Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Μεγαλομάρτυρα Θεόδωρο Γαβρά

†Εορτάζεται στις 2 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἑξῆς.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑπὲρ Χριστοῦ μαρτυρικῶς ἐναθλήσας, τὴν πλάνην ἄγαρ κατεπάτησας σθένει, Θεόδωρε, καὶ γέγονας πολίτης οὐρανῶν· ὅθεν τὰ αἰτήματα τῶν τιμώντων σε πλήρου, νοσημάτων ἴασιν χορηγῶν φιλαδέλφως, καὶ πειρασμῶν διώκων τὰς ὁρμάς, ὅπως ἐνθέως, τὸν βίον τελέσωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐπάκουσον Θεόδωρε, ἡμῶν ψυχῶν Δεήσεις. Α.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐν θλίψεσιν ὄντες καὶ συμφοραῖς, Θεόδωρε μάρτυς, σοὶ προσπίπτομεν ἐκτενῶς, αἰτούμενοι λύσιν ταχυτάτην, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου.

Παθὼν δι᾽ ἀγάπην τοῦ Ἰησοῦ, βασάνους ποικίλας, ὥσπερ ἄσειστος ἀνδριάς, Θεόδωρε δίδου ταῖς εὐχαῖς σου, ὑπομονὴν καὶ ἡμῖν τοῖς τιμῶσί σε.

Ἀνάγκαι συνέχουσι τὰς ψυχάς, καὶ νέφη σκοτοῦσι, διανοίας ἡμῶν πικρά, διὸ τῇ ἐμπνεύσει τῶν εὐχῶν σου, ταῦτα διάλυσον, μάρτυς Θεόδωρε.

Θεοτοκίον.
Καρδίαν ἐμόλυνα ἀπρεπῶς, ὁ τάλας, Παρθένε, καὶ τὸ ἔνδυμα τῆς ψυχῆς, κατέχρανα πλείσταις ἁμαρτίαις, διὸ αἰτοῦμαι καθάρσια δάκρυα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐδαμῶς καθυπῆξας, ταῖς ἀπειλαῖς, Ἅγιε, ἀλλὰ διατόρως τὴν πλάνην, ἄγαρ ἐξήλεγξας, διὸ Θεόδωρε, ἀξίωσόν με τοῦ πλάνου, ἀπειλὰς καὶ σκάνδαλα, συντρίβειν πάντοτε.

Ὑπερβὰς ὅρους πάντας, τοὺς φυσικούς, Ἅγιε, τὰς τοῦ ἀντιπάλου βασάνους, στεῤῥῶς ὑπέμεινας, τοὺς πάλαι Μάρτυρας, ἐκμιμηθείς, γενναιόφρον, ὅθεν κἀμοὶ δώρησαι, γενναῖον φρόνημα.

Σκυβαλίσας ἀνδρείως, τὰ γεηρὰ ὥρμησας, πρὸς τῆς Βασιλείας τὴν κτῆσιν, μάκαρ Θεόδωρε, ἧς καταξίωσον, τοὺς σὲ ὑμνοῦντας ἐνθέως, ταῖς πρὸς τὸν Φιλάνθρωπον, θερμαῖς πρεσβείαις σου.

Θεοτοκίον.
Ὃν ἐκύησας Λόγον, ὑπερφυῶς, Ἄχραντε, Τοῦτον ὁ Θεόδωρος ὄντως! Θεὸν ἐκήρυξε, καὶ ὥσπερ σφάγιον, ὑπὲρ Αὐτοῦ ἐμελίσθη, καύχημα γενόμενος, τῶν δοξαζόντων σε.

Διάσωσον, τοὺς σὲ τιμῶντας, Θεόδωρε, ἐκ κινδύνων, διαλύων ἐχθροῦ πανουργεύματα, καὶ πρόσθες πίστιν ἀκλινῆ, πρὸς ζωὴν αἰωνίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ, μεγάλως ἀνεκήρυξας, καὶ πλάνην δεινήν, τῆς ἄγαρ κατεφαύλισας, μετασχὼν μαρτυρίου φρικτοῦ, ὦ Θεόδωρε, διὸ ἀεὶ τὸν Ἀγαθόν, ὑπὲρ τῶν τιμώντων σε ἱκέτευε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νίκην θείαν ἐνίκησας, τὸν τῆς ἀσεβείας ἐλέγξας τύραννον, διὸ πάντοτε, Θεόδωρε, δὸς κἀμοὶ νικᾶν καλῶς τὰ πάθη μου.

Θεοῦ δῶρον δεδώρησαι, πάσῃ Ἐκκλησίᾳ, κλεινὲ Θεόδωρε, ὡς μαρτύρων ἰσοστάσιος, ὧν με μιμητὴν δεῖξον πρεσβείαις σου.

Ἐταπείνωσας τέλειον, τὸν σὲ ταπεινῶσαι κενῶς νομίσαντα, τῇ ἀνδρείᾳ σου, Θεόδωρε, ἧς μου τὴν καρδίαν καταπλούτισον.

Θεοτοκίον.
Οὐρανὸν δεῖξον ἔμψυχον, τὸν σὲ ἀνυμνοῦντα πιστῶς, Πανάχραντε, ἐν ᾧ θρόνον ὁ Παράκλητος, στήσαι καθ᾽ ἡμέραν ἁγιάζων με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δώματα Θεοῦ, κατοικῶν, κλεινὲ Θεόδωρε, μὴ ἐπιλάθῃ τῶν ἐν γῇ σου ἀδελφῶν, ἐξαιτουμένων, σὴν ὑπέρμαχον βοήθειαν.

Ὥσπερ ἀληθής, τοῦ Κυρίου Μάκαρ ἄμπελος, ὑπὸ ἀπίστων ἀπετμήθης μεληδόν, οὕτως ἐννοίας, πονηρὰς ἡμῶν κατάτεμνε.

Ῥῦσαι ἐκ παντός, πειρασμοῦ ἡμᾶς, Θεόδωρε, ὑπομονὴν καλὴν δωρούμενος, καὶ διαβόλου, τὰς κρυπτὰς παγίδας σύντριψον.

Θεοτοκίον.
Ἔχοντες ἀεί, προστασίαν σου Ἀμόλυντε, οὐ δειλιῶμεν ἐν τοῖς βίου μοχθηροῖς, καὶ ἀνυμνοῦμεν, ἐν χαρᾷ τὰ μεγαλεῖά σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἠσχύνθησαν, οἱ ἐχθροὶ Θεόδωρε, καὶ ἐθρήνησε σατὰν ὁ πανοῦργος, ὅτε στεῤῥῶς τὰς βασάνους ὑπέστης, διὰ Χριστὸν τῆς ψυχῆς τὸν Νυμφίον σου· διὸ ἀξίωσον κἀμέ, καταισχύνειν ἀεὶ τὸν πειράζοντα.

Μαρτύριον, τῆς ψυχῆς ὠνόμασται, τῶν πιστῶν ἐπὶ τῆς γῆς πολιτεία, ὅθεν Χριστοῦ θεοδώρητε πῦκτα, ὁ ὑπὲρ Τούτου κενώσας τὸ αἷμά σου· ἐνίσχυσον πάντας ἡμᾶς, τοὺς ποθοῦντας Χριστῷ πολιτεύεσθαι.

Ὠς βέλεμνα, πικροφόρα ἔρχονται, αἱ ἀδόκητοι τοῦ βίου συμβάσεις, καὶ τῆς ψυχῆς, καταπίπτει ὡς φύλλον, μεγαλομάρτυς Θεόδωρε δύναμις· ὅθεν ἐν ὥραις ἀχθηραῖς, παραστάτης γενοῦ ἡμῶν ἄσειστος.

Θεοτοκίον.
Ναοὶ Θεοῦ, γεγονότες Δέσποινα, οἱ πιστοὶ οἱ βαπτισθέντες Κυρίῳ, ταῖς πολλαπλαῖς ἁμαρτίαις τὸν ῥύπον, ἐν ἑαυτοῖς ἀνοήτως εἰσάγομεν· διὸ ὡς Πάναγνος ταχύ, σαῖς ἁγίαις εὐχαῖς ἀποκάθαρον.

Διάσωσον, τοὺς σὲ τιμῶντας, Θεόδωρε ἐκ κινδύνων, διαλύων ἐχθροῦ πανουργεύματα, καὶ πρόσθες πίστιν ἀκλινῆ πρὸς ζωὴν αἰωνίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Μαρτύρων τῶν πάλαι ἰσοστάσιον, καὶ Χριστιανῶν ἀντιλήπτορα μέγιστον, σὲ εἰδότες, μεγαλομάρτυς τοῦ Κυρίου ἀθλητά, ἰδοὺ σπεύδομεν πιστῶς, καὶ ἐκζητοῦμεν τὰς θερμάς, πρὸς Αὐτὸν ἱκεσίας σου, δίωξον ἀσθενείας, στήριξον κλονουμένους, καὶ πᾶσαν δόσιν ἀγαθήν, σὲ τιμῶσι, δός, Θεόδωρε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κεδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει

Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. κα΄ 12- 19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου, πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλούτω θείου ἔρωτος, τὴν πλάνην ἄγαρ καθεῖλες, καὶ ὡς κλῆμα εὔκαρπον, μεληδὸν κατέσφαγξαι, γενναιότατε, τοῖς πιστοῖς ἔδειξας, τῷ σῷ μαρτυρίῳ, ὅτι δεῖ ὑπὲρ τὰ ἅπαντα, Χριστὸν τὸν Κύριον, προτιμᾷν τὸν ὄντως ἀθάνατον, καὶ θύειν ἐθελούσιον, τὰ ὡς ἀγαθὰ νομιζόμενα, ὅθεν ἐπλουτίσθης, πληθύι χαρισμάτων ἐκ Θεοῦ, ἅπερ μετάδος Θεόδωρε, τοῖς πιστῶς αἰτοῦσί σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ψυχικῶς ἀτονοῦντες, καὶ κλονούμενοι βίου ταῖς περιστάσεσι, Θεόδωρε τὴν σκέπην, τῶν θείων πρεσβειῶν σου, ἐκ βαθέων αἰτούμεθα· ὅπως εἰς φρέαρ βαθύ, μὴ πέσωμεν κακίας.

Ὑπερήφανον ὄφιν, τῷ σεπτῷ μαρτυρίῳ κατεταπείνωσας, Θεόδωρε διδάξας, πῶς δεῖ ἐν ταπεινώσει, πολιτεύεσθαι ἅπαντας· τοὺς χριστωνύμους καλῶς, Χριστὸν ἐκμιμουμένους.

Χλαῖναν ἔβαψας Μάρτυς, τῆς στρατείας τοῖς αἵμασι τῶν ἀγώνων σου, καὶ νῦν ἐν Βασιλείᾳ, Κυρίου ὧν μὴ παύσῃ, μνημονεύεις, Θεόδωρε· τοὺς μαρτυροῦντας ἀεί, καλῶς τῇ συνειδήσει.

Θεοτοκίον.
Ὡς Σωτῆρα τεκοῦσα, σωτηρίας τὴν πύλην ἡμῖν ὑπάνοιξον, εὐχαῖς σου Θεοτόκε, μετάνοιαν διδοῦσα, ἀδεῶς ἁμαρτάνουσι· καὶ μὴ τὸ πῦρ τὸ φρικτόν, ἐκεῖνο δειλιῶσι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοῦν καταστήσας, ναὸν σεπτὸν τοῦ Κυρίου, διὰ μνήμης Αὐτοῦ ἀδιαλείπτου, ταύτην σὲ τιμῶσι, Θεόδωρε. παράσχου.

Δρόμον τελέσας, μαρτυρικῶς ἐν Κυρίῳ, τοὺς σὴν μνήμην, Θεόδωρε τιμῶντας, ἐν ταῖς ἀσθενείαις, ἐνίσχυε ὑψόθεν.

Εὐλογημένοι, οἱ προβάλλοντες πρέσβυν, σὲ Θεόδωρε ἐν δεινοῖς τοῦ βίου, ὅτι τούτων λύσιν, λαμβάνομεν ταχέως.

Θεοτοκίον.
Ἡ ὑπερλόγως, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε ἱκέτευε ἀπαύστως, σὺν τῷ Θεοδώρῳ, ὑπὲρ πιστῶν ἁπάντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν τῷ Στεφοδότῃ, ἐν τῷ Παραδείσῳ, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς Θεόδωρε, καθικετεύειν ἀπαύστως, τῶν γεραιρόντων σε.

Ἐν ὥραις τῆς ἀνάγκης πρόσδραμε συντρέχων, τοῖς αἰτουμένοις σε μάρτυς Θεόδωρε, καὶ λύσιν δὸς προβλημάτων, ψυχῆς καὶ σώματος.

Ἰλέωσαι εὐχαῖς σου, τὸν Δικαιοκρίτην, ὅπως ἐν ὥρᾳ τῆς δίκης Θεόδωρε, κατὰ τὸ ἔλεος κρίνῃ, ἡμᾶς τοὺς πταίοντας.

Στρατείας οὐρανίου, γέγονας στρατάρχης, ὑπερφυέσι βασάνοις Θεόδωρε, καὶ ἀκαταίσχυντος πρέσβυς, τῶν προσπιπτόντων σοι.

Θεοτοκίον.
Ἁγνὴ Παρθενομῆτορ, σὺν τῷ Θεοδώρῳ, πρὸς τὸν Δεσπότην τὰς χεῖρας ἐκτείνατε, ἵνα τὸν πλοῦτον παράσχῃ, ἡμῖν τῆς χάριτος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄνθος ἐκ Χαλδείας φυὲν τερπνόν, ἄθλοις μαρτυρίου, εὐωδίασε νοητῶς, τοὺς πιστοὺς ἐν Ἄρτᾳ, Θεόδωρος ὁ θεῖος, πυρὶ τακεὶς τὰς σάρκας Χριστοῦ τῷ ἔρωτι.

Τοὺς ἀσπαζομένους σου, ἀθλητά, τὴν ἁγίαν Κάραν, καὶ εἰκόνα σου εὐλαβῶς, καὶ τὴν θείαν μνήμην, τελοῦντας ἐτησίως, περίσῳζε πρεσβείαις, μάκαρ Θεόδωρε.

Δῶρον ἐχαρίσθης παρὰ Θεοῦ, τοῖς προσερχομένοις, εὐλαβείᾳ τῷ σῷ ναῷ, καὶ τῶν αἰτημάτων, ἐκπλήρωσιν παρέχεις, φιλαδελφίας πλήρης μάρτυς Θεόδωρε.

Χαίροις τῶν Ποντίων γόνος λαμπρός, καὶ Χριστομαρτύρων, κατὰ πάντα ἐκμιμητής, Βρύσεων δὲ Πέντε, προστάτης ἐν Κυρίῳ, Θεόδωρε τρισμάκαρ διὸ τιμῶμέν σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λῦε γαυριάματα ἐχθροῦ, τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου, μάρτυς Θεόδωρε, καὶ τῶν γεραιρόντων σε προστάτης φάνηθι, ἀσθενείας ἰάτρευε, ψυχῶν καὶ σωμάτων, τὴν εἰρήνην πάρεχε, ἐν ταῖς οἰκίαις πιστῶν· πάντας δὲ ἀξίωσον στῆναι, μετὰ σοῦ ἐν τῷ Παραδείσῳ, καὶ χορῶν Ἁγίων, θεοδόξαστε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή