Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Σπυρίδωνα
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζεται στις 12 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ τὸν πανένδοξον, καὶ τροπαιοῦχον εὐσεβείας ἀήττητον, τῶν Ὀρθοδόξων καύχημα Σπυρίδωνα σοφόν, πάντες ἀνυμνήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες· ῥῦσαι ἱκεσίαις σου, πειρασμῶν καὶ κινδύνων, τοὺς μετὰ πόθου, πάνσεπτε, τὸ σόν, καταφιλοῦντας ἱερὸν ἐκτύπωμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενοὺς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
Ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σπυρίδων μακάριε τῶν πιστῶν, ἀντιλήπτωρ μέγα, τὴν πρεσβείαν σου συνεργόν, ἡμῖν πᾶσι δίδου τοῖς ἐκ πόθου, ἀσπαζομένοις τὴν θείαν Εἰκόνα σου.
Πᾶσαι εὐσεβούντων ὦ θαυμαστέ, Σπυρίδων αἱ τάξεις, ἀνυμνοῦσί σε ἀληθῶς· Θεὸς γὰρ ὁ Πλάστης καὶ Δεσπότης, ἀξιοχρέως σε Πάτερ ἐδόξασε.
Φωτὶ τῷ ἀύλῳ ἐν Οὐρανῷ, Σπυρίδων παμμάκαρ, σὺν Ἀγγέλοις σὺ ἐντρυφῶν, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις, ἡμᾶς λιταῖς σου φωταγώγησον.
Θεοτοκίον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς σὲ Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν διὸ λιταῖς σου τὸν δοῦλον σου οἴκτειρον.
ᾨδὴ γ΄. Σὺ τὸ στερέωμα.
Νεκρὰν ὡς ἐφώνησας ἐκ τοῦ μνημείου Σπυρίδων ὅσιε, οὕτω κἀμὲ πταίσμασι θανόντα, σαῖς λιταῖς ἐξανάστησον.
Κόρος οὐ προσγίγνεται, τοῖς σὲ τιμῶσι, Σπυρίδων ὅσιε· σὺ γὰρ ἡμῶν, προστάτης καὶ ῥύστης, καὶ τιμῇ καὶ ἀντίληψις.
Ἀπάσης με θλίψεως, καὶ ἐκ κινδύνων, Σπυρίδων ὅσιε, σαῖς προσευχαῖς, καὶ παντοίων νόσων, καὶ κολάσεως λύτρωσαι.
Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα μου, ἐν σοὶ πανάσπιλε Δέσποινα, ὅλην πρὸς σέ, ἀνατείνω χαίρων τὴν ψυχὴν καὶ διάνοιαν.
Ἐκ θλίψεων καὶ ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τοὺς τὴν θείαν μνήμην σου θερμῶς ἑορτάζοντας, ὡς ῥύστης τῶν θλιβομένων Σπυρίδων.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄.
Τοῖς λόγοις ἐκόσμησας, τὴν ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σῇ σοφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διὸ καὶ νῦν γεραίρομεν πίστει τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὧ πολύφωτε Ἥλιε, τῶν Πατέρων κλέος, Σπυρίδων ὅσιε, τοὺς τιμῶντάς σε άξίωσον, φωταγωγηθῆναι ταῖς πρεσβείαις σου.
Παρεστὼς τοῦ Παντάνακτος, θρόνῳ αἰωνίῳ τοὺς ἀνυμνοῦντάς σε, ὦ Σπυρίδων, ἐλευθέρωσον, ἐκ παντὸς κινδύνου ἱκεσίαις σου.
Ὡς τὸν ὄφιν μετέβαλες, εἰς χρυσόν, Σπυρίδων παναγιώτατε, οὕτω δέομαι μετάβαλε, ἀπὸ τῶν κακῶν με εἰς μετάνοιαν.
Θεοτοκίον.
Ῥῦσαι, Μῆτερ, τὸν δοῦλόν σου, ἐκ τῶν κατεχόντων δεινῶν με θλίψεων ἐπὶ σοὶ γὰρ ἀνατίθημι, πᾶσαν τὴν ἐλπίδα Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον τῶν παθῶν, τὴν ὀμίχλην, Ἁγιώτατε, τῇ φωταγωγίᾳ τῶν σεπτῶν σου λιτῶν, καὶ πρὸς τρίβους, βίου με ἁγίου ὁδήγησον.
Νόσων ἰατρὸς καὶ κινδύνων ῥύστης ἔνθεος, σὺ ἀνεδείχθης Σπυρίδων ἱερέ· διὸ ψυχήν μου, ταῖς λιταῖς σου νῦν θεράπευσον.
Ῥῦσαί με δεινῶν, ὦ Σπυρίδων ἱερώτατε, τὸν σοὶ εὐλαβῶς καταφεύγοντα, καὶ ταῖς λιταῖς σου, πάσης θλίψεως ἀπάλλαξον.
Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς οἰκέταις σου χορήγησον, τοῖς κατεχομένοις ὑπὸ τῶν θλίψεων, τὴν σωτηρίαν, μεσιτείαις σου πρὸς Κύριον.
ᾨδὴ ς΄. Τὴν δέησιν έκχεῶ.
Νεκρώσας σου τῆς σαρκὸς τὰς κινήσεις, ἐξανέστησας νεκροὺς ὦ Σπυρίδων, ζωοποιῷ καὶ ἐνθέῳ σου λόγῳ, ὅθεν κἀμοῦ τὴν ψυχήν, πάτερ Ἅγιε, ταῖς σαῖς λιταῖς ὡς συμπαθής, νεκρωθεῖσαν τοῖς πάθεσι ζώωσον.
Συνέχει με τῶν πταισμάτων θάλασσα, καὶ χειμάζει τρικυμίᾳ κινδύνων, καὶ πρὸς βυθὸν ἀπωλείας καθέλκει, τῶν ἀνιάτων παθῶν ἡ ἀντίπνοια, Θεὸν ὁ κηρύξας τὸν Χριστόν, ὦ Σπυρίδων τὸν κλύδωνα κόπασον.
Προστάτα τῶν θλιβομένων Σπυρίδων, μολυνθεῖσαν ἡδοναῖς τὴν ψυχήν μου, διὰ λουτροῦ κατανύξεως θείας, καθαρτικῶν τε δακρύων ἀπόλουσον καὶ ῥῦσαί με τῆς φοβερᾶς, σαῖς λιταῖς καὶ ἀσβέστου κολάσεως.
Θεοτοκίον.
Φυγάδευσον ἐκ τῆς ἀθλίας σαρκός μου, τὴν ἀνίατον ἀσθένειαν, Κόρη, καὶ τῶν δεινῶν ἀλγηδόνων με ῥῦσαι, καὶ θεραπείαν τελείαν μοι δώρησαι, καὶ σῶσόν με τὸν ἐπὶ σοί, πεποιθότα ταῖς θείαις πρεσβείαις σου.
Ἐκ θλίψεων καὶ ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τοὺς τὴν θείαν μνήμην σου θερμῶς ἑορτάζοντας, ὡς ῥύστης τῶν θλιβομένων Σπυρίδων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ
Κοντάκιον Ἦχος δ΄.
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σῇ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διὸ καὶ νῦν γεραίρομεν πίστει τὴν μνήμην σου.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν Οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄. 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ΄ β΄. Ὀλὴν ἀποθέμενοι.
Πλοῦτον ἀναφαίρετον ἔχει σε Κέρκυρα νῆσος, ταύτην ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν ἢ καὶ νῦν δώρησαι, τὴν εἰρήνην Πάτερ, καὶ τροπαίων αὐτὴν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν καὶ παρεμβολὰς κάμψας βέλεσι, Σπυρίδων θεοδόξαστε, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παῤῥησία δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τοὺς σὲ ἀνευφημοῦντας, ὁσιώτατε Σπυρίδων ἱεράρχα, καὶ τῷ θείῳ φωτὶ καταύγασαν σοὺς δούλους, καὶ σαῖς λιταῖς ἐξάρπασον, τῆς σατὰν μηχανουργίας.
Ῥῦσαι, Σπυρίδων ἱεράρχα, σαῖς πρεσβείαις σου, δαιμόνων ἐπηρείας, λογισμῶν πονηρῶν σοὺς δούλους καὶ κινδύνων, ὅπως ἀεὶ σῳζόμενοι, καταχρέως σε ὑμνῶμεν.
Παῦσον, Σπυρίδων σαῖς πρεσβείαις, τῆς ψυχῆς μου τὴν ἄῤῥητον ὀδύνην, καὶ δεινῶν συμφορῶν σὸν δοῦλον καὶ κινδύνων, καὶ τῶν παθῶν ἀπάλλαξον, ὡς πατὴρ τῶν θλιβομένων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίας τῇ σῇ προστρέχῳ ἀνακράζων διάσωσόν με, Πάναγνε, μητρικαῖς σου ἱκεσίαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀσθενειῶν τε χαλεπῶν καὶ κινδύνων, ἰατρόν σε γινώσκω ὦ Σπυρίδων· ῥῦσαι οὖν ψυχήν μου, λιταῖς σου ἀθυμίας.
Τῶν κατεχόντων ἀνιαρῶν τοὺς σοὺς δούλους, ἐλευθέρωσον, Σπυρίδων ἱεράρχα· θείαις σου πρεσβείαις, αὐτοῖς διδοὺς τὴν λύσιν.
Μὴ διαλείπῃς τὸν Ἰησοῦν ἱκετεύων, ὡς προστάτης πιστῶν, ὦ Σπυρίδων· διαφυλαχθῆναι, ἡμᾶς ἐκ πάσης βλάβης.
Θεοτοκίον.
Ἵλαθι, Κόρη, τῷ οἰκτροτάτῳ σου δούλῳ, καὶ ἐκ νόσων ἀνιάτων με ῥῦσαι· ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πόθῳ τῇ σῇ σκέπῃ, ἅγιε Σπυρίδων, καταφυγόντας κινδύνων διάσωσον, καὶ ἐκ παθῶν καὶ τῶν νόσων, λιταῖς σου λύτρωσαι.
Φρουρῶν μὴ διαλίπῃς, ὅσιε Σπυρίδων, τοὺς σὲ τιμῶντας πιστῶς καὶ δοξάζοντας, καὶ σαῖς πρεσβείαις, κινδύνων αὐτοὺς λυτρούμενος.
Λυτρούμενος ὡς ὤφθης, πρότερον Σπυρίδων, τοὺς ἐν Κέρκυρᾳ πιστῶς σοι προστρέξαντας· οὕτω καὶ νῦν πάσης, ῥῦσαί με περιστάσεως.
Θεοτοκίον.
Μαρία σωτηρίας, λιμένα σε εἰδότες, τῇ Παναχράντῳ σου σκέπῃ προστρέχομεν, καὶ ἐκ τῶν νόσων ῥυσθῆναί σε ἱκετεύομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Τριμυθοῦντος ἡ καλλονή, χαίροις ἀσθενούντων καὶ πασχόντων ὁ ἰατρὸς χαίροις τῶν Πατέρων ὡράισμα καὶ κλέος, τρισόλβιε Σπυρίδων, σὲ μεγαλύνομεν.
Πρέσβευε Σπυρίδων θαυματουργέ, ὑπὲρ Ὁρθοδόξων καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως τῶν πταισμάτων τὴν λύτρωσιν λαβόντες παρὰ Θεοῦ σὲ πάντες, πόθῳ γεραίρωμεν.
Δέησιν προσάγαγε τῷ Θεῷ, Σπυρίδων παμμάκαρ, ὑπὲρ δούλων τῶν σῶν, σοφέ, τῶν τυραννουμένων ὑπὸ παντοίων νόσων, θλίψεων καὶ κινδύνων, καὶ τούτους λύτρωσαι.
Σπυρίδων τὰ ὄμματα τῆς ἐμῆς, ψυχῆς τυφλωθέντα ἁμαρτήμασι χαλεποῖς, φώτισον λιταῖς σου φωτὶ θεογνωσίας, καὶ ῥῦσαί με τοῦ ᾇδου, πικρῶν κολάσεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον. Ἦχος α΄.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων πατὴρ ἡμῶν διὸ νεκρᾶ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι, Ἱερώτατε. Δόξα τῷ δεδοκώτι σὺ ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Σκεῦος ἀπετέλεσας σαυτόν Πνεύματος Ἁγίου τρισμάκαρ, καθαράς σου τὴν ψυχὴν χρῖσμα θεῖον ἔλαβες Ἀρχιερεὺς γεγονώς, καὶ προστάτης θερμότατος, λαοῦ Ὀρθοδόξου τοῦ ἐγκαυχωμένου σου, τῇ παναγίᾳ Σορῷ· ὅθεν, ὦ Σπυρίδων θεόφρον, εὔχου τῷ Θεῷ ὑπὲρ πάντων, ἡμῶν τῶν τιμώντων καὶ εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Μνήσθητι οἱ αναγινώσκοντες καὶ Ψάλλοντες τοῦ συντάξαντος
ταπεινοῦ Ἐπισκόπου Αργυρουπόλεως Σεραφείμ.
Παρακλητικός Kανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Θεοφόρῳ εὐλαβῶς προσπελάσωμεν, οἱ χαλεπῶν ὑπὸ δεινῶν κατεχόμενοι, ἐν κατανύξει κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε βοήθησον, ἱεράρχα Σπυρίδων, πρόφθασον καὶ λύτρωσαι λυπηρῶν σοὺς ἱκέτας, ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, σὲ γὰρ προστάτην οἱ πάντες κεκτήμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ἐναγῶν προσᾴδω σοι, ὕμνον Σπυρίδων σοφέ, ἀλλ᾽ εὐμενῶς τοῦτον, Ἱεράρχα πρόσδεξαι, καὶ τὸν Χριστὸν δυσώπησον, συμπαθέστατε πάτερ, τοῦ οἰκτειρῆσαί με τάχιον, βέβλημαι γὰρ ὅλος τοῖς πάθεσιν.
Ἀγαλλομένῃ ἡ Κερκύρᾳ ἅπασα, τὴν σὴν φαιδρὰν ἑορτήν, ἄγει ἐτησίως, πάτερ παμμακάριστε, Σπυρίδων ἁγιώτατε, ἣν ἀεὶ περιέπειν, μὴ διαλείπῃς θεσπέσιε, πρέσβυν σε πλουτοῦσαν ἀκοίμητον.
Θεόθεν δῶρον τὸ σὸν σκῆνος ἔνδοξε, ὤφθη Σπυρίδων ἡμῖν, ὁ προφανῶς βρύει, ἰαμάτων χάριτας, καὶ παύει τὰ δυσίατα, τῶν ψυχῶν ἡμῶν πάθη, θαυματουργὲ ἱερώτατε, ὅθεν εὐφροσύνως τιμῷμέν σε.
Θεοτοκίον.
Λόγον μοι Λόγε τοῦ Θεοῦ πρυτάνευσον, ὅπως τὸ χαῖρε τῇ σῇ μητρανάνδρῳ λέξω, χαῖρε ὄλβος ἄσυλος, χαῖρε ἁγνείας σκήνωμα, χαῖρε ῥάβδος ἡ θεία, τοῦ Ἀαρὼν ἡ βλαστήσασα, χαῖρε μυριώνυμε Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω Τρισμάκαρ, αἱρετικῶν τάραχον, καὶ τῆς ἀσεβείας τὴν ζάλην, διασκεδάσαι σε, σὺ γὰρ θεόληπτε, τὸν ἀρχηγὸν τῆς γαλήνης, προσκυνεῖν ἐδίδαξας Τριάδα ἔνθεον.
Ἐπὶ σὲ καταφεύγω, τὸν συμπαθῆ Ὅσιον, ὅπως σῇ πρεσβείᾳ Σπυρίδων, ῥυσθῶ ὁ δείλαιος, τῆς αἰωνίου ποινῆς, καὶ ἀφορήτου αἰσχύνης, τύχω δὲ λαμπρότητος θείας καὶ χάριτος.
Ἀληθῶς σὺ ἐδείχθης, Ἀρχιερεὺς ὅσιος, ἄκακος ἀμίαντος Πάτερ, Χριστοῦ ἑπόμενος, διδασκαλίαις ἀεί, καὶ νῦν αὐλίζῃ θεόφρων, ἔνθα φῶς ἀνέσπερον ὡς ἱερώτατος.
Θεοτοκίον.
Νοῦν καὶ φρένα καὶ λόγον, δῶρον Θεοῦ εἴληφα, ὅπως ἐπιγνοὺς τὸν Δεσπότην, ἔργοις τιμήσω καλοῖς, ἐγὼ δὲ πάθεσι, τὴν δωρεὰν ἀτιμάσας, τὸν δοτῆρα ὕβρισα Δέσποινα σῶσόν με.
Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πάντες ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες προστρέχομεν, φρουρὸν καὶ προστάτην σε κεκτημένοι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ δέησιν ἱκέσιον, προσάγαγε νῦν Σπυρίδων ἱερώτατε, τῷ Θεῷ καὶ αἴτησαι, τοῖς πιστοῖς δωρήσασθαι ἄφεσιν, καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς, τῆς Νήσου Κερκύρας ὁ ὑπέρμαχος.
ᾨδὴ δ΄. Σὺ μου ἰσχὺς Κύριε.
Ἄλλην ἡμεῖς κιβωτὸν ἁγιάσματος, τὴν τιμίαν, θήκην τοῦ Λειψάνου σου, Πάτερ σοφέ, ἔχομεν πιστῶς ἣν περικυκλοῦντες, περιδεῶς ἀτενίζομεν, τῷ θείῳ σου Λειψάνῳ, ἱεράρχα τιμῶντες, τὸν ἐνάρετον βίον σου ἔνδοξε.
Θαῦμα σὺ εἶ, πάνσοφε ἡμῖν θεώμενος, μετὰ πότμον, ἄφθαρτον γὰρ ἔμεινε, τὸ θεῖον σκῆνος Πάτερ τὸ σόν, δόξα τῷ Κυρίῳ, τῷ οὕτως σὲ θαυμαστώσαντι· ἀλλὰ μὴ διαλείπῃς, τῷ Σωτῆρι πρεσβεύειν, ὑπὲρ πάντων τῶν πίστει ὑμνούντων σε.
Ἐξ ἀναγκῶν, καὶ πάσης ἄλλης κακώσεως, τὴν σὴν ποίμνην ῥῦσαι κινδυνεύουσαν, Σπυρίδων πάτερ θαυματουργέ, τῶν πιστῶν προστάτα· διὸ μὴ παύσῃ δεόμενος, Χριστοῦ τοῦ φιλανθρώπου, οἰκτειρῆσαι καὶ σῶσαι, τῇ πρεσβείᾳ σου πάντας ἐκ θλίψεως.
Θεοτοκίον.
Ὅλος ἑσμός, ἁμαρτιῶν περικείμενος, δεδεμένος, ὅλος πλημμελήμασι, καὶ δουλωθεὶς ὅλος τῷ ἐχθρῷ, ὅλος προαιρέσει, ὑπέκυψα τῷ ἀλάστορι· οὐχ ἔχω πλὴν σοῦ ἄλλην, προσδοκίαν Παρθένε, σπεῦσον ῥῦσαί με ὅπως δοξάζω σε.
ᾨδὴ ε΄. Ἴνα τί με ἀπώσω.
Ἐλλαμπόμενος πάτερ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώττῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, θεῖε Ἱεράρχα, πιστῶν τὸ κλέος καὶ ἡ δόξα, τῆς Συνόδου τῆς πρώτης ὑπέρμαχε.
Νοερῶς σὺν Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, λειτουργὲ ὑψίστου, Σπυρίδων πάτερ θεοφόρε, ὡς λαχὼν παῤῥησίας πρὸς Κύριον.
Ἐν τῇ θείᾳ σου μνήμη, Ἄγγελοι καὶ Δίκαιοι πανηγυρίζουσιν, ὡς τῶν πρωτοτόκων, Ἐκκλησίαν φαιδρύνας σαῖς πράξεσι, σύσκηνον λαβόντες, τὴν σὴν ψυχὴν Σπυρίδων μάκαρ, τὸ δὲ σῶμα ἡμῖν τεθησαύρισται.
Θεοτοκίον.
Τὸν ἀχώρητον Λόγον, ἄνθρωπον γενόμενον, ἐν σοὶ ἐχώρησας, ὃν ἀεὶ δυσώπει, ὡς υἱὸν σου Παρθένε καὶ Κύριον, πάσης ἐναντίας, ἐπιβουλῆς νῦν ἀπαλλάξαι, τοὺς σοὺς δούλους ἁγνὴ θεονύμφευτε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκτενῶς πρὸς Κύριον, μὴ ἐλλείπῃς ἱεράρχα προσάγειν, ὑπὲρ ἡμῶν, τῶν τιμώντων ἐκ πόθου, τὴν σὴν σεβάσμιον μνήμην ἀοίδιμε, Σπυρίδων καύχημα πιστῶν, Τριμυθοῦντος ποιμὴν ὁ πανάριστος.
Παράκλησιν οἱ πιστοὶ εὑράμενοι, τὴν Σορὸν τὴν ἱερὰν σοῦ Λειψάνου, πάντες θερμῶς, προσερχόμεθα ταύτῃ, καὶ σὲ λιτάζοντες πόθῳ κραυγάζομεν, Σπυρίδων, χάρις τῷ Θεῷ, τῷ προστάτην ἡμῖν σὲ δωρήσαντι.
Προστάτην μου, τῆς ζωῆς ὡς εὕροιμι, θεοφόρε Ἱεράρχα Κυρίου, τῶν δυσχερῶν, διαλύοντα νέφος, καὶ ψυχικήν μοι γαλήνην δωρούμενον, πρεσβείαις σου ταῖς ἱεραῖς, Σπυρίδων Πατέρων ἀγλάισμα.
Θεοτοκίον.
Οὐ κρύπτω σου τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ᾽ ἅπασιν ὁμολογῶ, καὶ βοῷ καὶ κηρύττω καὶ φθέγγομαι.
Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πάντες ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες προστρέχομεν, φρουρὸν καὶ προστάτην σε κεκτημένοι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία εἰ τῶν εὐσεβῶν πάντων ἄμαχος, ἱκεσία πρὸς τὸν ποιητὴν ἀκαταίσχυντος· μὴ παρίδῃς οὖν εὐλαβῶν ἱκέσιον φωνήν· ἀλλὰ φάνηθι ὡς συμπαθής, Σπυρίδων πάτερ ἀρωγός, τοῖς θερμῶς σοι κραυγάζουσι· τάχυνον δὴ παμμάκαρ, καὶ σπεῦσον Χριστῷ πρεσβεῦσαι, τοῦ οἰκτειρῆσαι νῦν ἡμᾶς, Θεοφόρε τοὺς τιμῶντάς σε.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄. 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ ψάλλομεν τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ὅτε καιρὸς τῆς ἀπὸ γῆς ἐκδημίας σου, τότε τὴν ἱεράν σου ψυχὴν θεῖοι Νόες ἀνελάμβανον, Ἱεράρχα ἀοίδιμε, καὶ πρὸς οὐρανίους μονάς, ἔνϑα Ἱεραρχῶν ἁπάντων ὁ σύλλογος, γηθοσύνως ἐναπέθεντο· τὸ δὲ σεβάσμιον σκῆνός σου Τριὰς ἡ μεγαλουργὸς ἀφθαρτίσασα, πηγὴν θαυμάτων ἀνέδειξε, καὶ πάντων Ὀρθοδόξων παράκλησιν· διὸ καὶ ἡμεῖς συνελθόντες, ἁγιώτατε πάτερ, Σπυρίδων σοφέ, πόθῳ καὶ δέει τὴν θείαν περικυκλοῦμέν σου Λάρνακα, καὶ τὸ ἱερὸν καὶ ἅγιον σῶμά σου περιχαρῶς ἀσπαζόμενοι, ῥῶσιν ψυχῶν τε καὶ σωμάτων λαμβάνομεν, μεγαλύνοντες τὸν σὲ δοξάσαντα Κύριον, ὦ καὶ πρεσβεύεις ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Πλῆσον χαρᾶς καὶ εὐφροσύνης, τοὺς τῷ θείῳ νῦν Ναῷ σου προσιόντας, καὶ Χριστῷ τῷ Θεῷ, συμφώνως μελῳδοῦντας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Πρόστηθι πάντων ἱεράρχα, τῶν ἐχόντων σε φρουρὸν ἀεὶ καὶ ῥύστην, καὶ Χριστῷ τῷ Θεῷ, ἀπαύστως μελῳδούντων, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μὴ με ἐάσῃς ἱεράρχα, ἀπροστάτευτον βοῷ σοι ἐκ καρδίας ἀλλὰ ῥῦσαι ὁ νῦν, ἐκ πονηρῶν ἀνθρώπων, τὰς μηχανὰς καὶ ἔνεδρα, τούτων, Πάτερ διαλύων.
Θεοτοκίον.
Σκέπη, γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει Ἁγίῳ δοξασθέντα.
Τὴν τιμίαν σου Λάρνακα κυκλοῦντες, εὐωδίας πληρούμεθα ἀῤῥήτου, ὅθεν πιστῶς, βοῷμέν σοι θεόληπτε, πλήρωσον εὐχάς τε, θερμὰς καὶ ἱκεσίας, τῶν σὲ ἀνευφημούντων.
Μὴ παρίδῃς, Σπυρίδων ἱκεσίαν, τοῦ σοῦ δούλου, θερμῶς σοι ἀνακράζω· ἀλλ᾽ ἐκτενῶς τὸν Κύριον ἱκέτευε, δοῦναί μοι τὴν λύσιν, τῶν πλημμελημάτων, ὧν ἔπραξα ὁ τάλας.
Ἰδοὺ Πάτερ, οἱ πάντες ὡς λιμένα, σὲ εὑρόντες, σωτήριον ἐν ζάλαις, ἀπὸ ψυχῆς, βοῶμεν καὶ νῦν πρόφθασον, φάνηθι προστάτης, πάντων Ὀρθοδόξων, ἀντίπαλος βαρβάρων.
Θεοτοκίον.
Περιστάσεις, καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με, πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθι μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπη.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Πληροῦμαι εὐφροσύνης πνευματικῆς. θυμηδίας ἀῤῥήτου μακάριε, τὴν σὴν σεμνήν, ἀναλογιζόμενος βιοτήν, τὰς ἀρετὰς τὰ θαύματα, καὶ τὴν θείαν χάριν τὴν πρὸς Χριστοῦ, δοθεῖσάν σοι θεόφρων, Σπυρίδων ἱεράρχα· διὸ σὺν πόθῳ μακαρίζω σε.
Οὐκ ἔνι ἀριθμήσασθαι δυνατόν, τὰ πολλά σου καὶ μέγιστα θαύματα, Πάτερ σοφέ, ἅπερ ἡ τιμία σου προφανῶς, θαυματοφόρος, Ἅγιε, Λάρναξ τοῖς ἐν πίστει εἰλικρινεῖ, ἐκβλύζει προσιοῦσιν, ὡς νάματα, Σπυρίδων· διό σε πάντες μακαρίζομεν.
Τὴν δέησιν μου ταύτην τὴν πενιχράν, καὶ παράκλησιν Πάτερ τρισόλβιε, ὡς συμπαθής, δέξαι ἐνεχθεῖσαν πανευλαβῶς, καὶ τὰς αἰτήσεις πλήρωσον· δύνασαι γὰρ ἔχων πρὸς τὸν Θεόν, Σπυρίδων ἱεράρχα, πολλὴν τὴν παῤῥησίαν, τῶν Ὀρθοδόξων ὁ ὑπέρμαχος.
Θεοτοκίον.
Τὴν δέησιν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ᾽ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον· δύνασα γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ· εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια, ληφθέντα ἐκ τῆς αὐτοῦ Φυλλάδος, ἐκτὸς τοῦ τελευταίου, ὅπερ ἐστὶ τοῦ συγγραφέως τοῦ Κανόνος,
Χαίροις Τριμυθοῦντος ἡ καλλονή, χαίροις Κερκυραίων ὁ σοφώτατος ἰατρός, χαίροις τῆς Τριάδος ὁ θεῖος μυστολέκτης Πατέρων μέγα κλέος Σπυρίδων ἅγιε.
Τῶν θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, μέγιστε Σπυρίδων, διάσῳζε εὐχαῖς σου, τοὺς ἐπικαλουμένους μέγα σὸν ὄνομα.
Αἰνέσωμεν πάντες χαρμονικῶς, τὸν θερμὸν Προστάτην, καὶ ὑπέρμαχον κραταιόν, τὸν σώσαντα Νῆσον, ἁλώσεως βαρβάρων, Σπυρίδωνα Κερκύρας μέγιστον καύχημα.
Ἀξίως σὲ μέλποντες τὸν λαμπρόν, Κερκύρας φωστῆρα, καὶ εὐήκοον βοηθόν, καὶ σὲ δυσωποῦντες οὐ παύσομεν ἀφθόνως, ἵνα ταῖς σαῖς πρεσβείαις ῥυσθῶμεν βλάψεων.
Τὶς ἐξαριθμήσει σου τὴν πληθύν, τῶν θαυμάτων Μάκαρ, ἐξανέστησας γὰρ νεκρούς, λοίμην, πεῖναν, νόσους, καὶ δυσμενεῖς καθεῖλες, καὶ ἐκ χειρῶν ἀνόμων ἡμᾶς ἐξήγαγες.
Χαίροις Ὀρθοδόξων προασπιστά, κακοδόξων μάστιξ, Τριμυθοῦντος κλεινὲ ποιμήν, Κερκύρας προστάτης πατήρ τε καὶ ἀκέστωρ, ἐμοῦ δὲ θυμηδία, Σπυρίδων ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Αἴτησις παρὰ τοῦ Ἱερέως, ὡς δεδήλωται.
Ἐπάκουσον ἡμῶν ὁ Θεός. Καὶ μετὰ τὴν Ἐκφώνησιν·
ψάλλομεν τὰ παρόντα Ἐξαποστειλάρια.
Ἀπόστολοι ἐκ περάτων.
Τῶν Κερκυραίων τὰ πλήθη, συναθροισθέντα ἐνθάδε, ἐν ἱεράρχου τεμένει, Σπυρίδωνος νῦν σκιρτάτω, καὶ ἀσπαζέσθω τὸ θεῖον, περιχαρῶς τούτου σκῆνος.
Ὁ τῆς Κερκύρας προστάτης, τῆς Τριμυθοῦντος ὁ ποιμήν, αἱρετιζόντων ἡ μάστιξ, Σπυρίδων φίλε Κυρίου, μὴ διαλείπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν ἱεράρχα.
Καὶ σὲ προβάλλομεν πρέσβυν, πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵν᾽ ὡς φιλάνθρωπος λύσιν, παράσχῃ κἀμοὶ πταισμάτων· παρακαλῶ οὖν σε πάτερ, Σπυρίδων μὴ ἐπιλάθῃ.
Ἱερουργὲ ἱεράρχα, καὶ Ἁγιώτατε πάτερ, Ἀρχιερέων ἡ δόξα, τὸ κλέος τῶν Ὀρθοδόξων, παράδοξον σου τὸ θαῦμα, πῶς καὶ νεκρός, ὡς ζῶν φαίνῃ!
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Έκδοση Ιεράς Μητρόπολης Κέρκυρας, Παξών και Διαποντίων Νήσων