Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Θεόφιλο τον Νέο και ομού  Συζύγου και Τέκνοις οι συν αυτώ Μαρτυρήσαντες

Ποιήμα Ιεροδιακόνου Προδρόμου Ξενάκη

† Εορτάζουν 31 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ Ὺψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεοῦ τὸν Μάρτυρα τιμήσωμεν πάντες, καὶ φίλον γνήσιον, ὁμοῦ σὺν τοῖς τέκνοις, καὶ τῇ συνεύνῳ, εὐμενῶς κραυγάζοντες· ἱερὲ Θεόφιλε, σοῖς ἱκέταις παράσχου, ἔνθεον ἀγάπησιν καὶ θεόφιλον βίον, ἵνα εὐχαῖς σου τύχωμεν τερπνῶς, θείου ἐλέους, ἐν ὥρᾳ τῆς Κρίσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοῦ φίλε γνήσιε, μέμνησο σῶν ἱκετῶν. δ. Π(ροδρόμου).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ φίλον γνήσιον, ἀδελφοί, Θεόφιλον πάντες, ἐπαινέσωμεν ψαλμικῶς, αὐτοῦ τῆς ταχείας βοηθείας, καὶ πρὸς Θεὸν ἱκεσίας, δεόμενοι.

Ἐκήρυξας πόθῳ πίστιν στερράν, φωνῇ στεντορείᾳ, εὐθαρσῶς τε τῷ βασιλεῖ· αὐτὴν τὴν καλὴν σου μαρτυρίαν, ἡμῖν παράσχου, παμμάκαρ Θεόφιλε.

Ὀρθῶς ἀπεκρούσω τῶν δυσμενῶν, σὲ ἐπαπειλούντων, τὰς ἐνέδρας καὶ ἀπειλάς, Χριστοῦ προελόμενος τὴν πίστιν, εἰς ἣν ἱκέτας τοὺς πάντας στερέωσον.

Θεοτοκίον.
Ὑμνοῦντας ἐπάκουσον μητρικῶς, Παντάνασσα Μῆτερ, Σοὺς ἱκέτας καὶ δαψιλῶς, χαρίτωσον θείαις Σου πρεσβείαις, πρὸς τὸν Δεσπότην τοῦ κόσμου καὶ Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτοφόρον ἰδόντες σοῦ τὴν ζωήν, Ἅγιε, μίμησιν αἰτούμεθα πάντες, πρὸς σὴν ὑπάντησιν, Μάρτυς Θεόφιλε, εἰς οὐρανίους θαλάμους, ἔνθα φῶς ἀνέσπερον, πᾶσιν ἐκλάμπεται.

Ἱερὸν ὅλως, Πάτερ, ὄντως Χριστοῦ σφάγιον, γέγονας συζύγου προθύμως ἀκολουθούσης σοι, ὁμοῦ σὺν τέκνοις πιστοῖς, ἐν οὐρανίοις θαλάμοις, πάντων ἡμῶν μέμνησω, τῶν εὐφημούντων σε.

Λελουμένοι πλουσίως, θείᾳ Χριστοῦ χάριτι, ἅπαντες ὁδὸν τεθλημμένην, ἠκολουθήσατε, Μάρτυς Θεόφιλε, σὺν ἐκλεκτῇ συνοδείᾳ, ἡμῶν ἐπακούσατε, ἐν περιστάσεσιν.

Θεοτοκίον.
Εὐφροσύνης ταμεῖον καὶ ἀρραγὲς πρόμαχον, ἔχοντες Παρθένε Σε πάντες, πίστει προσπίπτομεν, ἀπαῥυόμενοι, εἰς σωτηρίαν ταχέως, πάντα τὰ αἰτήματα, Μῆτερ Πανάχραντε.

Διάσωσον ταῖς σαῖς πρεσβείαις, Θεόφιλε, σοὺς ἱκέτας, ἐπηρειῶν τοῦ βελίαρ ῥυόμενος, ὡς γνήσιος τοῦ Παντάνακτος φίλος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων κλεινῶν ἀξίως ἐπαινέσωμεν, ἀγῶνας θερμοὺς καὶ ἀριστεῖα, κράζοντες πρὸς Θεὸν πρεσβεύσατε ὑπὲρ ἡμῶν ἐν περιστάσεσι, καλούντων πάντας ἡμᾶς εἰς βοήθειαν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γῆν ποτίσας πανάριστε, αἴμασί σου θείοις, ἡμῶν κατάστησον, πάνυ εὔκαρπον καὶ ἔνθεον τὴν ζωήν, πανένδοξε Θεόφιλε.

Νῆσον Κρήτην στερέωσον, εἰς Χριστοῦ τὴν πίστιν ἀπερικλόνητον, σαῖς εὐχαῖς Μάρτυς Θεόφιλε, ὡς αὐτῆς καρπὸς ὄντως γλυκύτατος.

Ἡρακλείου νῦν φύλαττε πόλιν πᾶσαν, Πάτερ, ταῖς πρὸς τὸν Κύριον, ἱκεσίαις σου Θεόφιλε, ὡς ἡμῶν προστάτης ἀκαταίσχυντος.

Θεοτοκίον.
Στεναγμοὺς μὴ παρίδῃς μου, Δέσποινα τοῦ κόσμου, Θεοχαρίτωτε καὶ δακρύων τὰς ἐκχύσεις μου, πρόσδεξαι Παρθένε καὶ ἀντίδος μοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, τὰς δεήσεις καὶ ἐπάκουσον, δαψιλῶς τῶν ἀνυμνούντων ἐν ᾠδαῖς, τὴν σὴν ἄθλησιν, μακάριε Θεόφιλε.

Ἔνθεον ἡμῖν, βίον Πάτερ πᾶσι δώρησαι, ὦ Θεόφιλε, καὶ πίστεως στερρὰν μαρτυρίαν, σαῖς εὐχαῖς, Μαρτύρων κλεῖσμα.

Μάρανον γοργῶς, τῶν παθῶν κινήσεις, Ἅγιε, καθ’ ἡμέραν κωλυόντων με δεινῶς, μαρτυρεῖν τε σθεναρῶς πίστιν Ὀρθόδοξον.

Θεοτοκίον.
Ἔχουσα πολλήν, παρρησίαν Παμμακάριστε, μὴ παρίδῃς τῶν Σῶν τέκνων τὰς θερμὰς ἱκεσίας καὶ δεήσεις εἰς βοήθειαν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μετάνοιαν, ἀκλινῆ παράσχου μοι, τὴν ὁδὸν τὴν ἀπλανῆ τοῦ Κυρίου, διηνεκῶς καὶ γοργῶς πορευθῆναι, ταῖς σαῖς πρεσβείαις παμμάκαρ Θεόφιλε, ἁμαρτιῶν τῶν δυσμενῶν, τὰς σειρὰς δαψιλῶς ἐκμειούμενος.

Νοῦν σώφρονα, καὶ καρδίαν ἄμεμπτον καὶ διάνοιαν ὀξεῖαν, ὦ Πάτερ, σαῖς προσευχαῖς, σοῖς ἱκέταις παράσχου, Ὁσίων κλεῖσμα, θεῖε Θεόφιλε, ἵνα προφθάσωμεν σὺν σοί, οὐρανίων χορῶν συναρίθμησιν.

Ἠρίστευσας, ὡς καλὸς στρατιώτης, καὶ ἠξίωσαι θαλάμοις τρισμάκαρ, τὼς οὐρανῶν σὺν συζύγῳ καὶ τέκνοις περιπολεύειν, παμμάκαρ Θεόφιλε, ἔνθα καὶ μέμνησο δὴ καὶ ἡμῶν ταπεινῶς τῶν καλούντων σε.

Θεοτοκίον.
Σωτήριος, τοῖς βροτοῖς δεδώρηται, ἡ Σὴ χάρις, παντευλόγητε Μῆτερ, ὅτι γοργῶς αἰτημάτων προφθάνεις τῶν εὐλαβῶς Σοὶ καλούντων κατ’ ὄνομα, Πανάχραντε γονυκλινῶς, ὀρφανοὺς μὴ ἐάσῃς τοὺς δούλους Σου.

Διάσωσον ταῖς σαῖς πρεσβείαις, Θεόφιλε, σοὺς ἱκέτας, ἐπηρειῶν τοῦ βελίαρ ῥυόμενος, ὡς γνήσιος τοῦ Παντάνακτος φίλος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ταῖς πρὸς Θεὸν σου ἁγίαις ἐντεύξεσιν, ἀξιοχρέως τρισμάκαρ ἐλπίζομεν, ἵνα εὐχαῖς σου, Θεόφιλε ἔνδοξε, τοῦ Παραδείσου αὐλὰς κατοικήσωμεν· διὸ σε, ἀξίως μεγαλύνωμεν,

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-16).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τῶν Σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τὸν θεόφιλον σεμνοπρεπῶς πορευθέντες, ἅπαντες ἐλάβετε στέφανον οὐράνιον καὶ διάδημα, μάκαρ Θεόφιλε, σὺν τῇ συνοδείᾳ· ὅθεν πάντων ἐπακούσατε νῦν τὰ αἰτήματα καὶ τοὺς στεναγμοὺς καὶ τὰ δάκρυα καὶ δότε ἀνύστακτον τὴν ὑμῶν πρεσβείαν πρὸς Κύριον, ἵνα θεοφίλως, τελέσωμεν τὸν βίον καὶ ὑμῖν, ἀξιωθείημεν ἅπαντες τῆς συγκατατάξεως.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁμοφρόνως βοῶντες, ἡγεμόνι ἀθέῳ πίστιν τὴν ἔνθεον, Θεόφιλε, προθύμως, ὁμοῦ σὺν συνοδείᾳ, μαρτυρίου ὁδεύσατε, τρίβον στενὴν σθεναρῶς, Χριστὸν δοξολογοῦντες.

Σαγηνεύσαντες πᾶσαν τὴν ὑφήλιον τρόποις ὑμῶν ἀοίδημοι, Θεόφιλε τρισμάκαρ, ὁμοῦ σὺν συνοδείᾳ, τηλαυγεῖς ἀνεδείχθηκε, φάροι πιστοῖς φαεινοί, φωτίζοντες τὸν βίον.

Ὡς τερπνὴν μυροθήκην, χαρισμάτων πλουσίων κρήνην ἀδάπανον, κατέχομεν τετράδα Μαρτύρων τὴν ἁγίαν, ἡ Κρητόνησος ἅπασα, ἀναβοῶντες θερμῶς, ῥύσασθε ἐκ σκανδάλων.

Θεοτοκίον.
Νοερῶς Σε Παρθένε, προσκυνοῦντες ἐν πίστει χάριν λαμβάνομεν ἐκ θείων Σου εἰκόνων, παντὶ εὑρισκομένων εἰς ἡμῶν συναντίληψιν, εὐλογημένη Ἁγνή, ἡμᾶς μὴ καταλίπῃς.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰὸν καθεῖλες τοῦ ἐχθροῦ μαρτυρίῳ, ὦ Θεόφιλε, σὺν τέκνοις καὶ συνεύνῳ, ὅθεν, ἐκβοῶμεν ὑμῶν τὰ ἀριστεῖα.

Κάραν ἐτμήθης, ὑπὲρ πίστεως θῦμα, ἀναδέδειξαι εὐάρεστον Κυρίῳ, Θεόφιλε μάκαρ, ὁμοῦ σὺν συνοδείᾳ.

Ἐν εὐφροσύνῃ, ἐξαιτούμεθα πάντες Κρητονήσου τε οἰκήτορες ἀξίως, καλὴν μαρτυρίαν εὐχαῖς σου θεηγόροις.

Θεοτοκίον.
Τείχισον, Μῆτερ, διανοίας μου τείχη καὶ νόος τὰς πολυπλόκους κινήσεις, ἵνα Σαῖς πρεσβείαις, σωθῶ ὑφηγεσίαις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς θεῖον πολιοῦχον, τῆς Θεοῦ φιλίας, Πάτερ, κατ’ ὄνομα πάντες σοὶ κράζομεν, ταύτην παράσχου προθύμως, μάκαρ Θεόφιλε.

Ναμάτων ζωηρύτων, ἔμπλησον τὴν νῆσον, τὴν σὲ γεννήσασαν, μάκαρ Θεόφιλε, ὧν ἐπαξίως ἀθλήσει ἐκληρονόμησας.

Δυνάμωσον, παμμάκαρ, τῇ σῇ μεσιτείᾳ, τοὺς σθεναρῶς μαρτυροῦντας ἑκάστοτε, πίστιν Χριστοῦ τὴν ἁγίαν, Πάτερ Θεόφιλε.

Θεοτοκίον.
Παντάνασσα Κυρία, ῥύου πολυπλόκων λυσσομανούντων ἐχθρῶν πολεμούντων με· Σὲ γὰρ κατέχω προστάτιν ὄντως ἀκράδαντον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θεόφιλε, Πάτερ, σαῖς προσευχαῖς, νῆσον πᾶσαν ῥύου τῶν σκανδάλων τοῦ δυσμενοῦς καὶ τὰς ἀειῤῥόους πηγὰς τῶν θαυμασίων, πᾶσιν τοῖς σοῖς ἱκέταις προθύμως ἔκχυσον.

Θεοῦ τὴν φιλίαν ἔχων σοφέ, Θεόφιλε ὄντως ἀνεδείχθης πᾶσιν ἡμῖν, βίῳ τε καὶ τρόπῳ καὶ λόγῳ ὄντως φίλος, Θεοῦ γνήσιος, Πάτερ, ἀναφαινόμενος.

Σπούδασον, ὦ Πάτερ, σαῖς προσευχαῖς καὶ ῥύου σκανδάλων πολυπλόκων τοῦ πονηροῦ, ἵνα ταῖς εὐχαῖς σου φίλοι Θεοῦ προθύμως, ἅπαντες πορευθέντες ἀναδειξώμεθα.

Κρήτης τὰ κλείσματα τὰ τερπνά, ῥόδα γὰρ ὡς θεῖα τὰ μυρίζοντα ἀρετάς, Θεόφιλον θεῖον ὁμοῦ σὺν συνοδείᾳ, αἰνοῦντες βαθυμύχως ἐπικαλούμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυρας ὑμνήσωμεν Χριστοῦ νέους, τὸν Θεόφιλον πόθῳ σὺν τῇ συνεύνῳ αὐτοῦ καὶ συμμαρτυρήσασιν τέκνοις φρονήματι ἀνδρικῷ, ἐπαινέσωμεν αὐτῶν θείους ἄθλους καὶ καλὴν πρὸς Κύριον μαρτυρικὴν βιοτήν, πόθῳ ἀτενίζοντες φῶμεν· δότε τοῖς ὑμᾶς ἀνυμνοῦσιν, μαρτυρίαν ὄντως ἀκαταίσχυντον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι·
Θεόφιλε σπεῦσον οὖν, σὺν συνοδείᾳ,
Κρατεῖν Χρυσόστομον, ὡς Θεοῦ φίλον.

 

 

Πηγή