Δύο Παρακλητικοί Κανόνες εις Άγιο Ιερομάρτυρα Ταρσίζιο
Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξον Ιερομάρτυρα Ταρσίζιο του εν Ρώμη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζει στις 15 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ εξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τὸν παιδομάρτυρα τιμήσωμεν Ῥώμης, ὡς Μυστηρίων τῶν Ἀχράντων προστάτην, δαρμοὺς τὸν ὑπομείναντα τῶν λίθων βολάς, ἄπιστοι ἃς ἔῤῥιψαν κατ’ αὐτοῦ, οἴμοι, παῖδες, εὐσταλῆ ὡς πρώταθλον τοῦ σταδίου, θεόθεν, αὐτοῦ ἱκέταις ἐν τοῖς οὐρανοῖς, τὸν Ζωοδότην Χριστὸν ἱλεούμενον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Ταρσίζιε Παιδομάρτυς, νεότητα σκέπε. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταρσίζιε Μάρτυς, σοὺς ὑμνητὰς, συντήρει ἐχθίστου, παναλάστορος ἀσινεῖς, μανίας εὐχαῖς σου ἀσιγήτοις, πρὸς ὃν ἠγάπησας Κτίστην καὶ Κύριον.
Ἀήττητε Μάρτυς, ἡμῶν φωνῶν, ἐπάκουσον τάχος, καὶ παράσχου ὡς συμπαθὴς, λιταῖς σου, Ταρσίζιε, θεόθεν, πιστῇ νεότητι ἄμφω ὑγίειαν.
Ῥανίσι, Ταρσίζιε θαυμαστέ, οἰκείων αἱμάτων, ὁ σὸν ἔνδυμα παιδικὸν, φοινίξας, ἀπόπλυνον τὸν ῥύπον, ἡμῶν παθῶν πρεσβειῶν σου τοῖς ῥεύμασι.
Θεοτοκίον.
Σεμνὴ Θεοτόκε, οἱ εὐσεβεῖς, ῥωννύμεθα πάντες, ἀντιλήψει Σου ἐναργεῖ, σεμνὴ Παναγία, προστασίᾳ, καὶ ἀρωγῇ ταχινῇ, Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρὰν ἐν ταῖς μάχαις, κατὰ παθῶν, ἔνδοξε, δεῖξον τὴν νεότητα, Μάρτυς, σώφρον Ταρσίζιε, διὰ Χριστοῦ τοῦ Θεοῦ, τῆς μεταλήψεως μάκαρ, Σώματος καὶ Αἵματος, ὧν ὤφθης πρόμαχος.
Ζωηρῶν Μυστηρίων, ἐν κόλποις ἃ ἔκρυπτες, ὑπεραμυνόμενος τούτων, μάρτυς Ταρσίζιε, δαρμοὺς καὶ λίθων βολὰς, ὑπὸ ἀπίστων ὑπέστης, ὁ Χριστὸν ἱκέταις σου, καθιλεούμενος.
Ἰθυντὴρ νεολαίας, πρὸς οὐρανοὺς πέφηνας, ἀπλανὴς Ταρσίζιε χάριν, ἔχων ὡς ἔκτυπον, χριστομιμήτου ζωῆς, καὶ Μυστηρίων Ἀχράντων, πίστεως ὑπέρμαχος, ἄχρις ἀθλήσεως.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, ἡ τὸν Χριστὸν τέξασα, Κεχαριτωμένη παρθένε, Θεογεννήτρια, τοῦ Ταρσιζίου εὐχαῖς, τοῦ Παιδομάρτυρος ῥῦσαι, πειρασμῶν καὶ θλίψεων, σοὶ τοὺς προστρέχοντας.
Ὁδήγησον, ταχύ Ταρσίζιε μάρτυς, πρὸς σωτηρίαν, τὴν νεότητα καὶ ἡμᾶς ἐκθύμως τιμῶντάς σε, ὡς πρόβολον θεῖον Παιδομαρτύρων.
Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁ κρύπτων καλῶς τὰ Ἄχραντα Μυστήρια, τὸ Σῶμα Χριστοῦ καὶ Αἷμα τὸ πανάγιον, εὐσθενὲς Ταρσίζιε, ἐν ἀγκάλαις πιστῶν πρὸς μετάληψιν, δεσμίων ἄχρι σοῦ μαρτυρικοῦ, θανάτου, φρουρὸς ἴσθι νεότητος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Περιφρούρει Ταρσίζιε, πάντας τοὺ ὑμνοῦντας τὸ σὸν μαρτύριον, οὓς καὶ ῥύου περιστάσεων, ἀρχεκάκου βλάβης καὶ στενώσεων.
Ἀλγηδόνων ἀπάλλαξον, καὶ πειρατηρίων δεινῶν ἱκέτας σου, Παιδομάρτυς γενναιότατε, τῶν Ἀγγέλων σύσκηνε, Ταρσίζιε.
Ἱκετῶν σου Ταρσίζιε, Παιδομάρτυς ἄριστε, σκέπε φάλαγγας, παρ’ ἀπίστων ὁμηλίκων σου, ὁ ἀνηλεῶς δαρμοὺς δεξάμενος.
Θεοτοκίον.
Δὸς τοῖς σὲ μακαρίζουσι, δαψιλῶς κατ’ ἄμφω, Μῆτερ, ὑγίειαν καὶ ἰσχύν, Θεογεννήτρια, ἔνεδρα συντρίψαι τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλβον ὡς σεπτὸν, κρύπτων Ἄχραντα Μυστήρια, ἐν ἀγκάλαις σου, Ταρσίζιε στεῤῥέ, χάριν θείαν σου ἱκέταις σου φανέρωσον.
Μάρτυς θαυμαστέ, ἐπευλόγει καὶ ἁγίαζε, τοὺς τιμῶντάς σου, Ταρσίζιε, λαμπρῶς, ἐν τῇ Ῥώμῃ τὸ πανένδοξον μαρτύριον.
Αἴγλης θεϊκῆς, καταξίωσον σοὺς πρόσφυγας, ἀνυμνοῦντάς σε ὡς Μάρτυρα Χριστοῦ, καὶ τὴν χάριν δεχομένων σου, Ταρσίζιε.
Θεοτοκίον.
Ῥῦσαι συμφορῶν, πειρασμῶν καὶ περιστάσεων, τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ, καὶ προνοίᾳ, Μητροπάρθενε καὶ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τοὺς μέλποντας, χάριν σου Ταρσίζιε, Παιδομάρτυς πλῆσον πάντας σοφίας, καὶ σωφροσύνης, ὡς δρόσον τοὺς λίθων, σῶν ὁμηλίκων βολὰς ὁ οἰόμενος, ἀπίστων παίδων ὧν σοφῶς, μετοχήν σου ἠρνήσω εἰς παίγνια.
Ὑπέρτιμε, ἀθλητὰ Ταρσίζιε, ὁ δαρμοὺς ἀνηλεῶς ὑπομείνας, καὶ μεταστὰς διὰ πτώσεως λίθων, πρὸς τὴν ἀγήρω ζωήν πάντας ἴθυνον, τοὺς σὲ τιμῶντας πρὸς αὐτήν, τῇ σῇ χάριτι συνεπαγάλλεσθαι.
Σκοτόμαιναν, ἀγνωσίας δίωξον, τῆς νεότητος ἡμῶν Παιδομάρτυς, τῶν ἐνταλμάτων ἀνάτειλον ἦμαρ, Χριστοῦ τοῖς μέλπουσιν ἄθλους τιμίους σου, φωτὶ σῆς θείας ἀρωγῆς, καὶ θερμῆς πρὸς αὐτὴν ἀντιλήψεως.
Θεοτοκίον.
Νῦν ἅπαντες, Μῆτερ εὐφημοῦμέν σε, σωτηρίας ὡς πηγήν Θεοτόκε, καὶ χαρμονῆς πολυχεύμονα κρήνην, τὴν δαψιλῶς ἀναβλύζουσαν νάματα, ἰσχύος σθένος χαρμονῆς, ὑγιείας πιστοῖς καὶ δυνάμεως.
Ὁδήγησον, ταχύ Ταρσίζιε μάρτυς πρὸς σωτηρίαν, τὴν νεότητα καὶ ἡμᾶς, ἐκθύμως τιμῶντάς σε, ὡς πρόβολον θεῖον Παιδομαρτύρων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Μυστηρίων ὑπέρμαχε πίστεως, τῶν Παναχράντων, Ταρσίζιε πάνσεπτε, δαρμοὺς καὶ λίθων βολὰς καθυπέμεινας, ἐκ τῶν χειρῶν δι’ αὐτὰ ὁμηλίκων σου, ὁ δι’ ἡμᾶς τοῦ Κυρίου δεόμενος.
Προκείμενον.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Εὔτολμε Ταρσίζιε, Χριστοῦ τῆς πίστεως γέρας, Παιδομάρτυς ἔνδοξε, Ἄχραντα Μυστήρια, ὁ ἐν κόλποις σου, ὥσπερ θησαύρισμα, θεῖον κατακρύψας, πρὸς δεσμίων πορευόμενος, πιστῶν μετάληψιν, ἄχρις εὐσθενοῦς μαρτυρίου σου, ἱκέτευε τὸν Ὕψιστον, εὔσπλαγχνον Θεὸν καὶ φιλάνθρωπον, δοῦναι σοῖς ἱκέταις, ὑγίειαν καὶ ῥῶσιν καὶ ἰσχὺν, καταπατῆσαι τὰ ἔνεδρα, τοῦ παγκάκου δαίμονος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπηρείας ἐχθίστου, ἀνωτέρους συντήρει, τοὺς ἀνυμνοῦντάς σε, ἐκθύμως Παιδομάρτυς, Ταρσίζιε γενναῖε, Ῥώμης ἔμψυχον σέμνωμα, καὶ Ἐκκλησίας Χριστοῦ, ἀγλάισμα τὸ θεῖον.
Ὁδηγὸς νεολαίας, πρὸς ἀρχῶν εὐσεβείας, σεπτὴν προάσπισιν, Ταρσίζιε, ὑπάρχων, καθοδηγῶν μὴ παύσῃ, ταύτην βάκτρῳ σῆς χάριτος, πρὸς μετανοίας ὁδοὺς, καὶ σωτηρίας τρίβους.
Τῶν εὐχῶν σου ῥανίσι, καθαγίαζε πάντας, τοὺς εὐφημοῦντάς σε, ὡς βάθρον ἀριστείας, Ταρσίζιε καὶ στῦλον, ἀδιάσειστον πίστεως, τοῦ Ζωοδότου Χριστοῦ, λαμπρῶς δοξάσαντός σε.
Θεοτοκίον.
Ἡ μεσίτρια πάντων, Παναγία παρθένε, Θεογεννήτρια, βροτῶν, τῶν σοὶ σπευδόντων, πρὸς τὸν Μονογενῆ σου, εὐσυμπάθητον Κύριον, Αὐτὸν δυσώπει ἀεὶ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τοὺς καταφεύγοντας ῥύου, ἀλγηδόνων Ταρσίζιε μάρτυς, πρὸς τὸν Ζωοδότην, καὶ Λυτρωτὴν τοῦ κόσμου.
Ἀνδρείας λύχνε, στεῤῥὲ Ταρσίζιε ζόφον, φέγγει δίωξον τῆς χάριτός σου, τῶν παθῶν ἐξ ἔθνους, ἡμῶν τῆς νεολαίας.
Σὲ τῶν ὑμνούντων, ἰσχύος πλῆσον καρδίας, ὡς ἀγάπης Χριστοῦ ἐκμαγεῖον, καὶ Παιδομαρτύρων, Ταρσίζιε ἀστέρα.
Θεοτοκίον.
Κλέος παρθένων, σκέπε καὶ φρούρει τοὺς πίστει, θαυμασίων σου πλῆθος ὑμνοῦντας, Κεχαριτωμένη, κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει καὶ συντήρει, ἀσινεῖς μανίας, ἐχθροῦ ἱκέτας θερμούς σου Ταρσίζιε, Παιδομαρτύρων σεμνότης, καὶ ἀγαλλίαμα.
Προστάτης νεολαίας, πέλεις Παιδομάρτυς, τῆς εὐφημούσης σοὺς ἄθλους Ταρσίζιε, χερσὶν ἀθλήσας ἀπίστων, συνομιλήκων σου.
Εὐκλείας οὐρανίου, καταξίωσόν με, τὸν εὐλαβῶς σὲ ὑμνοῦντα Ταρσίζιε, ὡς τῶν ἐν πόλῳ Ἀγγέλων, λαμπρὸν ὁμόσκηνον.
Θεοτοκίον.
Χριστοῦ ἁγία Μῆτερ, Κεχαριτωμένη, Αὐτόν μὴ παύσῃ θερμῶς ἱκετεύουσα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὑπεραμυνόμενος τοῦ Χριστοῦ, θείων Μυστηρίων, Παιδομάρτυς πανευσταλές, κέρας εὐσεβείας, Ταρσίζιε ἐν Ῥώμῃ, λιθόλευστος ἀνῆλθες, πόλου πρὸς δώματα.
Χαίροις Παιδομάρτυς, ὁ τὰς βολὰς, λίθων ὥσπερ αὔραν, λογιζόμενος καὶ δαρμούς· χαίροις ἐν τῇ Ῥώμῃ, Ταρσίζιε ὁ στήσας, παιδίων πρὸ ἀπίστων, πίστεως τρόπαιον.
Πρότυπον νεότητος εὐσεβοῦς, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ βοηθὸς, ἄγρυπνος ὑπάρχεις, Ταρσίζιε παμμάκαρ, Παιδομαρτύρων Ῥώμης, θεῖον ἀγλάισμα.
Στήριζε νεότητα εὐσεβῆ, ὑπεράσπισίν σου, ἀνυμνοῦσαν τῶν τοῦ Χριστοῦ, Θείων Μυστηρίων, Ταρσίζιε, ἐν Ῥώμῃ, καὶ λιθοβολισμόν μου, τὸν ἱερώτατον.
Σὲ Χριστός, Ταρσίζιε εὐσθενές, Μάρτυς τροπαιοῦχε, κατηξίωσεν εἰς Αὐτὸν, οὐ μόνον πιστεύειν, ἀλλὰ καὶ πανανδρείως, ὑπὲρ Αὐτοῦ ἐν Ῥώμῃ, πάσχειν, πανεύφημε.
Παίδων καὶ ἐφήβων καὶ νεαρῶν, εὐσεβῶν ὑπάρχεις, σεμνολόγημα ἱερὸν, καὶ πυξίον θεῖον, Ταρσίζιε Μαρτύρων, τῆς Ῥώμης ὡραιότης, καὶ ἀγαλλίαμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παιδομάρτυς ἀνδρεῖε Χριστοῦ Ταρσίζιε, ὁ μεταφέρων κρυφίως, Χριστιανοῖς ἐν δεσμοῖς, πρὸς μετάληψιν τὰ Ἄχραντα Μυστήρια, καὶ πρὸς αὐτῶν ἀποφυγὴν, ὑπὸ παίδων μολυσμοῦ, ἀπίστων, σῶν ὁμηλίκων, δαρμοῖς καὶ λίθοις ἐκτάνθης, Χριστὸν ἡμῖν ὁ ἱλεούμενος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Παίδων εὐαγῶν ὑπογραμμόν, Ῥώμης καλλιμάρτυρα θεῖον, τῶν Μυστηρίων καλῶς, ὑπεραμυνόμενον τῆς Ἐκκλησίας ἡμῶν, τῶν Ἀχράντων τιμήσωμεν, Ταρσίζιον πάντες, ἄχρις ἐναθλήσεως στεῤῥᾶς ὡς ἔνθερμον, πρέσβυν πρὸς Θεὸν καὶ μεσίτην, τὸν ἡμῖν δωρούμενον πᾶσι, τοῖς αὐτοῦ πρεσβείαις θεῖον ἔλεος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ταρσίζιε, φερώνυμόν μοι εὐλόγει,
Παιδομάρτυς, Χαραλάμπης κραυγάζει σοι.
Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξον Ιερομάρτυρα Ταρσίζιο του εν Ρώμη
Ποίημα Γεωργίου Γαλανοπούλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν θεηγόρον Ἀθλητὴν τοῦ Κυρίου, σοφὸν Ταρσίζιον διάκονον Ῥώμης, Χριστιανοὶ ὑμνήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Μάρτυς ἀξιΰμνητε, ἐκβοῶντες χαρμονικῶς, σκέπε τοὺς θεοσεβεῖς, ἐκ φθορᾶς καὶ ἀνάγκης, κινδύνων βλάβης ἀπειλῆς ἐχθρῶν, καὶ σῷζε πάντας, τοὺς μνήμην τιμῶντάς σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἁγίου Ταρσιζίου μέλψω νίκην. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκρότητι ἔλαμψας ἀρετῶν, βλαστέ τῶν Ῥωμαίων, διὸ χάριτος φωτισμόν, νῦν δός μοι καὶ κάθαρον καρδίαν, ὅπως ἐνθέοις ὑμνήσω σε ἄσμασι.
Γαλακτοτραφεῖς ὡς παῖς ἐν Χριστῷ, προσέδραμες Τούτῳ, ἐρασμίως ἔχων Αὐτῷ· διὸ πόθον θεῖον δὸς εὐχαῖς σου, ἔνδοξε Μάρτυς καμίν τοῖς σε μέλπουσιν.
Ἱκέτευε Μάρτυς διηνεκῶς, Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανώς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρά, προξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτην ἄλγος μετάτρεψον.
ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεί τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν πολιτεία ἀμέμπτῳ, ἳν’ εὐκλείας μέτοχον, δείξῃ με Κύριος.
Τὸν σὸν ἔνθεον βίον πόθῳ θερμῶ ᾄδοντες, ταῖς σαῖς πρὸς Χριστὸν ἱκεσίαις, πίστει αἰτούμεθα, διάκονε τοῦ Χριστοῦ, ὅθεν τροφή τῶν σῶν λόγων, τοὺς ψαλμοῖς ὑμνοῦντάς σε, θρέψον Ταρσίζιε.
Ἀλγεινὰς ἀσθενείας κᾀμῶν πληγῶν τραύματα, ἴασαι ταχὺ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἐκ σὴς εἰκόνος σοφέ, διδοὺς κατ’ ἄμφω τὴν ῥῶσιν, καὶ δεινὰ νοσήματα, πόῤῥω ἐκδίωξον.
Θεοτοκίον.
Ῥητορεύσας ὁ Πρέσβυς προφητικῷς ἔφησεν, ὦ ἁγνὴ ῥομφαία διέλθῃ, Τόκον σταυρούμενον, ἰδοῦσα καρδίαν σήν, ἀλλ’ ἡμῶν σὺ τὰς καρδίας, χαρμονῆς ἐμπίπλησον, ἳν’ ἀνυμνοῦμέν σε.
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικῶς, καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς εὔσπλαγχνον, οἱ νέοι ἡμεῖς Χριστομάρτυς Ταρσίζιε, θησαυρὸν κεκτήμεθα, τῆς θεόθεν χάριτος λέγοντες· σπεῦσον οὖν ὁ τοῖς λίθοις ζῆν λιπῶν, μεταστρέψαι πάντων τὸ σκληροκάρδιον.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Σὺ ἱεροδιάκονε, ἐφ’ ὑμᾶς ὑψόθεν βλέψον τοῖς ὄμμασι, καὶ ἐκ θλίψεων ἀπάλλαξον, τὰς καρδίας τῶν ᾠδαῖς τιμώντων σε.
Ἰσχυρὸν καταφύγιον, ἔχομεν σε Μάρτυς οἱ προσιόντες σοι, ἰατρὸν νοσούντων αἴροντα, ἀφ’ ἡμῶν ἐμπύρετα νοσήματα.
Ζήλῳ θείω πυρούμενος, ἔφηβε Ταρσίζιε Δῶρα ἄχραντα, ὡς διάκονος μετέδιδες, ἄνευ φόβου, ὅθεν ἡμᾶς στήριξον.
Θεοτοκίον.
Ἱκεσίας τῶν δούλων σου, ὑπὸ τὴν ἐπήρειαν ὄντως δράκοντος, Μῆτερ πρόσδεξαι δεόμεθα, καὶ Υἱὸν δυσώπει παθὼν ῥύσασθαι.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ὁμολογητά, ἐν τῇ Ῥώμη ὄφιν ᾔσχυνας, τῇ ἀηττήτῳ ἰσχύι τοῦ Σταυροῦ, τρόπαιον νίκης, ἐγείρας ὁ πᾶσι βράβευσον.
Ὕψη ἀναβάς, ὦ διάκονε οὐράνια, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν τρυφῆς, θεϊκῆς μετάσχωμεν.
Μείνων μεθ’ ἡμῶν, ὡς φρουρός τῶν νέων ἔνδοξε, καὶ λογισμὸν δὸς πᾶσιν ἔχειν Θεῶ, ἳν’ ειρηναίως βιοῦντες, Χριστὸν δοξάζομεν.
Θεοτοκίον.
Ἔσωσεν ἡμᾶς, ὁ ἐκ σου τεχθεὶς ἀπείρανδρε, ξύλῳ Σταυροῦ ἑκουσίως ἁπλωθείς, ὃν ἐκδυσώπει, Παραδείσου ἀξιώσασθαι.
ᾨδὴ στ΄ . Τὴν δέησιν.
Λιθόδεσι, ταῖς καρδίαις ἔχοντες, σε ἐφόνευσαν τοῖς λίθοις ἐν μέσῳ, Μάρτυς ὀδοῦ, ὥσπερ στέφανον πάλαι, ἐχθροὶ κακοὶ οὓς εὐθὺς συνεχώρησας, διὸ κἀμίν δὸς συγχωρεῖν, ἐν ἀγάπη τελεία Ταρσίζιε.
Ψαλτήριον, τοῦ Χριστοῦ θεόπνευστον, σὺ ἐγένου παιδιόθεν τρισμάκαρ, ἀξιωθείς, μεταφέρειν τὰ Δῶρα, διωκομένοις πρὸς θείαν μετάληψιν, ἀλλ’ ἡμῶν πάντων τὰς ψυχάς, ζωηῤῥύτοις εὐχαῖς σου κατάρδευσον.
Ὡς ἄτμητος, σὺ ἀδάμας ἔμεινας, καὶ ὑπήνεγκας γενναίως τὸν μόρον, ὅθεν ἡμῖν, τὸ στεῤῥόν σου παράσχου, καθυπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβόλους τῇ σκέπη σου.
Θεοτοκίον.
Νενίκηνται, ἐν σοι ὅροι φύσεως, ὡς φησὶν ὁ ὑμνῳδὸς Θεομῆτορ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, διὸ ὑμνοῦμεν σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον σου.
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικώς, καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν χριστιανῶν.
Ἀντιλήπτωρ ὑπάρχεις τῶν νέων Ταρσίζιε, θερμὸς πρέσβυς πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ πατέρας καὶ Ὀρθοδόξους πάντοτε φρουρεῖς, διὸ πρόφθασον ὦ Ἀθλητά, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν ταχὺ προσκαλούντων σε, ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, λαόν σου τήρει δ’ ἀβλαβῆ, ἐκ κινδύνων καὶ κακώσεων.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καί τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τὸ ὄνομα μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντα με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καί τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκόν τὸν μεμολυσμένον, καὶ παθών τὸν ἄσωτον, πρὸς σε καταφεύγοντα ὦ Ταρσίζιε, ἅγιε σῶσον με, πιστῶς προσπίπτοντα, τῇ μορφή σου ἀσπαζόμενοι, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων δ’ εκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ μεγαλύνω τοῖς ἄσμασιν, ἄθλησιν καὶ μνήμην σου.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσοστασίως ἔχεις τοῖς διακόνοις μάκαρ ὁ λιπὼν λίθοις τὸ ζῆν, καθὼς ὁ Πρωτομάρτυς, μεθ’ οὐ Χριστὸν δυσώπει, λυτρωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καλεῖς πρὸς θείαν τρίβον Πειραιῶς νέους Μάρτυς καὶ πάντας τοὺς εὐσεβεῖς, ἐκ συμφορῶν φυλάττεις, διὸ τοὺς ἐκβοῶντας, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ Ῥώμη σε γεραίρει καὶ Ἑλλήνων χορεῖαι Ἱερομάρτυς Χριστοῦ, αἰτούμεναι πρεσβείαις, ταῖς σαῖς ἳν’ ἐκ κινδύνων, λυτρωθῶσι καὶ ἔλεος, λάβωσι παρὰ Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Νοσημάτων καὶ ἄλγους ἐλευθέρωσον Κόρη τοὺς σε τιμῶντας πιστῶς, παράσχου δ’ ἱκεσίαις, ὡς Μήτηρ πρὸς Υἱόν σου, ἳν’ ὀφλήν δῶ τοῖς πταίσασι, τῶν πειρασμῶν καὶ παθών, ἡμῶν τὴν φλόγα σβέσον.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλᾶς ἐν σοι θεηγόρε, καὶ Χριστῷ βοᾶ ἐγκαυχωμένη, σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις Ταρσιζίου.
Ἐλέους θείου, καὶ δωρεῶν πλήρου πάντας, ταπεινῶς φρονεῖν ἳν’ ἀνυμνοῦμεν, σὲ ὡς παίδων δόξαν, καὶ μιμητήν τῶν νέων.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν περισκέπων, ὡς τὰ Δῶρα σαῖς χερσὶν ἐκράτεις, ὅθεν ἡμᾶς σκέπε, δαιμόνων πονηρίας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν σὴν κηδεμονίαν.
ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, θεῖε Ἀθλοφόρε, πᾶσιν ἡμῖν παισὶ νέοις καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους, βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην, πανηγυρίζοντας.
Ὀρδάς τῶν κακοδόξων, σκόρπισον ταχέως, ἡμᾶς τὰς ἐπαπειλούσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει ἐφήβων, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ, διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Γάλακτι ἐτράφης τῶν ἀρετῶν, καὶ ὡς παῖς ἡ χάρις, ἐπεσκίασε τοῦ Θεοῦ, ἐν θεοφιλία, Ταρσίζιε βιώσας, διὸ σοφὸς ἐδείχθης, διδασκαλίαις σου.
Ὥδευσας ὁσίως τρίβον στενήν, σκληραῖς κακουχίαις, ἐγκρατείᾳ τῇ αὐστηρά, σὺν εὐχὴ ἀπαύστῳ, διὸ τὰς πανουργίας, τοῦ ἀρχεκάκου Μάρτυς, ἀπεσκοράκισας.
Ὕμνοις τοῦ Νυμφίου τὸν ἐραστήν, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἳν’ ἀνταποδώσῃ, ἐν ὤρα τῇ μελλούσῃ, ἡμῖν αὐτοῦ πρεσβείαις, κρείττω ὁ Δίκαιος.
Κάθαρον καρδίας ἐκ τῶν παθών, δὸς νοῖ φωτί σου, καθαγίασον τὰς ψυχάς, ταῖς θερμαῖς πρεσβείαις, Σῶτερ τοῦ Ταρσιζίου, ἐφήβου διακόνου, αἷμα ἐκχύσαντος.
Σῶσον ταῖς λιταῖς σου πρὸς Λυτρωτήν, πάντας τοὺς τιμῶντας, σὴν πανίερον ἑορτήν, κᾀμοὶ δὲ τῷ ὕμνους, ὑφάναντι σοι Μάρυς, δὸς ἀρετῶν σου πλοῦτον, καὶ θείαν φώτισιν.
Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν σημείων ὁ ποταμός, ἡδονῇ τῶν νέων, ὑπόδειγμα καὶ τύπος, πρὸς μίμησιν ἐφήβων, Μάρτυς Ταρσίζιε.
Ποίησον θεόφρον ταῖς σαῖς λιταῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἷναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, καὶ πόθον τοῦ Κυρίου, ἔχειν θερμότατον.
Δὸς ἡμῖν τὰ κρείττω σαῖς προσευχαῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ Ταρσίζιε εὐκλεές, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, πίστιν καὶ θεῖον φόβον, βίου διόρθωσιν.
Ποίει ποίμνην γαίας Ἑλληνικῆς, σαῖς θερμὰς πρεσβείαις, εἷναι ἄμπελον τοῦ Χριστοῦ, ἳν’ ἀεὶ ὑμνῇ σε, Ταρσίζιε τρισμάκαρ, πρὸς τρίβον μετανοίας, ίθυνων ἕκαστον.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνώντας, κἀμάς σῶσον Οἰκτῖρμον, πρεσβείαις Ταρσιζίου, τοῦ διακόνου σου.
Θραῦσον τὰ φρυάγματα τῶν Ἐθνῶν, γόνε τῶν Ῥωμαίων, καὶ αἱρέσεων τὴν ἰσχύν, κόπασον ταχέως, τῇ σῇ ἐπιστασία, φρουρῶν τοὺς Ὀρθοδόξους, ἐκ περιστάσεων.
Τῷ ἀπροσμαχήτω ὅπλῳ Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμήσαι τὸν πτερνιστήν, ὅθεν ἡμᾶς Μάρτυς, περίζωσον ἰσχύι, εὐχῆς σου καὶ νηστείας, φεύγειν τοὺς δαίμονας.
Ῥήμασι χειλῶν σου τῶν σοφῶν, ὠφέλησας πλήθη, Χριστωνύμων σοφὲ φωστήρ, ὅθεν νουθεσίαις, ταῖς σαῖς ἀεὶ ὡδήγει, πρὸς σωτηρίας ὅρμον, νέων τὴν κίνησιν.
Μέμνησο ἁπάντων πρός τὸν Κριτήν, ἐν ἡμέρα δίκης, τῶν μελπόντων σε ἐν μολπαῖς, Ταρσίζιε θεῖε, ὁ λίθοις τελευτήσας, μερίδος σῳζομένων, συναριθμήσασθαι.
Νόσους ἀποδίωξον λοιμικάς, ἄλγους καταστάσεις, πειρασμοὺς βέλη ἐχθρικά, καὶ δὸς ἐκμιμεῖσθαι, νηστείαν παθοκτόνον, σὺν τῷ θερμῶ σου ζήλῳ, Μάρτυς ἀήττητε.
Ὅλην τὴν καρδίαν μου πρὸς Θεόν, ἐν τῇ προσευχή μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὡς φλόγα, Ταρσίζιε λαμπάδος, καὶ νοῦν ἀμετεώριστον, καὶ φιλόπονον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ εὐσεβῶν ἀρωγός, ὦ σοφὲ Ταρσίζιε, ἔνδοξε Μάρτυς Χριστοῦ, καταπλήττεις δὲ θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς, ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σῴζων ἐκ φθορὰς νοσημάτων, τοὺς σὴν θείαν μνήμην ἑορτάζοντας