ὧδε σῇ εἰκόνι, καὶ δακρύοις ϑερμῶς ἱκετεύοντας.

Λιμένι εἰσῆλϑες τῶν οὐρανῶν, πανθαύμαστε Σώζων, καὶ μοναῖς ταῖς τῶν ἀϑλητῶν, τούτους καὶ ἡμᾶς τοὺς δεομένους, καταλαβεῖν σαῖς εὐχαῖς καταξίωσον.

Ἐδόξασας βάπτισμα τοῦ Χριστοῦ, Σταυρὸν τοῦ Κυρίου, ἐπὶ ὥμων ἀναλαβών, τοῦτον καὶ ἡμᾶς ἐν προϑυμίᾳ, καὶ ϑερμῇ πίστει βαστάζειν ὀχύρωσον.

Ο βίος μου, Ἅγιε, ἐν πολλαῖς, δειναῖς πλημμελεἰαις, δεδαπάνηται διὸ νῦν, ὡς ἔχων Χριστῷ τὴν παῤῥησίαν, πρὸς μετανοίας ὁδοὺς καθοδήγησον.

Θεοτοκίον.
Ναός ἐχρημάτισας Μαριάμ, τοῦ ἐκ σου τεχθέντος, Βασιλέως τῶν Οὐρανῶν, καὶ ἐνδόξως μεταμορφωθέντος, ὃν μάρτυς Σώζων πιστῶς ἡκολούθησε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγαπήσας ἐνθέρμως τὸν Λυτρωτήν Ἂγιε, τούτου καὶ τοῖς ἴχνεσι Μάκαρ, συνακολούθησας, τῆν ἐξουσίαν λαβῶν, παρὰ τοῦ μόνου Δεσπότου, ἐκπληρούν αἰτήματα, τῶν δεομένων σου.

Παρεστώς στερηφόρε, ἐν οὐρανοῖς μέμνησο, τῶν ἐν περιστάσεσι ὄντων, Σώζων μακάριε, ἀντιδούς δαψιλώς, παρὰ Κυρίου πλουσίως, ἥνπερ χάριν εἰληφας, παρὰ τοῦ Κτίσαντος.

Εὐεργέτης ἐφάνης καὶ βοηϑὸς ἅπασι, τοῖς μετ’ εὐλαβείας κυκλοῦσι, τὴν πανσεβάσμιον, ϑείαν εἰκόνα σου, διὸ ἡμῖν νῦν παράσχου ἱλασμὸν πταισμάτων τε, ρῶσιν καὶ ἄφεσιν.

Ῥαντισμῷ σῶν αἱμάτων μαρτυρικῶς ἔπνιξας, πάντα πανουργεύματα Μάκαρ, τοῦ κακοδαίμονος, ὅϑεν αἰτοῦμεν λαβεῖν, παρὰ Κυρίου τὴν χάριν, νικηφόρως φέρειν τε, τούτου τὸν πόλεμον.

Θεοτοκίον.
Γηγενῶν ἡ προστάτις, καὶ ἡ ἐλπίς Ἂχραντε, τὸν ἐν Θαβωρίῳ ὀφϑέντα, μεταμορφούμενον, τὸν σὸν Υἱὸν Ἀγαϑή, μετὰ τοῦ Σώζοντος πᾶσι, δυσώπει ἄφεσιν, δοῦναι τοῖς μέλπουσι.

Διάσωσον, Σώζων παμμάκαρ, ἐκ πάσης ἐχθρῶν μανίας, τοὺς ἐν τῷ σῷ ναῷ θερμῶς ἰκετεύοντας, ὡς ἒχων πρὸς Κύριον παῤῤησίαν.

Διάσωσον, ἀπο κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον τείχος καὶ προστασία.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Πρεσβείαν τὴν σὴν αἰτοῦμεν Μάρτυς ἔνδοξε, οι πιστοί ϑερμῇ εἰκόνι σου προσπίπτοντες, καὶ βοῶντες· Ἂγιε, πρόφϑασον, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀπὸ πάσης αἱρέσεως καὶ κακοδοξίας ἡμᾶς ἀπάλλαξον, ἐν τῇ πίστει δὲ στερέωσον, τῇ τῆς Ἔκκλησίας, παναοίδιμε.

Σὺ ἐφάνης ἀήττητος κατὰ τῶν τυράννων ἀγωνιζόμενος, ὅϑεν Σώζων ἡμῖν δώρησαι, τὸν Χριστὸν κηρύττειν μετὰ πίστεως.

Ἀπογνόντες προσπίπτομεν, τῇ σεπτῇ εἰκόνι σου ἰκετεύοντες, ἀποκάθαρον πρεσβείαις σου, τὰς ψυχᾶς ἡμῶν τε καὶ τὰ σώματα.

Ἰδοὺ πόϑῳ ἱστάμεϑα, καὶ ἐν κατανύξει καϑικετεύομεν, μὴ παρίδῃς Σώζων δέησιν, ἀλλ᾽ ἐκ τῶν δεινῶν σκανδάλων ἡμᾶς λύτρωσαι.

Σωτηρίαν ἐπόϑησας, καὶ τῷ μαρτυρίῳ προσῆλθες Ἂγιε, ἐναϑλήσας προϑυμότατα, διὸ ταύτην χάρισαι τοῖς μέλπουσι.

Θεοτοκίον.
Ὧ Μαρία παντάνασσα, παῤῥησίαν ἔχουσα πρὸς ὃν ἔτεκες, πόλην ταύτην καὶ τὴν ποίμνην σου, ἀκλινῶς βαδίζειν περιφρούρησον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ζῇς ἐν τῷ Χριστῷ, ἀπολαύων Σώζων ἅγιε, ἐν οὐρανοῖς ἀφϑάρτων ἀγαϑῶν, ἃ καταξίωσον πάντας εὑρεῖν πρεσβείαις σου.

Ὣφϑης ἀϑλητά, τοῖς πιστοῖς ὁ μέγας πρόμαχος, διὸ ἡμᾶς προσπίπτοντες ἐν κλαυϑμῷ, ἀντιλαβοῦ καὶ διάσωσον πάσης πτώσεως.

Νέαν σε πηγήν, ἰαμάτων πάντες εὕρομεν, τὴν ἐν Χριστῷ παρέχουσαν τοῖς πιστοῖς ψυχῶν, σωμάτων τὴν ἴασιν Παναοίδιμε.

Τεῖχος ἀῤῥαγές, κατ᾽ ἐχϑρῶν δεδώρησαι, χειμαζομένοις κύμασι χαλεποῖς καὶ κλονουμένοις ταῖς βίου δειναῖς συγχύσεσι.

Ὅλην νῦν πρός σε, τὴν ἐλπίδα Σώζων τέϑεικα, μὴ οὖν παρίδῃς με, ἔνδοξε Ἀθλητᾶ, ἀλλὰ παράσχου, ἐκπλήρωσιν τῶν δεήσεων.

Θεοτοκίον.
Νέα Σιλωὰμ, σὺ ἐφάνης Μητροπάρϑενε, μετὰ Μαρτύρων πάντων τὸν σὸν Υίον καθικετεύουσα πάσης ἰάσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μιμούμενος, τὸν Σωτήρα Ἂγιε, τοῖς πιστοῖς τὴν ἰατρείαν παρέχεις, ψυχῶν, σωμάτων πικρᾶς ἀλγηδόνας, ἀποσοβῶν καὶ βραβεύων τὴν ἴασιν, διὸ παράσχου καὶ ἡμῖν, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.

Οἱ πόϑῳ σε, ἀγαπῶντες Ἅγιε, καὶ εἰκόνα σου τὴν ϑείαν τιμῶντες, πάντες ἰδοὺ καταφεύγομεν ὧδε, σὴν μεσιτείαν καὶ χάριν αἰτούμενοι, ταύτην παράσχου καὶ ἡμῖν, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.

Νενίκηκας, τὸν βελίαρ Ἅγιε, τῇ δυνάμει τοῦ Χριστοῦ ἀϑλοφόρε, ὅϑεν ἡμᾶς πειρασμοῖς κλονουμένους, μὴ ὑπερίδῃς ϑερμῶς ἰκετεύομεν, ἀλλὰ στερέωσον σοφέ, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.

Τοὺς πίστει σοι, προσιόντας Ἅγιε, καὶ προσπίπτοντὰς τῷ ϑείῳ ναῷ σου, ἐπιτυχεῖν τῆς αἰτήσεως δίδου, καὶ ἐν χαρᾷ ἀπελϑεῖν εἰς τὰ ἴδια, ἀξίωσον ὡς ἀγαϑὸς, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.

Θεοτοκίον.
Νεανίδες, καὶ παρϑένοι Ἂχραντε, ἀνυμνοῦσι μεϑ’ ἡμῶν τὸν σὸν τόκον, καὶ ἐκτενῶς ἱκετεύουσι ῤάνον, τὰς δωρεάς Παναγία τοῖς μέλπουσι, ὡς μήτηρ τῶν Χριστιανῶν, πρὸς Χριστοῦ κεκτημένη τὴν δύναμιν.

Διάσωσον, Σώζων παμμάκαρ, ἐκ πάσης βλάβης τοὺς ἐν τῷ σῷ ναῷ ϑερμῶς ἱκετεύοντας, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀϑλοφόρε καὶ Μεγαλομάρτυς πανένδοξε, ὁ Χριστοῦ προϑύμως πιὼν τὸ ποτήριον, παῤῥησίᾳ πρὸς Κύριον, Σώζων, ἑστηκώς, μὴ ἐλλίπῃς, Πάτερ ἐκβοᾶν, πρὸς τὸν Σωτῆρα ἐκτενῶς, εἰσακοῦσαι δεήσεων, πάντων τῶν δεομένων, ϑερμῶς καὶ ἱκετευόντων, ἵνα λυτρώσῆται ἡμᾶς, τῶν σκανδάλων τοῦ ἀλάστορος.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάτωσεν ὁΚύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μάρκον
(Κεφ. 6, 7-13).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ράβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σώζων παμμακάριστε, τῶν ἀϑλητῶν ἡ ἀκρότης, καὶ πιστῶν τὸ καύχημα, τὴν οἰκτρὰν τῶν δούλον σοὺ δέξαι δέησιν, πάντες γὰρ ἤλϑομεν, πανοικεί Ἁγιε, τῇ εἰκόνι σου προσπίπτοντες, ϑερμοῖς τοῖς δάκρυσι, κατανύξει ὧδε προσκκλαίοντες, πρόφϑασον Μάρτυς ἔνδοξε, καὶ ἐκ τῶν σκανδάλὼν ἡμᾶς φυλάττων, πάντας χριστοφόρε, ὡς ἔχων παῤῥησίαν τῷ Θεῷ, Χριστοῦ βαδίζειν τοῖς ἴχνεσι ἀξιομακάριστε.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφὸς οἰακοτρόφος ἀνεδείχϑης ἐν βίῳ, ἀκολουϑήσας Χριστόν, αὐτὸν οὖν ἐκδυσώπει, τοὺς τιμῶντάς σε Σώζων, εὐλογῆσαι καὶ ψάλλοντας· εὐλογητὸς ὁ Θεός, Σώζοντος εἰς αἰῶνας.

Ὦ τῶν ὑπερφυῶν σου, καὶ πολλῶν δωρεῶν σου, Μεγαλομάρτυς Χριστοῦ, δι᾿ ὧν τοὺς προσιόντας, καταστέφεις ὦ Σώζων, κατανύξει νῦν ψάλλοντας· εὐλογητὸς ὁ Θεός, Σώζοντος εἰς αἰῶνας.

Ζητῶν τὸν κεκρυμμένον, μαργαρίτην ὦ Σώζων τὸν Λυτρωτὴν Ἰησοῦν, αὐτῷ προσεκολλήϑης, διὰ τοῦ μἀρτυρίου, διὸ πάντες συμψάλλομεν· εὐλογητὸς ὁ Θεός, Σώζοντος εἰς αἰῶνας.

Ὁδὸν τὴν τοῦ Κυρίου ὠς βαδίσας ἐν βίω ἀθλητικῶς ἀγαϑέ, ὁδήγησον πρὸς ταύτην τοὺς σὲ παράκαλούντας ἐκ καρδίας καὶ ψάλλοντας· εὐλογητὸς ὁ Θεὸς Σώζοντος εἰς αἰῶνας.

Θεοτοκίον.
Ναὸς Θεοῦ ἐγένου, Παναγία τεκοῦσα, ὑπερφυῶς τὸν Χριστόν, διὸ τοῖς δεομένοις, τῷ ναῷ τοῦ Υἱοῦ σου, σὺν τῷ μάρτυρι πρόσδεξαι· εὐλογητὸς ὁ Θεός, ψαλλόντων εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν βασιλέα, τῶν οὐρανῶν ἀγαπήσας, Ἀϑλητά ἐν τῷ βίῳ αὐτὸν ἐνίσχυσον λατρεύειν, ἡμᾶς εἷς τοῦς αἰῶνας.

Ἀπὸ παντοίων, νῦν πειρασμῶν ἀπολύτρωσαι, ϑεόφρον σοὺς δούλους ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σωματικῶν τε, καὶ ψυχικῶν ἀλγηδόνων, λυτρωϑέντες ἐν βίῳ Χριστὸν, ὑμνοῦμεν τὸν Σωτῆρα, εἰς πάντας τοὺς αἰῶνας.

Ὦ τῶν ἀγώνων, σου Ἀϑλητὰ οὗς εἰργάσω, ὃν αϑλήσας γενναίως, λαοὺς ἐγείρων τοῦ δοξάζειν, Χρστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Σωματωθέντα, τὸν Ἰησούν ἀπεκυήσας, παρθένε Μαρία, Αὐτὸν αξίωσον δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγίων ταῖς χορείαις, νῦν περιπολεύων, μὴ ἐπιλάϑου σὺν τούτοις πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόϑῳ, σοι καταφευγόντων.

Ἰάσεις καϑ᾽ ἑκάστην, Σώζων ἀπονέμεις, τοῖς προσιοῦσιν ἐν πίστει ναῷ σου ϑερμῇ, καὶ τὸν Σωτῆρα ὑμνούντων, Μάρτυς πανϑαύμαστε.

Ἡμῖν τοῖς δεομένοις, πρόσχες Ἀϑλοφόρε, καὶ κατανύξει κυκλοῦσι εἰκόνα σου νῦν, ἐπιβραβεύων ἐξ ὒψους, πόϑον τὸν ἔνϑεον.

Ἀξίωσον παμμάκαρ, ἵνα τὸν Σωτῆρα, ἐν οὐρανοῖς ἀνυμνῶμεν ψυχαῖς καϑαραῖς, ὠς το κανόνι ἐνϑάδε, Μάρτυς πολύαϑλε.

Θεοτοκίον.
Σωτῆρα τῶν ἀνϑρώπων, ἔτεκες Παρϑένε, καὶ σωτηρία παρέχεις αὐτοῖς και ἡμῖν, ταύτην μετάδος πρεσβείαις, Σώζοντος μάρτυρος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχὶς· Ναὶ σώζων Ἀμήν.
Νεῦσον ταῖς δεήσεσιν ἀϑλητα, Σώζων καὶ παράσχου, τοῖς αἰτοῦσι τὸν ἱλασμόν, ὡς παρὰ Σωτήρος Χριστού την ἐξουσίαν, λαβών και πᾶσι δίδου, λύσιν τῶν θλίψεων.

Ἀπὸ πάσης νόσου καὶ συμφορᾶς, φύλαττε Παμμάκαρ, καὶ παντοίας ἐπιφορᾶς, τοὺς νῦν δεομένους, ναῷ τῷ τοῦ Σωτῆρος, καὶ ἐκτενῶς σε Μάκαρ, καθίκετεύοντας.

Ἳλεων ἀπέργασαι τον Θεόν, Σώζων κεκτημένος, παῤῤησία νῦν πρὸς αὐτόν, ὠς διὰ τὴν δόξαν, τὸ αίμα σου ἐκχέας, Χριστοῦ καὶ μαρτυρίῳ, λαμπρῷς δεδόξασαι.

Σῶζε τοὺς προστρέχοντας ἐπὶ σέ, Σώζων ἀϑλοφόρε, τοῦ Σωτήρος ἡμῶν Ἰησού Χριστού, τοὺς ἐν κατανύξει ϑερμῶς παρακαλοῦντας, ἐν δάκρυσι παρέχων, πᾶσι τὴν ἄφεσιν.

Ὦ τῶν ὑπὲρ νοῦν θείων δωρεῶν, ποικίλων χαρίτων, καὶ πολλῶν εὐεργεσιῶν, ἃς πλουσίως νέμεις, ἡμεῖν τοῖς δεομένοις, καὶ ϑείᾳ σου εἰκόνι, ϑερμῶς προσπίπτουσι.

Ζήλῳ τοῦ Κυρίου καϑοπλισϑεὶς, μετὰ παῤῥησίας ὡμολογήσας Ἀϑλητά, τὴν ὁμολογίαν, ἐν μέσῳ τοῦ σταδίου, Χριστὸν ἀνακηρύξας Θεὸν καὶ Ἄνθρωπον.

Ὥφϑης ἀπροσμάχητος βοηϑὸς, τοῖς ἐν ἀσϑενείαις, σοι προστρέχουσιν ἐν κλαυϑμῷ, παρὰ τοῦ Κυρίου, λαβὼν τὴν ἐξουσίαν, ἰάσεις ἀπονέμειν ψυχῆς καὶ σώματος.

Νίκης διαδήματι κοσμηϑεὶς καὶ ἐν ἀϑλοφόροις, διαπρέπων ἐν οὐρανοῖς, μὴ ἐλλίπῃς μάρτυς, Χριστὸν καϑικετεύων, ὑπὲρ τῶν δεομένων νῦν μετὰ πίστεως.

Ἂπαντες προσήλϑομεν πανοικεὶ καὶ ἐν ἀπογνὼσει, σοῦ δεόμεϑα Ἀϑλητά, δὸς τὴν ἰατρείαν ψυχῶν τε καὶ σωμάτων, πλὴν γὰρ σοῦ προστασιᾶν ἄλλην οὐκ ἔχομεν.

Μέμνησο σῶν δούλων ἐν οὐρανοίς, συνών σὺν χορείαις, τῶν Όσίων καὶ Ἀθλητῶν, τῶν ἐν ὐμνωδίαις, Θεὸν φρικτώς ὐμνούντων, παρέχων ἡμιν πᾶσι, τοῦ βίου διόρθωσιν.

Ἡ τῶν Ἀϑλοφόρων σοῦ στρατιά, μετὰ τῶν Ἀγγέλων καὶ Ὀσίων ἐν οὐρανοῖς, ἄσμασιν ἐνϑέοις, Τριάς καϑικετεύει, παράσχου ἡμῖν πᾶσι, πόϑων ἐκπλήρωσιν.

Νέαν ἀνελάβομεν Μαριάμ, τὴν ἐκ τοῦ Υἱοῦ σου, πολιτείαν οἱ ἐπὶ γῆς, ταύτην ἐκτελέσαι, καλῶς ὦ Θεομῆτορ, ἀξίωσον Παρϑένε, τῇ προστασίᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, Ἀϑλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν κατανύξει καὶ πόϑῳ, μετὰ δακρύων ϑερμῶν, ὧδε νῦν προσπίπτοντας, τῷ τοῦ Σωτῆρος ναῷ, ἐν χαρᾷ καταξίωσον, λαβεῖν τὰς αἰτήσεις, ἄφεσιν πταισμάτων τε καὶ λύσιν ἀνιαρῶν, ἵνα ὡς προστάτην ὦ Σώζων, σὲ ἀνευφημούμεν και ῥύστην, Ἰησοῦν τον Κύριον δοξάζοντες.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.