Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Θεράποντα τον Θαυματουργό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 14 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῷ ἁγίῳ ναῶ σου, ἱερομάρτυς τοῦ Κυρίου Θεράπων, καί τὴν θερμὴν αἰτοῦντας προστασίαν σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ νόσου, καὶ παθὼν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, σὺ γὰρ μεγίστην χάριν πρὸς Χριστοῦ, ἔχεις παμμάκαρ, τελεῖν τὰ θαυμάσια.

Δόξα.
Απολυτίκον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Ὡς ἐν λυχνία ἐτέθης παρὰ Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τὰ λογικὰ Αὐτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπων τοῦ Χριστοῦ ἱερουργέ. Διὰ τοῦτο, συγχορεύεις ματᾷ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, τὸν δρόνον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ ἡμῶν τῶν τιμώντών σε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεράπον δίδου μοι θεραπείαν. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ δ΄. Ὑγρὰν διοδεύσας.
Θεόν, ἐκδυσώπει ὑπὲρ ἡμῶν, Θεράπον θεόφρον, τῶν τιμώντων σε εὐλαβῶς,διδόναι ἡμῖν πταισμάτων λύσιν, καί τῶν παθῶν ἀπολύτρωσιν Ἅγιε.

Ἐν νόσοις πλουτοῦντες σε ἰατρόν, πιστῶς σοι βοῶμεν, ἱεράρχα θαυματουργέ, ἴασαι ψυχῶν ἡμῶν τοὺς πόνους, καί τῶν σωμάτων ὀδύνας δεόμεθα.

Ῥοαῖς τῶν ἁγίων σου πρεσβειῶν, κατάσβεσον Πάτερ, τῶν παθὼν μου φλόγαν πικράν, καὶ ὄμβρησον δρόσον εὐφροσύνης, τῇ τεθλιμμένη ψυχὴ μου μακάριε.

Θεοτοκίον.
Ἁγία παρθένε Μῆτερ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ῥῦσαι ἐναγῶν με νοημάτων, καὶ τὴν ῥυπῶσαν ψυχήν μου ἁγίασον.

ᾨδὴ γ΄.  Οὐρανίας ἁψῖδος.
Πλήρης ὢν θείας δόξης, τῇ τοῦ Χριστοῦ χάριτι, πάσης ἀδοξίας Θεράπον, παθὼν θλιβόντών με, λύτρωσαι δέομαι, καὶ τὴν κατ΄ ἄμφω ὑγείαν, καὶ ῥῶσιν παράσχού μοι, ὡς συμπαθέστατος.

Ὁ Ναός σου ὁ θεῖος, οἵα λιμὴν ἄκλυστος, πρόκειται Θεράπον τοῖς πᾶσι, ἐπιφοιτήσει  σου, ὦ προσευχόμενοι, τρικυμιῶν τῶν τοῦ βίου, τάχος ἐκλυτρούμεθα, ὑμνολογοῦσαί σε.

Νοσημάτων ποικίλων, καὶ συμφορῶν Ἅγιε, ὡς ἱερομάρτυς Θεράπον, Χριστοῦ περίδοξος, ῥύου ἑκάστοτε, τούς τῇ θερμῇ σου πρεσβεῖα, πίστει καταφεύγοντας, καὶ εὐφημοῦντάς σε.

Θεοτοκίον.
Δυναστείας με ῥῦσαι, τῆς τοῦ ἐχθροῦ Ἄχραντε, δι’ ᾖς καθ’ ἑκάστην ἡμέραν, τῷ νῷ μολύνομαι, καὶ μετανοίας τὸ πῦρ, ἄναψον νῦν τῇ ψυχή μου, ὡς ἄν τῆς λαμπρότητος, τύχω τοῦ Πλάστου μου.

Διάσωσον, ἱερομάρτυς, Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδία σοι προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος  β΄. Πρεσβεία θερμή.
Προστάτην θερμόν, κεκτήμεθά σε Ἅγιε, ἐκ πάσης ὀργῆς, ἡμᾶς ἀπολυτρούμενον, διὸ πιστῶς βοῷμέν σοι, ἱεράρχα Θεράπον πανθαύμαστε, μὴ διαλίπῃς παρέχειν ἀεί, ἡμῖν τὴν ταχεῖαν σου βοήθειαν.

ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Ἰατρεύειν ἑκάστοτε, τοὺς τετρυχωμένους δεινοῖς νοσήμασι, μὴ ἐλλείπῃς ἀξιάγαστε, πίστει προσιόντας τῇ εἰκόνι σου.

Δοξασθεὶς πολλοῖς θαύμασιν, ὡς ἱερομάρτυς Χριστοῦ ἀήττητος, ἀναβλύζεις χάριν ἄφθονον, ἅγιε Θεράπον τοῖς οἰκέταις σου.

Οἱ ἐν θλίψει προσπέσατε, τῇ εἰκόνι πίστει τῇ τοῦ Θεράποντος, ἵνα λάβητε τὴν ἴασιν, καὶ ἀπαλλαγῆτε πάσης μάστιγος.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἐκτενῶς δυσώπει τὸν ἐκ λαγόνων σου, προελθόντα ὑπὲρ ἔννοιαν, ἵνα σωτηρίας πάντες τύχωμεν.

ᾨδὴ ε΄.  Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, καὶ προστάτης ἑτοιμότατος, τοῖς προστρέχουσι τῷ θείῳ σου Ναῶ, ὡς κλεινὸς ἱερομάρτυς ὤφθης Ἅγιε.

Ὄμβρησον ἡμῖν, οὐρανόθεν ἀγαλλίασιν, τοῖς ἐν θλίψεσι καὶ πόνοις χαλεποῖς, ὦ Θεράπον καὶ εἰρήνην ἀστασίαστον.

Ἴδε συμπαθώς, τοὺς προσπίτοντας ἐκ πίστεως, τῇ ἁγία εἰκόνι καὶ σεπτή, καί τὴν δέησιν αὐτῶν πλήρωσον Ἅγιε.

Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, τὴν μανίαν καὶ τὰ βέλεμνα, τοῦ ὡς λέοντος ὁρμῶντος καθ’ ἡμῶν, Θεοτόκε ἐν εἰρήνη ἡμᾶς σκέπουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐξ ὕψους, ἱερομάρτυς Κυρίου, τοὺς πελάζοντας τῷ θείω σοι οἴκῳ, ἐν ἱλαρότητος ὄμματι βλέψον, καὶ τὰς φωνὰς τούτων πρόσδεξαι Ἅγιε, καὶ δίδου τούτοις συμπαθώς, τὰς αἰτήσεις καὶ πᾶν ἄλλο δώρημα.

Ῥημάτων, ἐκ κατωδύνου ψυχῆς μου, ἐνωτίσθητι δεήσεως Πάτερ, καὶ συνεχούσης με θλίψεως ῥῦσαι, ἐπιφερούσης μοι πόνοις καὶ δάκρυα, καὶ λύτρωσαί με τῶν δεινῶν, τῇ θερμὴ ἀντιλήψεί σου Ἅγιε.

Ἀπᾴσῃς ἐπιβουλῆς τῶν δαιμόνων, καὶ κακίας τῶν τὰ φαῦλα φιλούντων, ἱερομάρτυς Κυρίου Θεράπον, τῇ ὀξυτάτη πρεσβείᾳ σοῦ λύτρωσαι, τοὺς σε προστάτην ἀληθῆ, ἐν κινδύνοις καὶ θλίψεσιν ἔχοντας.

Θεοτοκίον.
Πληγεὶς μέν, τῇ τοῦ βελίαρ μανία, καταπέπτωκα εἰς βάθη κακίας, τὴν δὲ πολλήν σου χρηστότητα Κόρη, εἰς νοῦν λαβόμενος πίστει κραυγάζω σοι· ἐξάρπασόν με τῶν χειρῶν, τοῦ ἐχθροῦ Θεοτόκε καὶ σῶσον με.

Διάσωσον, ἱερομάρτυς, Θεράπον ταῖς σαῖς πεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι προσιόντας

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, επ΄εσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ εὐθύς τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς αἱμάτων σου ῥείθροις.
Ἱερομάρτυς Θεράπον μακάριε, τῆς Ἐκκλησίας προστάτα καὶ πρόβολε, ἀπείργων μὴ παύσῃ δεόμεθα, τὰς καθ΄ημών ἐπιθέσεις τοῦ δράκοντος. Σὺ γὰρ βοηθὸς ἡμῶν ἕτοιμος.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ΄, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πᾶς ὃς ἂν ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δε ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αυτώ΄ τῷ δε εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δε προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πως ἡ τι ἀπολογήσησθε, ἤ τι εἴπητε. Τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὤρα, ἆ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν τοῦ Πνεύματος, ὡς Ἱεράρχης θεόφρον, χάριν εἰσδεξάμενος, τὸν Χριστὸν ἐδόξασας δι’ ἀθλήσεως, καὶ πολλαῖς χάρισι, δοξασθεὶς Θεράπον, ἐνεργεῖς πᾶσιν ἰάματα, καὶ παύεις Ἅγιε, πάθη καὶ δεινὰ ἀῤῥωστήματα, τοῖς πίστει προσπελάζουσι, τῷ σεπτῷ ναῷ σου ἑκάστοτε, διό σοι βοῷμεν, μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, ἁμαρτιῶν δοῦναι ἄφεσιν, τοῖς σε μακαρίζουσιν.

Σῶσον ὁ Θεός τὸν λαὸν Σου…..

ᾨδὴ ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξ’ ἐχθρῶν ἀοράτων, καὶ δεινῶν συντριμμάτων Θεράπον ἔνδοξε, καὶ πάσης ἀθυμίας, ἀπήμονας συντήρει, τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰαμάτων τὰ ῥεῖθρα, ἡ ἁγία εἰκών σου Θεράπον βλύζουσα, παθὼν τὰς διεκχύσεις, ξηραίνει καὶ παρέχει, τὴν ὑγείαν τοῖς κράζουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀλγυνόμενος σφόδρα, ταῖς πολλαῖς ἁμαρτίαις Θεράπον ἅγιε, προστρέχω τῷ ναῶ σου, τυχεῖν τῆς θεραπείας, ἣν παράσχου μοι κράζοντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεκρωθεὶς Θεοτόκε, ταῖς πολλαῖς ἁμαρτίαις ἄπνους κατάκειμαι, ἀλλὰ πρός σε ἐκτείνω, καὶ χεῖρας καὶ καρδίαν, καί τὴν δέησιν Ἄχραντε, ἵνα σωθείς τοῦ ἐχθροῦ, ζήσω ζωὴν ὁσίαν.

ᾨδὴ η΄.  Τὸν Βασιλέα τῶν οὐρανῶν.
Γενοῦ Θεράπον, ἡμῶν μεσίτης καὶ πρέσβυς, πρός τὸν Κύριον τὸν σε ἐνισχυκότα, ἵνα τῶν πταισμάτων, λειψώμεθα τὴν λύσιν.

Ἐν τῷ ναῶ σου, ἅπας πιστὸς καταφεῦγον, ὢν περ δέεται κομίζεται τὴν κτῆσιν, ὅθεν σου Θεράπον, κηρύττομεν τὴν χάριν.

Ῥύπον κακίας, τῇ ῥυπτική σου πρσβεία, ἀποκάθαρον ψυχήν μου τὴν ῥυπῶσαν, ἵνα σε γεραίρω κλεινὲ Ἱερομάρτυς.

Θεοτοκίον.
Ἀδιαφθόρως, τὸν πάντων Κτίστην τεκοῦσα, τὸν φθαρέντα με ἀπάτη τοῦ βελίαρ, καίνισον Παρθένε, διά τῆς μετανοίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν Ἀγγέλων δήμοις, σὺν αὑτοῖς δυσώπει, ἱερομάρτυς Θεράπον μακάριε, πάσης ἀνάγκης λυτροῦσθαι, τοὺς σὲ γεραίροντας.

Ιάτρευσον τὸν νοῦν μου, ἅγιε Θεράπον, καὶ τὰς ὀδύνας τοῦ σώματος κούφισον, τῇ σοὶ δοθείσῃ πλουσία, θεόθεν χάριτι.

Μεγάλως ἐδοξάσθης, ὡς ἱερομάρτυς, παρὰ Κυρίου Θεράπον μακάριε,  ὅθεν μεγάλων κινδύνων, ἡμᾶς ἀπάλλατε.

Οἱ πίστει προσιόντες, τῇ σῇ προστασία, πάσης ἀνάγκης τὴν λύσιν κομίζονται, διὸ Θεράπον ἀπαύστως σε μακαρίζομεν.

Θεοτοκίον.
Ὑψώσασα τὴν φύσιν, τοῦ Ἀδὰμ πεσοῦσαν, τῷ πανυψίστῳ σου τόκῳ Πανάμωμε,πρός  ἀρετῶν τὰς ὑψώσεις τὸν νοῦν μου ὕψωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὤφθης ἱεράρχης θεοειδής, καὶ στεῤῥῶς ἀθλήσας, Ἀθλοφόρος περιφανῇς, καὶ ἐν ἀμφοτέροις, Χριστὸν λαμπρῶς δοξάσας, ἀξίως ἐδοξάσθης, Θεράπον ἔνδοξε.

Χρῖσμα περικείμενος τὸ σεπτόν, ἐν Ἀρχιερεῦσι, διαπρέπεις ποιμαντικῶς, καὶ ὑπὲρ Κυρίου, νομίμως ἐναθλήσας, πολλῶν χαρίτων ὤφθης, Θεράπον ἔμπλεως.

Ἤσχυνας τῆς πλάνης τὰς μηχανάς, ἐν λόγοις καὶ ἔργοις, καὶ ἀγῶσιν ἀθλητικοῖς, ἅγιε Θεράπων, διὸ τοῖς σε αἰτοῦσι, παρέχεις οὐρανόθεν, χάριν ἀέναον.

Χαίροις ἱερέων κλέος σεπτόν, χαίροις Ἀθλοφόρων, ἐγκαλλώπισμα ἱερόν,  ἅγιε Θεράπων, σοφὲ ἱερομάρτυς, προστάτα τῶν ἐν πίστει, ἀνευφημούντών σε.

Πᾶσι τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείω ναῷ σου, δίδου Πάτερ ὡς ἰατρός, νόσων θεραπείαν, καὶ βίου ἁρμονίαν, καὶ ψυχικὴν γαλήνην, Θεράπων ἅγιε.

Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Θεράπον παμμάκαρ, τῷ τῶν ὅλων Δημιουργῷ, ὡς  ἂν τῷ ἐν βίῳ , δυσχερειῶν ῥυσθῶμεν, καὶ λάβωμεν πταισμάτων, τὴν ἀπολύτρωσσιν.

Ῥῶσιν δὸς τῷ δούλῳ σου, ἰατρέ, ἔνδοξε Θεράπον, ὡς τὴν χάριν παρὰ Θεοῦ, τοῦ σῴζειν ἀξίως, λαβὼν παντὸς κινδύνου, τούς τῇ σεπτῇ πηγή σου, θερμῶς προστρέχοντας.

Παθῶν ταραττόμενος προσβολαῖς, πρὸς σε καταφεύγω, τὴν ἀνάῤῥωσιν ἐκζητῶ, Θεράπον Κυρίου, μάρτυς καὶ ἱεράρχα, ἐκ τούτων οὖν ἁπάντων, σὺ με ἀπάλλαξον.

Χαίροις θεραπείας ὁ χορηγός, χαίροις  τῶν νοσούντων, ὁ Ἀνάργυρος ἰατρός, λύει πάσας νόσους, ἡ ἱερὰ εἰκών σου, τὴν πίστει προσκυνοῦντες, Θεράπον ἅγιε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς,  οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.  Ἦχος α΄. Τοῦ λίθου σφραγισθένος.
Ὡς ἐν λυχνία ἐτέθης παρὰ Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τὰ λογικὰ Αὐτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπων τοῦ Χριστοῦ ἱερουργέ. Διὰ τοῦτο, συγχορεύεις ματᾷ τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, τὸν θρόνον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ ἡμῶν τῶν τιμώντών σε.

Ἦχος πλ ἀ΄.  Τὸν συνάναρχον Λόγον.
Θεραπεύσας ἐνθεῶ, ζήλῳ τὸν Κύριον, ἀληθῶς ἀνεδείχθης, Θεράπον τούτου πιστός, διό γέγονας ἡμῖν τοῖς τιμῶσί σε, ἀκεσώδυνος πηγῇ, καὶ πολυχεύμων ποταμός, θαυμάτων καὶ ἰαμάτων, Θεράπον, ἱερομάρτυς Κυρίου, πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ὀξυτάτη πρεσβεῖα, Θεράπον ἔνδοξε, πάσης ἀπολύτρωσαι, βλάβης καὶ θλίψεως, καὶ τοῖς πάσχουσιν δώρησαι, χαρὰν καὶ ὑγιείαν, καὶ πταισμάτων ἄφεσιν, αἴτησαι ἅπασι, σὺ γάρ, ὡς καλῶς ἀριστεύσας, ἔλαβες θεόθεν τὴν χάριν, ἐκπληροῦν ἁπάντων τὰ αἰτήματα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Θεράπον ἀξίωσον νῦν θεραπείας
Γεράσιμον σπεύδοντα τῃ αρωγῇ σου.

 

 

 

Και η Ακολουθία του Αγίου