Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νέον Ιερομάρτυρα Βασίλειον εν Χιλιοδένδρο Καστοριάς

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 21 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Βασιλείας οὐρανῶν σοὺς ἱκέτας, μετόχους δεῖξον, ἱερόαθλε μάρτυς Βασίλειε τρισόλβιε, χερσὶν ἀπηνῶς, ὁ τρωθεὶς ἐν ἔτεσι τοῖς ἐσχάτοις ἀπίστων καὶ τυχὼν λαμπρότητος Βασιλείας τῆς Ἄνω, Χιλιοδένδρου φύλαξ θαυμαστέ, ὧς παῤῥησίαν κατέχων πρὸς Ὕψιστον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Βασίλειε νέε Ἱερομάρτυς, εὐλόγει με. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειε, Μάρτυς περιφανὲς Χριστοῦ Ἐκκλησίας, Βασιλείας τῶν οὐρανῶν, ἀξίωσον πάντας τοὺς τιμῶντας, Ἱερομάρτυς, σὴν θείαν ἐνάθλησιν.

Ἀμέμπτου Βασίλειε, ἀγωγῆς, πυξίον τὸν δρόμον μετανοίας τῆς σωστικῆς, ὑπόδειξον πᾶσί σε τιμῶσι, ὡς ἱερόαθλον νέον τῆς πίστεως.

Στηρίζων μὴ παύσῃ σοὺς ὑμνητάς, Βασίλειε μάκαρ, ἐν ἀγάπῃ τοῦ Ἰησοῦ, ὑπὲρ ἧς ἐνήθλησας ἐνδόξως, Ἱερομάρτυς στεῤῥὲ καὶ ἀήττητε.

Θεοτοκίον.
Ἰθύνουσα πάντας πρὸς ἀτραποὺς εὐθείας μὴ παύσῃ, Ὁδηγήτρια θαυμαστή, Κυρία παρθένε, Βασιλείου, ἱεροάθλου ἐνθέρμοις δεήσεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυπηρῶν τὴν ὁμίχλην ἡμῶν φωτὶ σκέδασον, τῶν θεοπειθῶν προσευχῶν σοῦ, μάρτυς Βασίλειε, Χιλιοδένδρου φωστήρ, ὁ ἀστραπαῖς καταυγάσας, σῆς στεῤῥᾶς ἀθλήσεως ἄρτι τὰ σύμπαντα.

Ἐπευλόγει θεόθεν τοὺς εὐλαβῶς σπεύδοντας θήκην προσκυνῆσαι λειψάνων, χαριτοβρύτων σοῦ, Ἱερομάρτυς κλεινὲ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, γεραρὲ Βασίλειε, αἰδεσιμώτατε.

Ἰατρὸν τῶν σωμάτων καὶ τῶν ψυχῶν, Κύριον, ἐκτενῶς δυσώπει διδόναι, πᾶσιν ὑγίειαν τοῖς, προσκυνοῦσι πιστῶς, τὴν τῶν λειψάνων σου θήκην, ἱερὲ Βασίλειε, μάρτυς νεόαθλε.

Θεοτοκίον.
Ἐλευθέρους συντήρει δούλους τοὺς σούς, Δέσποινα, κεχαριτωμένη καρθένε, Θεογεννήτρια, χαμαιζηλίας παθῶν, τοῦ Βασιλείου πρεσβείαις, τοῦ Ἱερομάρτυρος, Μῇτερ πανάχραντε.

Ἀξίωσον, τῶν οὐρανῶν Βασιλείας τοὺς σὲ τιμῶντας, ἱερόαθλε θαυμαστέ, στεῤῥόφρον Βασίλειε, κοσμῆτορ καὶ φύλαξ Χιλιοδένδρου.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς δένδρον Χριστοῦ κατάκαρπον, Βασίλειε, αἱμάτων ῥοαῖς τὸ ποτισθὲν ἰδίων σου, ἀφθαρσίας ἤνθησας, ἀθλοφόρε, καρπὸν καὶ ἀπείληφας χάριν Αὐτὸν ἀεὶ ἐκδυσωπεῖν ὑπὲρ τῶν τιμώντων σὸν μαρτύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νῦν, Βασίλειε, μέλποντες, τοῦ Χιλιοδένδρου λευΐτα ἔνθεε, ἱερόαθλε, σὴν ἄθλησιν, χάριν ἐκδεχόμεθα τὴν θείαν σου.

Ἐπευλόγει Βασίλειε, τοὺς ἀσπαζομένους εὐωδιάζουσαν θήκην, εὔφημε, λειψάνων σου, τοῦ Χιλιοδένδρου σεμνολόγημα.

Εὐσυμπάθητον Κύριον ἐκτενῶς δυσώπει, σεμνὲ Βασίλειε, ὑπὲρ πάντων ἀνυμνούντων σου τὸ στεῤῥὸν καὶ πάνσεπτον μαρτύριον.

Θεοτοκίον.
Ἰκετεύουσα Τόκον σου μὴ ἐλλείπῃς, Μῆτερ, ὑπὲρ προσφύγων σου, Βασιλείου νῦν τὴν ἄθλησιν, τῶν μεγαλυνόντων καλλιμάρτυρος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔσο ἐναργής, βοηθὸς τῶν προσιόντων σοι, καὶ θερμῶς ἐκδεχομένων σὰς εὐχὰς πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον, Βασίλειε.

Ῥύου συμφορῶν, καὶ παντοίων περιστάσεων, τοὺς προστρεχοντας τῇ σῇ ἐπισκοπῇ, ἱερόαθλε πανεύφημε Βασίλειε.

Ὄλβον τοῖς πιστοῖς, τοῦ Χιλιοδένδρου ἔδωκας τῶν λειψάνων σου, Βασίλειε, σορόν, τὴν ἰάσεις ἀσθενοῦσιν ἀπονέμουσαν.

Θεοτοκίον.
Μέμνησο ἡμῶν, Θεοτόκε Ὁδηγήτρια, τῶν πιστῶς ἐκδεχομένων σὰς λιτὰς Βασιλείου νεοάθλου παρακλήσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀστείρευτε, ποταμέ Βασίλειε, ἀντιλήψεως τῶν σοὶ προσιόντων, δρόσισον πάντας ἡμᾶς ἀρωγῆς σου, καὶ προστασίας ἀόκνου τοῖς νάμασι, τοὺς προσκυνοῦντας εὐλαβῶς, τῶν λειψάνων σου θήκην τὴν πάνσεπτον.

Ῥωννύμενος, ἄνωθεν Βασίλειε, ταπεινῶς βίου παρόντος διῆλθες, ὁδὸν καὶ Χιλιοδένδρου τὴν ποίμνην, ὡς Ἱερεὺς θεαυγὴς καθωδήγησας, πρὸς σωτηρίας ἀτραπούς, εὐσεβῶν κατευθῦντορ πρὸς θέωσιν.

Τῆς Χάριτος, τῆς Ἁγίας σκήνωμα, τὴν ὀργὴν μὴ δυνηθεὶς τῶν ἀπίστων, φυγεῖν ἐκγόνων τῆς ἄγαρ ἀρτίως, ὑπὲρ Χριστοῦ ἐκακώθης Βασίλειε, ὁ τῆς κακίας ἀσινεῖς, σοὺς ἱκέτας τηρῶν τοῦ ἀλάστορος.

Θεοτοκίον.
Ὑφέρποντα, ὄφιν τὸν ζητοῦντά με, θανατῶσαι ἀπομάκρυνον τάχος, πόῤῥῳ ἐμοῦ, Παναγία παρθένε, ἡ διὰ Τόκου σεπτοῦ σου συντρίψασα, αὐτοῦ, σεμνή τὴν κεφαλήν, Βασιλείου ἐνθέρμοις δεήσεσι.

Ἀξίωσον, τῶν οὐρανῶν Βασιλείας τοὺς σὲ τιμῶντας, ἱερόαθλε θαυμαστέ, στεῤῥόφρον Βασίλειε, κοσμῆτορ καὶ φύλαξ Χιλιοδένδρου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Χιλιοδένδρου λευΐτην θειότατον, μαρτυρικῶς τὸν ἀγῶνα τελέσαντα, ἐγκωμιάσωμεν ὕμνοις Βασίλειον, στεῤῥὸν νεόαθλον, πίστει αἰτούμενοι αὐτοῦ θερμὰς ἱκεσίας πρὸς Ὕψιστον.

Προκείμενον.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄. 17-27, ιστ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ἁγίου πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστα ἱερώτατε, Χιλιοδένδρου, κακώσεις κεφαλῆς τιμίας σου καὶ στρεβλώσεις γνάθου σου καὶ σαρκίου σου, ὑποστὰς ἔνθεε, ὑπ᾽ ἐκγόνων ἄγαρ, ἄχρι τέλους μαρτυρίου σου, στεῤῥὲ Βασίλειε, Ἱερομαρτύρων ὡράϊσμα, καὶ Καστορίας σέμνωμα τῆς περιοικίδος θεόσδοτον, ἐκτενῶς δυσώπει, τὸν Κύριον ἡμῶν καὶ Λυτρωτήν, ὑπὲρ πιστῶν τῶν ἐν ἅσμασι, νῦν μεγαλυνόντων σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκοτασμὸν ἀκηδίας καὶ ῥαστώνης ταχέως ἡμῶν, Βασίλειε, ἱερομάρτυς νέε, Χριστοῦ τῆς Ἐκκλησίας, ἀστραπαῖς ἀπομάκρυνον ὢν πρὸς Αὐτῶν, θαυμαστέ, δεήσεων ἐνθέρμων.

Εὐφημοῦντες τοὺς πόνους μαρτυρίου σου θείου, σεπτὲ Βασίλειε,οὒς ἔτλης δι᾽ ἀγάπην, Χριστοῦ, Ἱερομάρτυς, ἐκδεχόμεθα χάριν σου, ἵνα τοῦ βίου καλῶς, ἀνύσωμεν τὴν τρίβον.

Υπερεύχου τῶν πίστει προσκυνούντων λειψάνων τὴν χαριτόβρυτον, σορόν σοῦ νεομάρτυς, Βασίλειε, λευΐτα, τοῦ Ὑψίστου πανόσιε, ἣν ἔχει ὡς θησαυρόν, Χιλιοδένδρου κώμη.

Θεοτοκίον.
Λαμπηδὼν παρθενίας, Θεοτόκε, μὴ παύσῃ πιστοὺς φωτίζουσα, καθεύδοντας ἐν σκότει, παθῶν χαμαιζηλίας, Βασιλείου ἐντεύξεσι, τοῦ νεαυγοῦς ἀληθῶς, φανοῦ ἐν ἱερεῦσι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ πορφυρώσας, Χιλιοδένδρου τὴν χθόνα, σῶν αἱμάτων, Βασίλειε, ῥείθροις, πότισόν με Μάρτυς, τοῖς νάμασιν εὐχῶν σου.

Γῆθεν πρὸς ὕψος, ἕλκυσον θεῖον τοὺς πίστει, ἀνυμνοῦντας Βασίλειε, ἄθλους, τοὺς μαρτυρικούς σου, κλυτὲ Ἱερομάρτυς.

Ἔλέους πέμψον, ἡμῖν θεόθεν ῥανίδας, σαῖς πρεσβείαις, Βασίλειε Μάρτυς, πρὸς τὸν Ζωοδότην, πηγὴν τὴν τοῦ ἐλέους.

Θεοτοκίον.
Ἰδεὶν Υἱοῦ μου, μορφῆς τὸ ἄῤῥητον κάλλος, καταξίωσον, Θεογεννῆτορ, ὕμνοις καθ᾽ ἑκάστην, τοὺς μεγαλύνοντάς σε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων νέων εὖχος, ὁ καθυπομείνας, στεῤῥῶς βασάνους Βασίλειε, πρέσβευε, Χριστῷ ὑπὲρ τῶν τιμώντων, τὴν θείαν μνήμην σου.

Ἐξ ἐπηρείας πλάνου, δῦσαι τοὺς ἐκθύμως, ἀσπαζομένους σορὸν τῶν λειψάνων σου, τὴν χαριτόβρυτον μάρτυς, Χριστοῦ Βασίλειε.

Χριστοῦ ὁ ἀπολαύων, δόξης αἰωνίου, αὐτῆς ἡμᾶς καταξίωσον ἄθλους σου, τοὺς μεγαλύνοντας πόθῳ, σεπτὲ Βασίλειε.

Θεοτοκίον.
Μνημόνευε σῶν δούλων, Βασιλείου πόνους, τοῦ νεοάθλου ὑμνούντων ἑκάστοτε, εὐλογημένη παρθένε, Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἱερόαθλε θαυμαστέ, ἐν Χιλιοδένδρῳ ἀνυποίστους ὁ ὑποστὰς ὑπ᾽ ἐχθρῶν βασάνους, Βασίλειε Μαρτύρων, νεολαμπῶν σεμνότης καὶ ἀγαλλίαμα.

Χαίροις, Ἱερέων ἡ καλλονή, εὐκλεῶν Μαρτύρων ὁ ἀσύλητος θησαυρός, χαίροις, Καστορίας Χιλιοδένδρου εὖχος, καὶ σέμνωμα τὸ νέον, μάκαρ Βασίλειε.

Χαίροις, ὁ κακώσεις τῆς κεφαλῆς, γνάθου τὰς στρεβλώσεις καὶ σαρκίου τὸν μελισμὸν ὑπομείνας χαίρων, ἐν τοῖς ἐσχάτοις χρόνοις, Χριστοῦ ἱερομάρτυς, θεῖε Βασίλειε.

Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς, θήκην τῶν λειψάνων, Βασιλείου τοῦ εὐκλεοῦς, τοῦ Χιλιοδένδρου λευΐτου ὑπ’ ἀπίστων, χειρῶν τελειωθέντος, τὴν χαριτόβρυτον.

Ῥύου, νοσημάτων παντοδαπῶν, βλάβης τοῦ ἐχθίστου, καὶ κινδύνων τοὺς εὐλαβῶς, κατασπαζομένους λειψάνων σου τὴν θήκην, τὴν βρύουσαν ἰάσεις, πᾶσι Βασίλειε.

Φρούρει οὐρανόθεν Καστοριεῖς, σπεύδοντας ἐν πίστει, κατασπάσασθαι τὴν σορὸν σῶν χαριτοβρύτων, Βασίλειε λειψάνων, Ἱερομάρτυς πᾶσι, βλύζουσαν χάριτας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Καστορίας εὐάνδρου τιμαλφὲς σεμνολόγημα καὶ Χιλιοδένδρου τὸ νέον καὶ περίβλεπτον καύχημα, Βασίλειε, στεῤῥόφρον ἱερεῦ, Μαρτύρων νεοάθλων θησαυρέ, ἐπευλόγει τοὺς τιμῶντας τὴν ἱεράν σου μνήμην καὶ κραυγάζοντας· δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ προστάτην εὐσεβῶν
ἐν πᾶσι δείξαντι.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δένδρου πίστεως ἕρνος πανευθαλέστατον, Ἱερομάρτυς γενναῖε Χιλιοδένδρου χερσίν, ἀνοσίοις ὁ κτανθείς, σεπτὲ Βασίλειε, οὗπερ ἐνέπλησε Χριστός, εὐωδίας μυστικῆς τὰ λείψανα, ἐκδυσώπει, Αὐτὸν ὑπὲρ τῶν τιμώντων, τὴν μακαρίαν σου ἐνάθλησιν.

Ἕτερον. Ὅμοιον.
Ἰερέων Μαρτύρων σεπτὸν καλλώπισμα, Χιλιοδένδρου κοσμῆτορ, ὁ μαρτυρήσας στεῤῥῶς, ὑπ᾽ ἀπίστων δι᾽ ἀγάπην τοῦ Κυρίου σου, θείαν λειψάνων σου σορόν, τοῦ πληρώσαντος σαφῶς, Βασίλειε εὐωδίας, Αὐτὸν δυσώπει ἀπαύστως, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

Ἕτερον. Ὅμοιον.
Βιοτήν σου ὁσίαν καὶ πίστιν ἔνθερμον, Ἱερομάρτυς γενναῖε, ἰδόντες ἄγαρ υἱοί, κατὰ σοῦ ἀνηλεῶς, μάκαρ ἐπέδραμον, Χιλοδένδρου Ἱερεῦ, καὶ ἀνῆλόν σε στυγνῶς, Βασίλειε ὁ θεόθεν, τοὺς σοὺς ἱκέτας ἰθύνων, πρὸς Βασιλείαν τὴν οὐράνιον.

Ἔκτενῆς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας καταξίωσον τυχεῖν, Βασιλείας Ἄνω τοὺς πίστει, ἀνευφημοῦντας λαμπρῶς, ἄθλους σου Βασίλειε, δι’ ὧν ἐπέτυχες, κατιδεῖν κάλλος ἄῤῥητον, τοῦ Παμβασίλεως, τῆς μορφῆς νεόαθλε περιφανέστατε, θείων λειτουργὲ μυστηρίων, ὁ νῦν προσεδρεύων τῷ Ἄνῳ, θυσιαστηρίῳ ἱερώτατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Βασίλειε, Σεραφεὶμ οὐρανῶν πλήρου
χαρᾶς τιμῶντά σε, Χαραλάμπης ψάλλει.

Πηγή