Παρακλητικός Κανών εις τον Άγιο Θεοφάνη Επίσκοπο Περιθεωρίου
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 3 Μαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ἐν ὄρει Ἄθω ἀσκητεύσας τὸ πρῶτον, Ἐπισκοπῆς τὴν ῥάβδον εἴληφας εἶτα, κλεινὸν Περιθεώριον ποιμάνας θαυμαστῶς, ἔνθα ὦ Θεόφανες, ὡς Πατὴρ ψυχοτρόφος, ποίμνην σου ἐδίδασκες, καὶ Χριστῷ καθωδήγεις, νῦν δ’ἀπολαύων δόξης ἀληθοῦς, ἡμῖν ἐξαίτει, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεὸν ἐξιλέωσαι Θεόφανες σοῖς τέκνοις. Α(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἐξιλέωσαι σαῖς εὐχαῖς, Θεόφανες Πάτερ ὑπὲρ τέκνων πνευματικῶν, ποθούντων γνησίως τὸν Δεσπότην, καὶ πατρικήν σου αἰτούντων ἀντίληψιν.
Ἐκ πρώτης νεότητος τὸν Θεόν, σφοδρῶς ἀγαπήσας, ὥσπερ ἔλαφος ψαλμική, εἰς Ἄθω προσέδραμες ταχέως, Ὃν μνημονεύοις εὐχαῖς σου Θεόφανες.
Οὐδόλως προσέσχες τοῖς γεηροῖς, τὸν νοῦν προσηλώσας εἰς τὰ κάλλη τοῦ οὐρανοῦ· διὸ καὶ ἡμῶν τὰς διανοίας, γῆθεν Θεόφανες ἄρον πρὸς Κύριον.
Θεοτοκίον.
Νικώμενος πάθεσι ψυχικοῖς, πρὸς Σὲ Θεοτόκε, καταφεύγω καὶ ἐκβοῶ, δυνάμεων Κύριον τεκοῦσα, κἀμὲ ἀδύνατον Μῆτερ ἐνίσχυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὸν Ἰησοῦν ἔσχηκας, θείαν κατατρύφησιν Πάτερ, ἀεὶ εὐχόμενος· ὅθεν Θεόφανες, ἀδιαλείπτως τὴν μνήμην, Τούτου ἐγκαθίδρυσον ἐν τῇ καρδίᾳ μου.
Ξενωθεὶς ἑκουσίως, τῶν βλαβερῶν σχέσεων, μόνον τὸν Χριστὸν ἔσχες πλοῦτον, Πάτερ Θεόφανες, Ὃν ὡς πολύτιμον, θείας ζωῆς μαργαρίτην, καὶ ἡμᾶς ἀξίωσον εὑρεῖν πρεσβείαις σου.
Ἱερέων ποδήρη, ἐπενδυθεὶς γέγονας, πῦρ ἐν παραστάσεσι θείαις, σοφὲ Θεόφανες· διὸ τοὺς φέροντας, τῶν πρεσβυτέρων ἀξίαν, Σεραφεὶμ θεολέκτα Πάτερ ἀνάδειξον.
Θεοτοκίον.
Λυτρωτὴν τετοκυῖα, ἁμαρτωλῶν Πάναγνε, λῦσον τὰ δεσμὰ τῆς ψυχῆς μου, δι’ ὧν ὁ τύραννος, κακῶς με ἔδησε, ὡς ἐντολῶν παραβάτην, καὶ Χριστοῦ ἐμάκρυνεν ἀθέσμοις πράξεσι.
Διάσωσον, πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ, ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ φῶς τοῦ Χριστοῦ, Θεόφανες ἐπίφανον, ψυχαῖς ἱκετῶν, ποθούντων τὸν Παράδεισον, καὶ Κυρίῳ ἅρμοσον ταῖς πρεσβείαις σου ἅπαντας, τοὺς σοὶ βοῶντας ἐκτενῶς, καὶ τιμῶντας τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν φωτὶ φῶς γινώσκεται, τῆς θεογνωσίας Πάτερ Θεόφανες· ὅθεν νοῦν μου καταφώτισον, θείαις καὶ ἀκτίστοις ἐπιλάμψεσιν.
Ὡραΐσας καρδίαν σου, ἀρετῶν τῇ κτήσει μάκαρ Θεόφανες, καὶ ἡμῶν καρδίας κάθαρον, εἰς Χριστοῦ αἰώνιον κατοίκησιν.
Συνενώσας ὡς ἄριστα, πρᾶξιν θεωρίᾳ σοφῶς Θεόφανες, ταῖς εὐχαῖς σου καταξίωσον, καὶ ἡμᾶς τὴν πίστιν ἔργοις στέφεσθαι.
Θεοτοκίον.
Ἁμαρτίας βαρύνομαι, ἅσπερ ἑκουσίως ἤ ἀκουσίως τε, πράττω Δέσποινα καὶ δέομαι, δυσαχθοῦς φορτίου τούτων σῶσόν με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν ψυχῶν πάθη δυσίατα, εὐχαῖς πρὸς Κύριον Θεόφανες, ἐνισχύων τὸν ἀγῶνα τῆς καθάρσεως.
Θρόνους Ἰησοῦ, τὰς καρδίας ἡμῶν ποίησον, ἐγκαθιστῶν μνήμην ψυχίζωον, ταύταις Πάτερ, ἀνεξάλειπτον πρεσβείαις σου.
Ἔλεος εὑρών, τοῦ Κυρίου ὦ Θεόφανες, τοῦτο κατάρδευσον τοῖς τέκνοις σου, ὥσπερ πλοῦτον, πατρικὸν καὶ ἀναφαίρετον.
Θεοτοκίον.
Ὅλον μου τὸν νοῦν, πρὸς Σὲ αἴρω Παναμώμητε, τὴν μητρικήν Σου ἱκεσίαν ἐκζητῶν, πρὸς τὸν Δεσπότην, ὅπως ἵλεώς μοι γένηται.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φανότατα, εἶδες φῶς θαβώρειον, ὦ Θεόφανες καρδίαν καθάρας· διὸ ἡμῖν, τοῖς τιμῶσί σε πόθῳ, ἀκτῖνα μίαν παράσχου καθάρσιον, διώκουσα ὁλοτελῶς, τῶν παθῶν τὸν ἐσμὸν τὸν ψυχώλεθρον.
Ἀγάπης σε, τῆς διπλῆς γινώσκοντες, οἰκητήριον Θεόφανες μάκαρ, ἱκετικῶς ἐκζητοῦμεν· παράσχου, ἡμῖν φιλεῖν ἐκ ψυχῆς τὸν Φιλάνθρωπον, καὶ πάντα ἄνθρωπον ὁμοῦ, ὡς εἰκόνα Αὐτοῦ ἀνεκτίμητον.
Νεώσας σου, τῆς ψυχῆς τὴν ἄρουραν, ἀνεβλάστησας καρποὺς τῷ Κυρίῳ, τὰς ἀρετάς, ὡς καλὸς οἰκονόμος, τῆς παρ’ Αὐτοῦ πιστευθείσης σοι χάριτος, ἐξ ὧν μετάδος καὶ ἡμῖν, φιλοτέκνων ὦ Πάτερ Θεόφανες.
Θεοτοκίον.
Ἐπάκουσον, τῆς φωνῆς μου, Δέσποινα, καὶ ἀνάγαγε βυθοῦ τῶν πταισμάτων, ὅπως τὸ φῶς, τοῦ Κυρίου κατίδω, καὶ λυτρωθεὶς ἁμαρτίας δοξάζω σε, τὴν γένος ἅπαν τῶν βροτῶν, τῇ κυήσει σου σώσασαν, Πάναγνε.
Διάσωσον, πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ, ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν ἀσκήσει ἐκλάμψας Θεόφανες, Ποιμενάρχης ἐφάνης χριστόψυχος· ὅθεν ἔχων τὴν παῤῥησίαν πρὸς τὸν Ἀγαθόν, τὰς χεῖράς σου αἶρε ἐκτενῶς, καὶ Αὐτὸν ἐξιλέωσαι, ὅπως ἡμῖν παράσχη, ἄφεσιν τῶν πταισμάτων, καὶ μετανοίᾳ ἀληθεῖ, τὸν Παράδεισον χαρίσηται.
Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ε΄ 14-19).
Εἶπεν ὁ Κύριος· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἤ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἄν παρέλθη ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθη ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήση καὶ διδάξη, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φῶς ποθήσας ἄκτιστον, αὐτοῦ πεπλήρωσαι ὅλος, ἐν τῷ Ὄρει Ἄθωνος, εἶτα δὲ πεπίστευσαι ὡς φιλόπονος, ποίμνην τὴν θεόλεκτον, Περιθεωρίου, ἔνθα ἔλαμψας τῷ βίῳ σου, καὶ εὐηρέστησας, τῷ ἠγαπημένῳ Δεσπότῃ σου, τὸ τάλαντον ὃ εἴληφας, πολυπλασιάσας σοφώτατα· νῦν δὲ βλέπων Τούτου, τὸ πρόσωπον τὸ πάμφωτον ἀεί, πρέσβευε Πάτερ Θεόφανες, ὑπὲρ τῶν τιμώντων σε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σαρκικῶν ἡδονῶν με, ἐλευθέρωσον τάχει μάκαρ Θεόφανες, καὶ τούτων ὑπεράνω, ἀξίωσον πετᾶσθαι, ὡς ἑώρακας Μάξιμον· ὅπου γὰρ θέλει Θεός, ἀργεῖ φύσεως τάξις.
Σόφισον με σοφίᾳ, τῇ τοῦ Πνεύματος ὅπως Κυρίου θέλημα, γνώσωμαι ἐν τῷ βάθει, καὶ τοῦτο προθυμίᾳ, ἐκτελέσω ὁ δείλαιος, σοῦ δὲ τιμήσω σεπτῶς, Θεόφανες τὴν μνήμην.
Οὐράνιον τὸν νοῦν σου, καὶ τὸ φρόνημα ἔχων μάκαρ Θεόφανες, ἐμὲ ἐσκοτισμένον, νέφεσιν ἁμαρτίας, σαῖς εὐχαῖς ἀποκάθαρον, καὶ τοῦ ἡλίου Χριστοῦ, ἔλλαμψιν χάρισαί μοι.
Θεοτοκίον.
Ἴθυνόν μου Παρθένε, τὰς πορείας τοῦ βίου ταῖς ἱκεσίαις Σου, ὅπως εὐαρεστήσω, ὡς δοῦλος πανευγνώμων, τῷ τεχθέντι ἐκ μήτρας Σου, καὶ σώσαντί με Χριστῷ, οἰκονομίᾳ θείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σοφίας θείας, ἀναδειχθεὶς σεπτὸς οἶκος, ἐλαχίστην ἀπόμοιράν μοι δίδου, ταύτης τῷ ἀσόφῳ, Θεόφανες Παμμάκαρ.
Τρόποις οἷς οἶδας, ὦ Θεόφανες Πάτερ, καθοδήγησον τάλαιναν ψυχήν μου, πρὸς τὴν θεωρίαν, προσώπου τοῦ Κυρίου.
Ἐκ τῶν σκανδάλων, τοῦ ἐχθροῦ τήρησόν με, ἀδιάφθορον καὶ ἀξίωσόν με, στῆναι δεξιόθεν, Θεόφανες Δεσπότου.
Θεοτοκίον.
Καταβληθέντα, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκ ποικίλων Παρθένε νοσημάτων, Σὺ ἀνάστησόν με, πρεσβεύουσα Κυρίῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναοῦ ἀκαταλύτου, ὢν νῦν Ἱεράρχης, τῶν σὲ τιμώντων Θεόφανες μνήσθητι, καὶ συμμετόχους τῆς θείας, δόξης ἀνάδειξον.
Ὁ τῆς ἐπισκοπῆς σου, κλῆρος καὶ λαός τε, σὲ δυσωποῦμεν Θεόφανες ἔνδοξε, ἀεὶ τῇ σκέπῃ εὐχῶν σου, ἡμᾶς ἐνίσχυε.
Ἰδὼν τῶν ἱκετῶν σου, θλίψεις καὶ ἀνάγκας, χεῖρας σεπτάς σου Θεόφανες ἔκτεινον, ὅπως τὴν λύσιν παράσχη, ὁ Πολυέλεος.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰ ἄγχη, μακρὰν τῶν τέκνων σου δίωξον Ἅγιε, ὅπως ἀεί σε τιμῶμεν, Πάτερ Θεόφανες.
Θεοτοκίον.
Ἀκήρατε Παρθένε, σὺν τῷ Θεοφάνει, τὸν Ἀγαθὸν ἱλεώσατε Κύριον, ὅπως πιστοὺς Ξάνθης σκέπῃ, Αὐτοῦ τῇ χάριτι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν ἐκ ψυχῆς, θεῖον Θεοφάνην, Ὄρους Ἄθω ἄνθος τερπνόν, Ξάνθης τε Ποιμένα, καὶ Περιθεωρίου, ὅπως ἔνθεον πρέσβυν, τοῦτον πλουτήσωμεν.
Ἔκτεινόν σου χεῖρας τὰς πατρικάς, Θεόφανες μάκαρ, καὶ ἱκέτευε ἐκτενῶς, ἀγαθὸν Δεσπότην, ὑπὲρ λαοῦ καὶ κλήρου, τῆς Ξάνθης ἧς ὑπῆρξας, Ποιμὴν χριστόψυχος.
Λύτρωσαι κινδύνων τῶν ψυχικῶν, καὶ σωμάτων νόσους, ἀποδίωξον ἀφ’ ἡμῶν, ὅπως εὐγνωμόνως, Θεόφανες τιμῶμεν, τὴν πάντιμόν σου μνήμην ἁγιαζόμενοι.
Ἀρχαγγελιώτισσαν τὴν Ἁγνήν, ἔχων συμμάχον σοι, ὦ Θεόφανες ταῖς εὐχαῖς, θρόνῳ τοῦ Δεσπότου, προσπίπτετε ἀπαύστως, καὶ χάριν ἐξαιτεῖσθε ἡμῖν τὴν ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, ὡς φιλόθεος Ποιμήν, τέκνων σου φωνὰς καὶ δεήσεις, Πάτερ Θεόφανες, καὶ δεινῶν ἀπάλλαξον ἡμᾶς καὶ θλίψεων, ἐν καιρῷ δὲ τῷ μέλλοντι, παράσχου ὡς δῶρον, τὸν γλυκὺν Παράδεισον, ἔνθα ὁρᾷς Ἰησοῦν, ἅμα τῇ Ἁγνῇ Θεοτόκῳ, καὶ χοροῖς Ἁγίων ἁπάντων, τῶν ἀξιωθέντων τῆς θεώσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Τῆς τρισηλίου Θεότητος φῶς λάμψον,
Θεόφανες, καρδίαις τῶν σὲ τιμώντων·
Παντελεήμονι δὲ σῷ διαδόχῳ,
χάριν δίδου ἄφθονον ποιμεναρχίας,
ὅπως σὺν λαῷ καὶ κλήρου παροικίας,
Ξάνθης σοὶ συστῇ ἐν τῇ Σιὼν τῇ ἄνω.
Ἀμήν.