Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Θεόδωρο τον Χατζή τον εκ Μυτιλήνης
Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξο Νεομάρτυρα Θεόδωρο τον Χατζή τον Μυτιληναίο
Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωήλ

†Εορτάζεται στις 30 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς τροπάρια·
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ ἀθλοφόρον, καὶ Ἐκκλησίας νεομάρτυρα θεῖον, ὑμνολογοῦντες εἴπωμεν, ἐκ βάθους ψυχῇς· ἅγιε Θεόδωρε, Μυτιλήνης τὸ κλέος, ταῖς λιταῖς σου φύλαττε ἐκ παγίδων βελίαρ, τοὺς ἐκζητοῦντας δύναμιν τὴν σήν, καὶ προστασίαν, ἐν βίῳ πανόλβιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Νεομάρτυς Θεόδωρε νῦν φύλαξον με. Ἰωήλ
ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Νοῒ καὶ τῇ γλώττῃ ἐπιθυμῷ, ὁμοῦ καὶ καρδία, ἀνυμνῆσαι ἱκετικῶς, Θεόδωρον μάρτυρα Κυρίου, ὡς ἂν πρεσβείαις αὐτοῦ σκεπασθήσομαι.
Ἑπόμενος μάρτυς τοῖς παλαιοῖς, Θεόδωρε ὃντως, πρὸ βημάτων δικαστικῶν, Χριστὸν ὠμολόγησας θεόφρον, ὃν ὑπὲρ πάντων ἀνθρώπων ἱκέτευε.
Ὀθνείαν ἀλλοίωσιν ἀθλητά, ἀπέπτυσας τάχει, τῆς ἀρνήσεως τοῦ Χριστοῦ, διὸ καὶ ἡμᾶς ταῖς σαῖς πρεσβείαις, τοὺς χλιαροὺς ἀναθέρμανον Ἅγιε.
Θεοτοκίον.
Μαρία τὸ ὄνομα τὸ γλυκύ, ὁμοῦ καὶ τὸ πρᾶγμα, μὴ παρίδης εὐχετικῶς, φυλάττουσα πάντας τοὺς σοὺς δούλους, ἀπὸ παντοίας τοῦ βίου στενώσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀσθενείας ποικίλας, καὶ ψυχικὸν τάραχον, ταῖς ἱκετηρίαις σου μάκαρ, ἡμῶν θεράπευσον, καὶ πρὸς τὰ ἄνω τὸν νοῦν, καὶ τὴν καρδίαν ὁδήγει, τῶν μακαριζόντων σε, μάρτυς Θεόδωρε.
Ῥαπισθεὶς ὑπὸ πλάνου, καὶ πονηροῦ δαίμονος, πίστιν ἀπηρνήσω θεόφρον, τὴν ἀληθεύουσαν, ἀλλ’ ὑπὲρ ταύτης λαμπρῶς, μετ’ οὗ πολὺ ἠγωνίσω, ἣν ἐν τῇ καρδίᾳ μου, αὔξανε Ἅγιε.
Τὴν ἀχλὺν ἀκηδίας, ἐκ τῆς ψυχῆς ἔπαρον, τῶν ἱκετευόντων σε μάρτυς, Χριστοῦ Θεόδωρε, καὶ τὴν ἐγρήγορσιν δός, αὐτοῖς λιταῖς σου ἁγίαις, ὅπως διανύσωσι, τρίβον τὴν εὔθετον.
Ὑπερβὰς θελημάτων, τῶν τοῦ Χριστοῦ Πάναγνε, ἔπεσον ἐν λάκκῳ πταισμάτων, πολλῶν ὁ δείλαιος, διὸ ὁδήγησον, κἀμὲ πρεσβείαις σου μῆτερ, ὡς ἂν τὰ σωτήρια, πράξω ἐντάλματα.
Διάσωσον τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε, ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων, τοὺς ἐκζητοῦντας ἐνθέως, τὴν σὴν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῷ Ὄρει ποτέ, τοῦ Ἄθωνος προσέδραμες, εὐρεῖν τῆς ψυχῆς, τὴν ἀληθῆ εἰρήνευσιν, τὸν μῶμον ἀποπτυσάμενος, τῆς Χριστοῦ ἀπαρνήσεως, διὸ μὴ παραλίπης καὶ ἡμῶν, στηρίζων εὐχαῖς πίστιν Θεόδωρε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Στεναγμῶν μου τῶν ἔνδοθεν, κόπασον τὸ ῥεῦμα, μάρτυς Θεόδωρε, καὶ χορήγει ταῖς πρεσβείαις σου, βίον γαληναῖον καὶ θεάρεστον.
Θεωρὸς ὧν ἐλλάμψεων, μάρτυς ἀποῤῥήτων, καὶ καταστάσεων, ἐκ τοῦ λάκκου μὲ ἀνάγαγε, τῶν ἀμπλακημάτων τῇ δυνάμει σου.
Ἐπαισχύνομαι Ἅγιε, διὰ τὸν ἄχρι τοῦδε, τοῦ χρόνου βίον μου, ἀλλὰ πρόφθασον πρεσβείαις σου, καὶ παράσχου χεῖρα βοηθείας μοι.
Θεοτοκίον.
Ὁλοτρόπως Πανάχραντε, ὄντως ἐμολύνθην ταῖς παραβάσεσι, ἐντολῶν τοῦ θείου τόκου σου, ὅθεν με λιταῖς σου ἀποκάθαρον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δεῦτε οἱ πιστοί, ἐν τῇ Λέσβῳ ἱκετεύσωμεν, τὸν Θεόδωρον χατζῆν τὸν ἀθλητήν, ἐξαιτούμενοι αὐτοῦ θάρσος καὶ δύναμιν.
Ὤφθησαν ἡμῖν, τὰ σὰ λείψανα Θεόδωρε, ὥσπερ πλοῦτος οὐρανίων δωρεῶν, ὃν μὴ παύση διανέμων τοῖς τιμῶσί σε.
Ῥείθροις μυστικοῖς, στεφανῖτα καταδρόσισον, τοὺς ἐν θλίψεσι πεσόντας χαλεπαῖς, καὶ πυρὶ φλογιζομένους περιστάσεων.
Θεοτοκίον.
Ἔπαρον Ἁγνή, τὰς σὰς χεῖρας καὶ ἱκέτευσον, τὸν Υἱόν σου καὶ Δεσπότην τοῦ παντός, ὑπὲρ πάντων τῶν ὑμνούντων τὸ σὸν ὄνομα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φρυάγματα, ὡσεὶ χνοῦν ἐκλέπτυνον, τοῦ ἐχθροῦ τὰ κατ’ ἐμοῦ κινηθέντα, καὶ ταῖς πρεσβείαις σου χάρισαι μάρτυς, τῆς ταπεινώσεως δῶρον Θεόδωρε, ὡς ἂν νικήσω εὐχερῶς, τὸν ὑπερήφανον ὄφιν πανεύφημε.
Ὑπότροπος, ἀθλητὰ γεγένημαι, ἐν παγίσι τοῦ ἐχθροῦ καταπέσας, καὶ συντριβεὶς ἁμαρτίας τῷ βέλει, ἀδυνατῶ ἀνακύψαι Θεόδωρε, διὸ τῇ ῥώμῃ σου κἀμοί, παραστάτης Θεόδωρε φάνηθι.
Λιμώττουσαν, τὴν ψυχήν μου ψώμισον, τῶν ἁγίων πρεσβειῶν σου σιτίας, καὶ τῷ χειμάῤῥῳ χαρίτων σου ταύτην, τῆς Μυτιλήνης Θεόδωρε ἄρδευσον, σὺ γὰρ ἐκτήσω ἀληθῶς, πρὸς Θεὸν παῤῥησίαν καὶ δύναμιν.
Θεοτοκίον.
Ἀνύμφευτε, Μαριὰμ πανάχραντε, ὀλισθήσασαν εἰς βάθη κακίας, ἐμὴν καρδίαν ἀνάσυρον τάχει, ταῖς πρὸς τὸν Πλάστην πυκναῖς ἱκεσίαις σου, σὺ γὰρ τὸ γένος τῶν βροτῶν, τῇ λοχείᾳ σου Μῆτερ ἀνέπλασας.
Διάσωσον τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε, ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων, τοὺς ἐκζητοῦντας ἐνθέως, τὴν σὴν προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ὁμολογίαις λαμπραῖς διεκήρυξας, τῆς Ἐκκλησίας τὰ ἅγια δόγματα, ἐν Μυτιλήνῃ Θεόδωρε ἅγιε, καθυπομείνας ἀνδρείως τὰ βάσανα, διό σου τὴν μνήμην γεραίρομεν.
Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Θεόδωρε, τῆς Μυτιλήνης ἡ δόξα, Ἐκκλησίας στόλισμα καὶ μαρτύρων νέων τὸ ἐγκαλλώπισμα, πρὸς Θεὸν πάντοτε πρεσβείαις σου αἴτει, τῆς ψυχῆς ἡμῶν τὸ εὔτονον, καὶ τὴν εἰρήνευσιν ἐκ τῶν πειρασμῶν τοῦ ἀλάστορος, ὁμοῦ δὲ καὶ τοῦ σώματος μάκαρ τὴν ὑγίειαν καὶ εὔκλειαν, σὺ γὰρ ἐπ’ ἐσχάτων, τὸ στέφος ἐκομίσω ἀθλητῶν, καὶ παῤῥησίαν πανεύφημε, πρὸς τὸν ὑπεράγαθον.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξηρασίαν νοός μου ἐκ τοῦ πλήθους πταισμάτων καὶ ἁμαρτάδων δεινῶν, τῇ δρόσῳ πρεσβειῶν σου, Θεόδωρε παμμάκαρ, εἰς ζωὴν μεταποίησον, ἵνα τιμῶμεν ἀεί, τὴν ἔνδοξόν σου μνήμην.
Ὁ ἐχθρός με πειράζει λογισμοῖς τῆς πορνείας καὶ ἀκρασίας ὁμοῦ, διὸ τὴν ἀρωγήν σου Θεόδωρε αἰτοῦμαι, ὅπως εὕρω διέξοδον, ἐκ τῶν ἀφύκτων δεσμῶν, βελίαρ τοῦ ἀρχαίου.
Νυσταγμὸν ἀμελείας, ἀκηδίας τὸν τρόπον, καὶ ἀκοσμίαν νοός, σαρκὸς ἐπαναστάσεις, καὶ πᾶσαν ἀῤῥωστίαν, τῆς ψυχῆς καὶ τοῦ σώματος, Θεόδωρε ἀφ’ ἠμῶν, κατάργησον ταχέως.
Θεοτοκίον.
Μητροπάρθενε κόρη, ἡ ἐντός σου δεχθεῖσα τὸν ποιητὴν τοῦ παντός, χαρίτωσον λιταῖς σου, ἡμᾶς τοὺς ὀρθοδόξους, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ ἐγκαρδίως ἁγνή, τιμῶντας τὸν Υἱόν σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν σοὶ καυχᾶται, τῆς Βαρειᾶς ἐνορία, καὶ αἰτεῖται νεομάρτυς ἡ χορεία, τῶν πιστῶν ἀνθρώπων, τὴν σὴν ἐπιστασίαν.
Νῦν πρὸ λειψάνων, καὶ τῆς εἰκόνος σου μάρτυς, τὰς ἱκέτιδας ὑψοῦμεν πάντες χεῖρας, ἵνα ἐκ παντοίων, κίνδυνων λυτρωθῶμεν.
Χαρὰν παράσχου, ταῖς σαῖς ἁγίαις πρεσβείαις, τοῖς πενθοῦσιν ἐκ δεινῶν πολλῶν θεόφρον, καὶ ἐπιζητοῦσι, τὴν σὴν παρηγορίαν.
Θεοτοκίον.
Νυκτὶ Παρθένε, ἐκ τῶν πολλῶν πειρασμῶν μου, νῦν καλύπτομαι ἀντιβολῶν ὁ τάλας, φέγγει πρεσβειῶν σου, καταύγασόν με Μῆτερ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱξῷ τοῦ πτερνοσκόπου, μάρτυς συνελήφθην, ἐν τῇ παγίδι ἀνόμων μου πράξεων, διὸ πρὸς σὲ καταφεύγω, κλεινὲ Θεόδωρε.
Ὡς ἔχων παῤῥησίαν, νέων τὴν χορείαν, μὴ διαλίπης ἀεὶ τῇ δυνάμει σου, περιφρουρῶν νεομάρτυς, Χριστοῦ Θεόδωρε.
Ἡ νῆσος μάρτυς Λέσβος, ὡς καὶ πᾶσα κώμη, πρὸ τῆς σοροῦ τῶν ὀστῶν σου Θεόδωρε, καθικετεύει ἐνθέως, τὴν θείαν χάριν σου.
Θεοτοκίον.
Λιμὴν τῶν κεκμηκότων, καὶ παρηγορία, τῶν ἀλγουμένων γενοῦ Θεονύμφευτε, σὺ γὰρ ὑπάρχεις Παρθένε, ἡμῶν τὸ στήριγμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐνορίας τῆς Βαρειᾶς, μάρτυς ὁ προστάτης, καὶ θησαύρισμα ἱερόν, χαίροις τὸ ταμεῖον, τῶν ὑπὲρ νοῦν χαρίτων δι’ ὧν καταπλουτίζεις, ἡμᾶς Θεόδωρε.
Χαίροις ἀθλοφόρων τῶν παλαιῶν, μάρτυς ὄντως ἴσος, καὶ ὁμόγνωμος ἀληθῶς, χαίροις καὶ τῶν νέων, Χριστοῦ τροπαιοφόρων, προσθήκη λαμπροτάτη, σεμνὲ Θεόδωρε.
Τήρησον ἀτρώτους ἐκ τῶν βελῶν, τοῦ δεινοῦ βελίαρ, ἱκεσίαις σου ἱεραῖς, τῶν πιστῶν τὰ πλήθη, τὰ ἐστηκότα μάρτυς, πρὸ τῶν σεπτῶν ὀστῶν σου, καὶ σὲ γεραίροντα.
Ἅγιε Θεόδωρε ἀθλητά, τοὺς νενοσηκότας, καὶ ἀλγοῦντας νυχθημερόν, ἐκ ποικίλων νόσων, θεράπευσον εὐχαῖς σου, παρέχων ἰατρείας, τούτοις τὸ χάρισμα.
Ἔχων ἐν τοῖς στέρνοις σου τὸν Χριστόν, μάρτυς ἐλευθέρως, διεκήρυξας πανταχοῦ, δόγματα τὰ θεῖα, αὐτοῦ καὶ ἀληθείας, καὶ ἀνεδείχθης πάντων, σεμνὸν ὑπόδειγμα.
Μνήσθητι Θεόδωρε καὶ ἡμῶν, τῶν ἐν κατανύξει, καὶ ἐκ βάθους τῶν καρδιῶν, ψαλλόντων σοι θεόφρον, τοὺς ὕμνους ἱκεσίας, καὶ αἰτουμένων πάντων, τὴν σὴν βοήθειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, πάσης Μυτιλήνης τὸ κλέος, καὶ σεμνολόγημα, Βαρειᾶς τὸ καύχημα, καὶ ἡ βοήθεια, ἀληθῶς ἀναδέδειξαι, Θεόδωρε μάκαρ, ὅθεν ἐκβοῶμέν σοι· ταῖς ἱεραῖς σου λιταῖς, πάσης ἐπήρειας δαιμόνων καὶ ἐξ ἀδοκήτων κινδύνων, σῷζε τοὺς θερμῶς παρακαλοῦντάς σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξο Νεομάρτυρα Θεόδωρο τον Μυτιληναίο
Ποίημα Γεωργίου Γαλανοπούλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀριστέως Θεοδώρου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, ᾀσματικῶς τιμήσωμεν, ὑμνοῦντες πιστῶς, τῆς ἀθλήσεως ἀήττητον, ὑπὲρ πίστεως τοῦ Χριστοῦ, παῤῥησίαν εὐσθενῆ, καρτερὲς τοῖς βασάνοις, καὶ δῶμεν τοῖς λειψάνοις ἀσπασμόν, ὅπως τὴν χάριν, αὐτοῦ κομισώμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἁγίου Θεοδώρου ἔνθεον μέλος. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Ἀσκήσει διέπραψας ἀριστεῦ, ἀγώνων ἀθλήσει, μεταγνοὺς ἀληθῶς κλαυθμοῖς, δι’ ἄρνησιν πίστεως ἁγίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.
Γιγνώσκεις σαρκός μου τὰς ἐκτροπάς, καὶ πάθη ψυχῆς μου, παντογνῶστα Χριστὲ Σωτήρ· διὸ ἱκεσίαις σοῦ ὁπλίτου, μεταβολὴν δὸς καὶ τούτων τὴν ἄφεσιν.
Ἱκέτευε Πλάστην καὶ Λυτρωτήν, ἀοίδιμε Μάρτυς, κώμης Πύργων Θερμῆς βλαστέ, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας καὶ πάσης κακώσεως.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐνήθλησας σύ, καὶ καθυπέμεινας πάντα, ἵνα δόξης μέτοχον, Κύριος δείξῃς με.
Θεραπείαν παράσχου ἡμῶν ψυχαῖς σώμασιν, ἐξ ἀσθενειῶν δυσεφίκτων, ἄλγους κακώσεων, ὡς ἰατρὸς τῶν πιστῶν, τῇ τῶν λειψάνων σου θήκῃ, Νεομάρτυς ἔνδοξε, Λέσβου τὸ καύχημα.
Ἐχθρῶν ῥῦσαί με Μάρτυς καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.
Θεοτοκίον.
Ὀδυνῶμαι Παρθένε, ὅτι ἐχθρὸς δόλιος, βέλεσι τοξεύει ψυχήν μου, τοῦ τραυματίσασθαι, φίλτρῳ βαλσάμου δὲ σῷ, δὸς ταχινὴν ἰατρείαν, καὶ Υἱῷ σου πρέσβευε, γεέννης ῥύσασθαι.
Διάσωσον, ὦ νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν μεσίτην πρὸς Φιλάνθρωπον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, βοηθὸν κεκτήμεθα, σὲ μάκαρ τῶν πιστῶν χοροί, κράζοντες· σπεῦσον ταχέως, ῥῦσαι συμφορῶν, τοὺς ἀνυμνοῦντας πιστῶς, θείαν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δέξαι μάρτυς Θεόδωρε, τῶν πιστῶν αἰτήματα καὶ καταύγασον, δαψιλῶς θείᾳ σου χάριτι, τὰς καρδίας πάντων πανσεβάσμιε.
Ὦ εὐώδη μυρίπνοα, Ἀθλητοῦ σεβάσμια θεῖα λείψανα, τὰ πλουσίως χάριν βλύζοντα, καὶ πληθὺν δαιμόνων φυγαδεύοντα.
Ῥαθυμότοκαι μέριμναι, νοῦν ἀπὸ προσώπου Θεοῦ ἐξάγουσιν, ἀλλ’ εἰρήνην θείαν αὔγασον, ἐφ’ ἡμᾶς τοὺς σὲ Μάρτυς δοξάζοντας.
Θεοτοκίον.
Ὀφθαλμοὺς ἡμῖν φώτισον, σὲ παρακαλοῦμεν Φωτὸς κυήσασα, τὴν πηγὴν Παρθένε ἄχραντε, καὶ Υἱὸν δυσώπει σῶσαι πλάσμα του.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψος ἀναβάς, οὐρανῶν τῆς δόξης πάντιμε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, καθάπερ βίον, ἧν ὁ σὸς καὶ ἀξιύμνητος.
Ἔλασον μακράν, τοῦ ἐχθροῦ παγίδας Ἅγιε, καὶ πανουργεύματά του τὰ σκοτεινά, παρέχων πᾶσιν, εἰρήνην ψυχοσωτήριον.
Νόσων χαλεπῶν, ἐλευθέρωσον Θεόδωρε, ἀσπρομαχήτῳ τε δυνάμει Σταυροῦ, τείχισον πάντας, κατὰ Θεὸν πολιτεύεσθαι.
Θεοτοκίον.
Θέλων τῆς φθορᾶς, ἵνα σώσῃ ἡμᾶς ᾤκησε, Θεὸς γαστρί σου Κόρη σωματικῶς, ὃν ἐκδυσώπει, εἰσᾶξαι εἰς τὸν Παράδεισον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Θεοδώρου λιταῖς Σῶτερ σῶσόν με.
Ὁδήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Θεοῦ σωτηρίους, ὦ Ῥωμανέ, ἱερώτατε Πάτερ, τὸ ἀκραιφνὲς ὑμνωδῶν ἐγκαλλώπισμα, τοὺς μέλποντας περιχαρῶς, βιοτῆς σου λαμπρὰ κατορθώματα.
Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Μάρτυς, ἄλγους δεινῶν, καὶ ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.
Θεοτοκίον.
Μητρόθεε, ἐκ παθῶν ἀπάλλαξον, καὶ δυνάμει σου μετάδος μοι ῥώμην· σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον σου.
Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις ἔνδοξε, καὶ μεσίτης πάντων εὐσεβῶν πρὸς τὸν Κύριον· σὺ ἐκ κώμης Πύργων Θερμῆς ἐκλάμψας ὡς ἀστήρ, τὸ ζῆν ἔλιπες μαρτυρικῶς, ἐν τοῖς λειψάνοις σου δ’ ἡμῖν, ἐπανῆγες τοῖς κράζουσιν· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, πάντας ἐκ βλάβης ἐξελοῦ, Νεομάρτυς τοὺς σὲ μέλποντας.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴν οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Θεόδωρε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, σοῖς λειψάνοις ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλυτρώσαθαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων· ὅπως ἀνυμνῶ σου, τὴν ἄθλησιν καὶ μνήμην τὴν σεπτήν, καὶ μεγαλύνω σε ᾄσμασι, Νεομάρτυς ἔνδοξε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐχθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ δαιμονίων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ταχέως, ἵνα χαίροντες ᾄδωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαὸν εὐσεβοφρόνως εὐφημοῦντα ἀξίως σὲ Ῥωμανὲ Μελωδέ, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Αὐτοῦ, διάκονε Κυρίου.
Οἰκτῖρμον δὸς εἰρήνην Θεοδώρου πρεσβείαις πάσῃ τῇ γῇ καὶ ἡμῖν, εὐσέβειαν ἀγάπην, πρὸς σὲ καὶ πολεμίους, πολιτείαν εὐσχήμονα, ἵν’ ἀνυμνοῦμεν ἀεί, Τριάδα τὴν Ἁγίαν.
Θεοτοκίον.
Σὲ καθορῶμεν Βάτον ἀπειρόγαμε Νύμφη ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ πάλαι, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλύκανον Πάτερ, ἐξ οὐρανοῦ καταπέμπων, ταῖς ἡμῶν καρδίαις τὴν σὴν χάριν, ὥσπερ θείαν δρόσον, ἡδέων μελισμάτων.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ Ῥωμανὲ μάκαρ, καὶ ῥῦσαι ἐκ κινδύνων.
Ὤφθης νῦν Μάρτυς, γυνὴ κατ’ ὄναρ καὶ εἶπας, ὅπως κόπτῃ τοὺς καρποὺς ἐκ δένδρων κήπου, πατρικῆς οἰκίας, ὡς εὐμενὴς ὑπάρχων.
Θεοτοκίον.
Ῥῦσαι Παρθένε, τῶν οὐρανῶν πλατυτέρα, τοὺς πιστοὺς κινδύνων καὶ ἀνάγκης, τοὺς Μονογενῆ σου, ἀπαύστως προσκυνοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεώργησον καρδίας, πίστεως ἀρότρῳ, ὁμολογίας καὶ πόθῳ Χριστοῦ ἀριστεῦ, καὶ τῇ σεμνότητι βίου ᾗ σὺ κεκόσμησαι.
Ἱκέτευε Δεσπότην, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ζοφερῶν, τοὺς σὴν Θεόδωρε μνήμην πανηγυρίζοντας.
Ὀρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον σύ, καὶ ὑπερμάχει τῶν πίστει ἀνευφημούντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις κώμης Πύργων Θερμῆς βλαστός, Μυτιλήνης κλέος, νήσου Λέσβου λαμπρὸς πυρσός, εὐσεβῶν προστάτης, ὁμολογίας στῦλος, καὶ τῶν Νεομαρτύρων θεῖον ἀγλάισμα.
Ὦ κατορθωμάτων ἀσκητικῶν, καμάτων νηστείας, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς μετανοίας, στεῤῥᾶς ὁμολογίας, ἀθλήσεως ὧν βίον Μάρτυς ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τοὺς σοὺς ἄθλους Μάρτυς σεπτέ, βίον μετανοίας, θαυμάσια καὶ μνήμην, πιστῶς δ’ ἀσπαζομένους, θεῖά σου λείψανα.
Πρόσδεξαι δεήσεις πάντων ἡμῶν, τῶν πιστῶς ὑμνούντων, σὴν πανένδοξον ἑορτήν, θεῖε Νεομάρτυς, Θεόδωρε τρισμάκαρ, καὶ σὴν πατρίδα Λέσβον, τήρει ἀσάλευτον.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, θεόληπτε Μάρτυς, τῶν ἀνυμνολογούντων, σοῦ φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.
Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοκτόνα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος καρπὸν Θεόδωρε.
Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Μάρτυς τὴν ἔνεθον.
Νόσων Μάρτυς ἴασαι λοιμικῶν, τοὺς σὲ εὐφημοῦντας, καὶ ὁδήγει ἀεὶ βροτούς, τρίβοις μετανοίας, Χριστοῦ ὁμολογίας, ἐκλύτρωσαι λιταῖς σου, γεέννης δ’ ἅπαντας.
Τοὺς καταφιλοῦντας τὴν σὴν μορφήν, καὶ λείψανα Μάρτυς, καὶ αἰτοῦντας σὴν ἀρωγήν, ῥῦσαι νοσημάτων, καὶ χάριν σου παράσχου, Θεόδωρε τῆς νήσου Λέσβου τὸ καύχημα.
Δὸς τὴν εὐτεκνίαν σαῖς προσευχαῖς, γυναιξὶ ταῖς στείραις, καὶ ὑγίειαν πᾶσι πιστοῖς, τοῦ Χριστοῦ ὁπλῖτα, καὶ τήρησον ἀτρώτους, ἐκ πειρασμῶν βελίαρ, τοὺς σὲ γεραίροντας.
Μάκρυνον τὰς θλίψεις καὶ συμφοράς, κινδύνους ζημίας, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, ταῖς σαῖς ἱκεσίαις, Κυρίου Νεομάρτυς, καὶ τὴν ἰσχὺν ἀπίστων, βαρβάρων σύντριψον.
Χάριτος φωτί σου ζήλου θερμῷ, καὶ ὁμολογίας, ἡμᾶς ἔμπλησον εὐσθενοῦς, ἀθλοφόρε Μάρτυς, καὶ ἀρετὰς παράσχου, Θεοῦ φόβον ἀγάπην, πίστιν ἀκράδαντον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε θεῖε, ὁ βλαστὸς Πύργων τῆς Θερμῆς, ὁ ὁμολογία, καὶ καρτερᾶ ἀθλήσει, δοξάσας θεαρέστως, τὸν σὲ δοξάσαντα.
Θάνατον ἑλόμενος ἢ τὸ ζῆν, ὑπὲρ Ναζωραίου, οὗ ἠρνήθης πίστιν θυμῷ, ἤνεγκας βασάνοις, Θεόδωρε τρισμάκαρ, Παρμὰκ Καπὶ δ’ ἀγχόνῃ, βίον κατέλιπες.
Ἔγνωμέν σε Μάρτυς Χριστιανοί, πρόμαχον προστάτην, καταφύγιον καὶ φρουρόν, οἱ ἐν ἀσθενείᾳ, νοσοῦντες ἰατῆρα, προστρέχοντες ἐκ πόθου, τῇ ἀντιλήψει σου.
Ἄνθεσι Κυρίου τὸν Ἀθλητήν, στέψομεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς του, τὰ ἐπουράνια.
Ἔχομεν ἡμεῖς σὲ πρέσβυν θερμόν, πρὸς Θεὸν θεόφρον, ὃν ἱλέωσας ἐπὶ γῆς, αἵματος ἀθλήσει, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις, συναριθμήσασθαι.
Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοῒ φωτί σου, καθαγίασον τὰς ψυχάς, ταῖς πανευπροσδέκτοις, λιταῖς τοῦ Θεοδώρου, Σωτήρ μου ἐλεῆμον, καὶ τῆς τεκούσης σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σὺ εἶ ὁ προστάτης εὐσεβῶν, καὶ τῶν Ὀρθοδόξων ὁ φύλαξ, πασχόντων ὁ ἰατρός, Ἀθλοφόρε ἔνδοξε, καὶ βοηθὲ τῶν πτωχῶν, καταπλήττεις δὲ τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦσι θερμῶς· ὅθεν, σαῖς λιταῖς ἡμῖν κρείττω, δὸς φθορᾶς ῥυόμενος νόσων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.