Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Βησσαρίωνα Αρχιεπίσκοπο Λάρισης
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Βησσαρίωνος Αρχιεπισκόπου Λαρίσης του Θαυματουργού
Ποίημα Αρχιμανδρίτου ᾿Ιωσήφ
† Εορτάζεται στις 15 Σεπτεμβρίου
Κτίτορος τῆς Ἰερᾶς καὶ Περιωνύμου Μονής τοῦ Σωτήρος Χριστοῦ τῶν Μεγάλων Πυλών τῆς Κοινότερον καλούμενης Δουσίκου.
Κανὼν Παρακλητικὸς ψαλλόμενος μετὰ τῆς ἁγίας Κάρας πρὸς τὸν ἅγιον Βησσαρίωνα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Tῷ τοῦ Χριστοῦ ἱερομύστη προσδράμωμεν, οἱ ἐν νόσοις χαλεπαῖς κατακείμενοι, ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε βοήθησον, Βησσαρίων θεόφρον, σπεῦσον ἐξελοῦ ἡμᾶς τῆς δεινῆς ἀσθενείας, μη ἀποστρέψης ὑγιείας κενοὺς, τοὺς προσκυνοῦντας τὴν πάνσεπτον Κάραν σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νόσω συνεχόμενος χαλεπῇ, πρός σε καταφεύγω, τὴν ὑγιείαν ἐπιζητῶν, ὦ πάτερ θεόφρον Βησσαρίων, ὀξύς μοι νῦν ἰατρὸς ἐπιφάνηθι.
Πειρασμὼν κλονοῦσί με προσβολαὶ, δεινῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχὴν, γαλήνην παράσχου Βησσαρίων, τῇ θείᾳ Κάρᾳ σου, πίστει προστρέχοντι.
Χριστὸν τὸν Σωτῆρα Πάτερ σοφὲ, δυσώπει ἀπαύστως, λυτρωθῆναί με τῶν κακῶν, σοὶ γὰρ νῦν προσφεύγω Βησσαρίων, πνεῦμα ἀνατείνω καὶ διάνοιαν.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχὴν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρά σου, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Σὺ τὸ στερέωμα.
Σὺ ἡμῶν βοήθεια, ὦ Βησσαρίων μακάριε, σὺ ἰατρὸς, παθῶν ἀνιάτων, καὶ δεινῶν ἀπολύτρωσιν.
Κάρα σου ἡ πάνσεπτος, πηγάζει χύδην τὰ θαύματα, πᾶσι πιστοῖς, τοῖς προσκαλουμένοις, εἰς παθῶν ἀπολύτρωσιν.
Ξένα καὶ παράδοξα, βλύζουσι θαύματα ἕνδοξε, Κάρας ἐκ σῆς, τοῖς πιστῶς αἰτοῦσι τὴν θερμήν σου ἀντίληψιν.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σοῦ Πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεὶνῶν περιστάσεων.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους σου Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εὶς σὲ καταφεύγομεν, τὴν Κάραν σου προσκυνοῦντες ἐκ πόθου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Νοσοῦντας ἡμᾶς, καὶ πίστει καταφεύγοντας, πρὸς σκέπην τὴν σὴν Βησσαρίων μακάριε, ἴασαι τάχος δεόμεθα, ὡς ἰατρὸς πανάριστος· καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐκ πόθου τὴν Κάρα σου γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς θορύβους τοῦ βίου μου, Ἰεράρχα κόπασον ταῖς πρεσβείαις σου, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς καὶ τοῦ σαρκίου μου.
Ὁ Χριστὸς ὃν ἐπόθησας, καὶ δι᾿ ὃν ἡγήσω πᾶντα ὡς σκύβαλα, κεφαλὴν σὴν ἐδωρήσατο, τοῖς νοσοῦσι μέγα παραμύθιον.
Ἀπολαῦνοντες πάντοτε, Βησσαρίων πάτερ τῶν δωρημάτων σου, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε εὐεπήκοον.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, Βησσαρίων τὴν ἐμὴν ψυχὴν βεβυθισμένην ἐν περιστάσεσι, καὶ ἐπιφοραῖς, ὦ ἀνιαραῖς κινδυνεύουσαν.
Λύτρωσε ἡμᾶς ἐκ κινδύνων Βησσαρίων σοφὲ, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, καὶ δυσώπει ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν Θεόν.
Παῦσον τὴν δεινήν, τῆς ἐμῆς ψυχῆς ἀσϑένειαν, ἐν κατανύξῃ θερμῇ δέομαι, ὦ Βησσαρίων ἱεράρχα Παμμακάριστε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σῇ σεπτῇ κεφαλῇ, θεόθεν χάριν ἐδέξατο, ἰᾶσθαι πάθημα βροτῶν, ἐλαύνειν τε δαίμονας, λοιμῷ συσχεθέντας τε, τῷ πανώλει τάχος, ἐξαιρεῖσθαι Παμμακάριστε.
Ἐβίωσας ἐπὶ γῆς ὡς ἄσαρκος Παναοίδημε, ἰσάγγελον δὲ τιμὴν, Χριστός σοι δεδωρηται· διὸ καὶ ἡ Κάρα σου, πηγάζει ὡς κρήνη τοῖς νοσοῦσι τὰ ιἁματα.
Ἡ Λάρισσα ἐπί σοι, ἐν δίκῃ Μάκαρ ἀβρύνεται Δουσίκου δὲ σῇ μονῇ, δικαίως ἀγάλλεται, τὴν πάντιμον ἔχουσα, Κεφαλήν σου Πάτερ θησαυρὸν ὥσπερ πολύτιμον.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή· καὶ τύχοιμεν Πάναγνε τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, τὴν Κάραν σου προσκυνοῦτες ὲκ πόθου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἐπιφάνης σήμερον.
Κατανύξει κράξωμεν καὶ θερμὴ πίστει, Βησσαρίων ἅγιε, ἐκ τοῦ δεινοῦ λοιμοῦ ἡμᾶς, καὶ πάσης νόσου ἐκλύτρωσαι, τοὺς προσκυνοῦντας τὴν ἔνδοξον Κάραν σου.
Καὶ εὐθὺς τὸ προκείμενον,
Τὸ στόμα μου λαλήσει σοφίαν.
Στίχος. Ἀκούσατε ταῦτα πᾶντα τὰ ἔθνη.
Εὐαγγέλιον.
Ἐκ του κατᾶ Λουκᾶν.
(Κεφ. στ’. 17 – 22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ψυχῇ τε καὶ σώματι, νοσοῦντες δεῦτε ἐν πίστει, νῦν κατασπαζόμενοι ἁγιάσθητε νόσους γὰρ παύεται, δαίμονας ἐλαύνει, καὶ ψυχῆς ἰᾶται πταίσματα· καὶ γὰρ ἐδέξατο, χύδην ἐκ Κυρίου τὰς χάριτας, Βησσαρίων ὁ μέγιστος, ζήσας ἐπὶ γῆς ὡσπὲρ ἄσαρκος· σημεῖα δὲ ταῦτα, τὰ θαύματα, καὶ Κάρα ἡ σεπτὴ, ἧν προσκυνοῦντες δεόμεθα σῷσον ἡμᾶς Κύριε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶ Ἁγίῳ τεμένει, ἐν ᾧ σῶμα τὸ θεῖον σοῦ κατατέθειται, προστρέχων πᾶς τοῖς πίστει, εὐμοιρεῖ ἰαμάτων, καὶ κραυγάζει γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾮ θαῦμα πῶς τῷ τάφῳ, ἀπεκρύβη ἡ Κάρα σου Βησσαρίων σοφέ, ἡνίκα τὴν σορόν σου, τὴς πίστεως ὀ ξένος, κατεσύλει ὀ ἄθλιος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς καλὴ ὡς εὐώδης, Βησσαρίων παμμάκαρ, ὡς χαριτόβρυτος, ἡ Κάρα σου τυνχάνει, διὸ καὶ εὐχαρίστως, γεγηθότες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὅλβον σὲ ἰαμάτων καὶ πηγὴν εὐσπλαχνίας καὶ ἁγιότητος, καὶ τεῖχος σωτηρίας, ἢ νοσούντων τε ὑγιείαν, ἐπιστάμενοι κράζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ασθενείας, καὶ ψυχῶν ἀῤῥωστείας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τὴν σκέπη, σὸυ τῇ θείᾳ, θεραπεύειν ἀξίωσον· ἡ τὸν Σωτῆρα Χριστόν, ἡμιν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐκ λοιμοῦ τε, καὶ πάσης ἄλλης ἀνάγκης, συσχεϑέντας πάτερ Βησσαρίων, φύλαττε καὶ σῷζε, θερμή σου προστασίᾳ.
Τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ ζητοῦντας, εἰς ἴασιν τὴν σὴν Κάραν θεόφρον, φύλαττε και σκέπε, εἰς πάντας τοὺς αἰῶνας.
Τᾶς ἀμπελώνων, τε καὶ ἀγρῶν ἀφορίας, νόσους τε βοσκημάτων ἀλόγων, ἄλθανον θεόφρον, εὐχαῖς σου εὐσπροδέκτοις.
Θεοτοκίον.
Τῶν πειρασμῶν συ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλλας σὺν Θετταλίᾳ, πέδον τε Βλαχίας, Ἡπείρου τόπος τὴν Κάραν ὑμνήσατε, τοῦ Βησσαρίωνος θείαν καὶ χαριτόβρυτον
Πηγάζει γὰρ ὡς κρήνη, θαύματα τοῖς πόθω, προσκαλουμένοις αὐτὴν καὶ ἐκ πίστεως, καὶ διασώζει ἐκ πάσης, βλάβης καὶ θλίψεως.
Τοὺς πόθῳ προσκυνοῦτας, τὴν σεπτήν σου Κάραν, καὶ τὴν σὴν μνήμην φαιδρῶς ἑορτάζοντας, πατὴρ ἡμῶν Βησσαρίων, πάντας ἐὐλογησον.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρϑένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὁ τῆς Λαρισσαίων μέγας ποιμήν, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ὁδηγός, Βησσαρίων πάτερ, παμμάκαρ ἱεράρχα ἡμῶν τῶν σὲ τιμώντων ἀεὶ μνημόνευε.
Κάραν σου τῆν θείαν ὡς θησαυρὸν, ἀσυλον πλὸυτοῦσα, Βησσαρίων ἡ σῇ Μονῇ, χαῖρει καυχωμένη καὶ σὲ ἀεὶ δοξάζει, τὸν ῥεῖθρα ἰαμάτων, ἀναπηγάζοντα.
Δέησιν προσάγαγε τῷ Θεῷ, Βησσαριὼν πάτερ, ὑπὲρ τέκνων τῶν σῶν σόφε, τῶν τὴν θείαν Κάραν, τὴν σὴν ἐπιζητούντων, και εὐλογίαν δίδου τούτοις καὶ ἔλεος.
Πὰς ὁ τῶν Ὁσίων θεῖος χορὸς, καὶ Ἀρχίερεων Βησσαρίων στίφος σεπτὸν, θεῖόν σου τὸ Πνεῦμα, ἐδέξαντο σὺν πᾶση, χαρᾷ ἐν τοῖς ὑψίστοις, ὡς τούτων σύσκηνον.
Τάγμασι τοῖς ἄνω συμπαρεστὼς, θρόνῳ της Τριάδος, καὶ σὺν στίφει Ἱεραρχῶν, καὶ χοροῖς Ὁσίων, θεόφρον Βησσαρίων, μνημόνευε τελούντων ἡμῶν τὴν μνήμην σου.
Βησσαρίων πάτερ θαυματουργὲ ῥύου σοὺς ἱκέτας, ἐκ λιμοῦ τε καὶ τοῦ λοιμοῦ, πληγῆς τε ἀκρίδος, καὶ τελευτῆς τῶν ζώων, καὶ πάσης ἄλλης βλάβης ταῖς ἱκεσίαις σου.
Αἴγλης ἐμφορούμενοι τριλαμποῦς, ἐν μεθέξει θείᾳ, Βησσαρίων σὺν τῷ σοφῷ, Ἀχιλλείῳ ἄμα, καὶ τῷ Οἰκουμενίῳ, ἀκτίνα φωτοφόρον ἡμῖν ἐκπέμψατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Tῷ τοῦ Χριστοῦ ἱερομύστη προσδράμωμεν, οἱ ἐν νόσοις χαλεπαῖς κατακείμενοι, ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε βοήθησον, Βησσαρίων θεόφρον, σπεῦσον ἐξελοῦ ἡμᾶς τῆς δεινῆς ἀσθενείας, μη ἀποστρέψης ὑγιείας κενοὺς, τοὺς προσκυνοῦντας τὴν πάνσεπτον Κάραν σου.
Ψάλλομὲν δ’ἐντέλει καὶ τὸ παρὸν Τροπᾶριον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σὸυ φύλαττε Πάτερ θεόφρον Βησσαρίων, ἵνα προσκυνῶμέν σου, κεφαλὴν τὴν χαριτόβρυτον.
Τροπάρια εἰς τὸν ἁγιασμόν.
Τοὺς τὴν Κάραν σου τὴν θείαν προσκυνοῦντας, καὶ τιμῶντας αὐτὴν μετὰ πίστεως, πάσης ἀνάγκης, Βησσαρίων λύτρωσαι.
Ἕτερον.
Προσκυνοῦμεν καὶ τιμῶμεν Βησσαρίων, τὴν σεπτή σου Κάραν καὶ τρισόλβιον, λοιμὸν γὰρ παύει τοῦ Χριστοῦ τῇ χάριτι.
Ἕτερον.
Οἱ ἐν νόσοις κατακείμενοι ἀθλίως, τῆς πανσέπτου Βησσαρίων κάρας σου, μόνη τῇ ψαύσει, τὴν ῤῶσιν λαμβάνουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Βησσαρίωνος Αρχιεπισκόπου Λαρίσης του Θαυματουργού
Ποίημα Γεωργίου Αποστολάκη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀρχιεπίσκοπον Λαρίσσης τὸν μέγαν, καὶ τῶν Τρικκαίων κραταιὸν πολιοῦχον, Ἱεραρχῶν τὸ πάνσεπτον ὑπόδειγμα· πάντες ἱκετεύσωμεν, Βησσαρίωνα θεῖον, πόθῳ ἐξαιτούμενοι, καὶ πιστῶς ἐκβοῶντες· τοὺς καταφεύγοντας σῷ τῷ ναῷ, σκέπασον Πάτερ, ὡς χάριν δεξάμενος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δός μοι σὴν εὐχὴν ἅγιε Βησσαρίων. Γεωργ(ίου).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δρομαῖος προστρέχω τῷ σῷ ναῷ, θεόληπτε Πάτερ, ὥσπερ τέκνον τῇ πατρικῇ, οἰκίᾳ αἰτούμενος τὴν ζῶσαν, καὶ σωστικήν σου εὐχὴν χαριτότευκτε.
Οὐσίαις κατέστης ταῖς νοεραῖς, ἰσότιμος πάνυ, ὧν τῇ φύσει σου χοϊκός, νηστείᾳ εὐχῇ καὶ ἀγρυπνίᾳ, ὧνπερ τὸν πόθον ἡμῖν πᾶσιν ἄναψον.
Σωτῆρος ὡς μύστης ὁ ἀληθής, Ἁγίᾳ Τριάδι, νῦν παρίστασαι Ἱερέ, κατέχων μεγίστην παῤῥησίαν, ὑπὲρ τῆς Τρίκκης ἀεὶ προσδεόμενος.
Θεοτοκίον.
Μαρία παρθένε Μῆτερ Θεοῦ, σὺν τῷ θειοτάτῳ, Βησσαρίωνι σὸν Υἱόν, διὰ τοὺς βροτείους σταυρωθέντα, συνεξιλάσασθε ὅτι ἡμάρτομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἰκτιρμοὺς οὐρανόθεν, ὡς συμπαθὴς δώρησαι, τοῖς συνεχομένοις πικρίᾳ, ἐκ τῶν τεκνίων σου, ὅτι προστρέχουσι, τῷ σῷ τεμένει ἐν πίστει, Βησσαρίων ὅσιε, καὶ θαυματόβρυτε.
Ἱλαστήριον μέγα, ἡ σὴ εὐχὴ γένοιτο, τοῖς ἐξαιτουμένοις ἐν πόθῳ, πρὸ τῆς εἰκόνος σου, καὶ ἀπολύτρωσις, ἐκ τῶν παθῶν καὶ σκανδάλων, ἡ σεπτὴ πρεσβεία σου, Πάτερ πρὸς Κύριον.
Συμπαθὴς ἐλεήμων, καὶ ἰατρὸς ἄμισθος, ἐνθέου ἀγάπης ταμεῖον, λύπης παρήγορος, καὶ πολυτίμητον, τῶν ἀρετῶν ἐκμαγεῖον, Βησσαρίων ἄριστε, πᾶσι παρίστασαι.
Θεοτοκίον.
Ἡ ἐκ τῆς γῆς τεταμένη, πρὸς τὸν Χριστὸν ἄϋλος, κλῖμαξ ἡ τὰ πρὶν διεστῶτα, πάλιν ἑνώσασα, τῇ γῇ συνάψασα, τὸν οὐρανὸν καὶ Ἀγγέλους, τοῖς βροτοῖς συμμίξασα, χαῖρε Θεόνυμφε.
Διάσωσον, τοῦ Ἰησοῦ ἐνθεώτατε Ἱεράρχα, ἀπὸ πάσης λύπης, ἀνάγκης καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει τῷ σῷ τεμένει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πτωχοῖς συμπαθής, καί ἀσθενοῦσιν ἴαμα, ἐδείχθης σοφέ, τὸ σὸν ποιμαίνων ποίμνιον, καὶ νῦν Πάτερ παρίστασαι, ἀρωγὸς Τρικκαέων ὁ ἄγρυπνος, ἔτι Σταγῶν καὶ Πύλης ὁ φρουρός, ὑπάρχεις καὶ πρέσβυς δραστικώτατος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοημάτων τὰ κύματα, τὰ παρὰ βελίαρ νοῒ πεμπόμενα, ἀποπέμπειν ἐνδυνάμωσον, τοὺς καταφυγόντας ταῖς πρεσβείαις σου.
Ἐπιβλέπων τὴν πόλιν σου, μὴ ἐλλίπῃς σπεύδων σεπτὲ ταχύτατα, τοῖς αἰτοῦσι σὴν βοήθειαν, πάλαι ὡς ἀόκνως Πάτερ ἔπραττες.
Ἐκτακεὶς τοῦ ποιμνίου σου, τῇ ἀγάπῃ ὥσπερ κηρὸς φιλάνθρωπε, τῷ Κυρίῳ εὐαρέστησας, ἐπισκόπων δεῖγμα καθιστάμενος.
Θεοτοκίον.
Χριστοκήρυκα Ὅσιον, μετὰ σοῦ παράλαβε Μῆτερ πάναγνε, Βησσαρίωνα συμπρέσβυν σου, καὶ ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευσον.
ᾨδὴ ε΄. Φώτιστον ἡμᾶς.
Ἦμαρ νοητόν, μετανοίας δὸς τοῖς τέκνοις σου, ἁμαρτίας ἐκ σαρκὸς ἀποστροφήν, ἐμφυτεύων Βησσαρίων τῷ θελήματι.
Νάματα ἡμῖν, οὐρανόθεν σὺ ἐπόμβρισον, ὡς πληρούμενος ἐνθέου γλυκασμοῦ, καὶ γαλήνην σταθηρὰν παράσχου Ἅγιε.
Ἄγγελος ἐν γῇ, πενομένοις ἦσθα Ἅγιε, καὶ ταχὺς τοῖς ἀσθενοῦσιν ἰατρός· διὸ σπεῦσον καὶ ἰάτρευσον τὸ πάθος μου.
Θεοτοκίον.
Γένος τῶν βροτῶν, ἐξαιτεῖται μεσιτείαν σου, καὶ πρεσβείαν Θεοτόκε ἀγαθή, ὅτι ἵστασαι Χριστοῦ θρόνῳ ἐγγύτατα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάματα, Βησσαρίων πηγάζεις, θεραπεύων ἀσθενείας ποικίλας, καὶ ἀποτρέπεις πνευμάτων τοῦ σκότους, τὰς ἐπηρείας ταχύτατα πάνσοφε· διὸ παράσχου νῦν ἡμῖν, ἐκ φθορᾶς καὶ δεινῶν ἀπολύτρωσιν.
Εἰκόνα σου, τὴν σεπτὴν προσκυνοῦμεν, προσφοιτῶντες τῷ ἁγίῳ σου οἴκῳ, καὶ ἀντιλήπτορα πόλεως ταύτης, τῆς τῶν Τρικκαίων καλοῦμέν σε Ἅγιε· ἐπόπτης γὰρ ὁ ἀσφαλής, Βησσαρίων τρισμάκαρ παρίστασαι.
Βοήθεια, ἀσθενῶν ἐντυγχάνει, καὶ προμήθεια πενήτων μεγίστη, ἡ ῥοδοβόλος σῇ πάνσεπτος Κάρα, ἣν τοῦ Δουσίκου Μονὴ ἡ περίβλεπτος, κατέχει ὥσπερ θησαυρόν, ἱεράρχα Κυρίου πανάγιε.
Θεοτοκίον.
Ἡ ἄψευστος, προστασία καὶ σκέπη, σὺ ὑπάρχεις Παναγία παρθένε, καταφυγὴ καὶ ἀντίληψις θεία, ἡ δωρεὰν ἐλεοῦσα τοὺς δούλους σου· πρεσβεύεις γὰρ ὑπὲρ αὐτῶν, σὺν θειοτάτῳ πατρὶ Βησσαρίωνι.
Διάσωσον, τοῦ Ἰησοῦ ἐνθεώτατε Ἱεράρχα, ἀπὸ πάσης λύπης, ἀνάγκης καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει τῷ σῷ τεμένει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς πολιοῦχον τιμῶσά σε Ἅγιε, τῶν Τρικκαέων ἡ πόλις γεραίρει σε, καὶ ἐγκαυχᾶται θερμῇ ἀντιλήψει σου, περικαλλὲς ἀνεγείρασα τέμενος· λαοῦ γὰρ ὑπάρχεις τὸ στήριγμα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς• ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄξιος διάδοχος, τοῦ Ἀχιλλείου Λαρίσσης, Βησσαρίων γέγονας, τοῦ λαοῦ προστάτα ἱλαρώτατε, καὶ σεπτὸς ἔκγονος, τοῦ Οἰκουμενίου, κατεδείχθης ἱερώτατε, καὶ νέμεις ἅπασι, χάριτας ἰάσεις καὶ ἔλεος, ναῷ σου τοῖς προσφεύγουσι, καὶ ἐξαιτουμένοις πρεσβείας σου· ὅθεν ἐκδυσώπει, μετὰ τοῦ Γεωργίου ἀθλητοῦ, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον, Χριστὸν πανσεβάσμιε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκευωρίας καὶ φθόνου, ἃς ὁ πλάνος τεκταίνει ἡμῖν, ἐξάλειψον, καὶ τὰς συκοφαντίας, διάλυσον ἀνθρώπων, λογισμὸν συγχωρήσεως, ἐν ταῖς καρδίαις ἡμῶν, ἐμβάλλων Βησσαρίων.
Σωτηρίας αἰτίαν, σὴν εὐχὴν Βησσαρίων, πιστοὶ γινώσκουσι· διὸ καὶ ἐξαιτοῦνται, ἱκέτευσον Δεσπότην, ἵνα ἵλεως γένηται, καὶ συγχωρήσῃ ἡμῖν, πταισμάτων τὰς σωρείας.
Ἀναβῆναι παμμάκαρ, εἰς Δουσίκου σεμνεῖον, ἐμὲ ἀξίωσον, σὴν κάραν προσκυνῆσαι, καὶ πόθῳ ἐξυμνῆσαι, μύρον ῥόδου τὴν βλύζουσαν, ὅτι Τριάδος τερπνόν, κατέστης τὸ ταμεῖον.
Θεοτοκίον.
Ῥωστικαῖς σου πρεσβείαις, τὰς καρδίας Παρθένε, εἰρήνης ἔμπλησον, καί δώρησον ταχεῖαν, παράκλησιν τοῖς οὖσι, ἐν πικρίαις καὶ θλίψεσιν, ὅτι τυγχάνεις Ἁγνή, χαρὰ τῶν τεθλιμμένων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱεραρχίας, ἁγιωνύμου τὸ κλέος, Βησσαρίων ἀνεδείχθης ἐν Τρίκκῃ, τοῦ Οἰκουμενίου τοῖς ἴχνεσι βαδίσας.
Ὡς πολιοῦχον, καὶ ἀπροσμάχητον τεῖχος, σὲ ὑμνοῦσι Τρικκαέων οἱ δῆμοι, καὶ ἀξιοχρέως, ναὸν ἐδόμησάν σοι.
Ναμάτων θείων, καὶ μυστικῶν δωρημάτων, ἡ εὐχή σου πηγὴ Πάτερ πέλει, τοῖς προσευχομένοις, ἐν πίστει ἀκλονήτῳ.
Θεοτοκίον.
Γαλουχηθέντα, ἐκ σῶν μαστῶν Θεοτόκε, τὸν Δεσπότην καὶ σύμπαντος Κτίστην, Κόρη ἐκδυσώπει, ὑπὲρ ἡμῶν ἁπάντων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπίκουρος μὴ παύσῃ, εἶναι τοῖς Τρικκαίοις, τοῖς προσκειμένοις θερμῶς τῇ σῇ χάριτι, καὶ τῷ ναῷ σου φοιτῶσι, Πάτερ τρισόλβιε.
ᾨδαῖς ὕμνοις καὶ λόγοις, ἅπας ὁ λαός σου, φαιδρῶς τιμᾷ Βησσαρίων τὴν μνήμην σου, ὅτι ποιμένων τυγχάνεις, αὐτοῦ ὁ πρώτιστος.
Ῥυσθῆναι τὴν σὴν πόλιν, πρέσβευε Κυρίῳ, πάσης φθορᾶς Βησσαρίων πανεύφημε, καὶ τὸν Ποιμένα ἀκμαῖον, αὐτῆς συντήρησον.
Θεοτοκίον.
Γεραίρω σε Κυρία, σὺν τῷ πολιούχῳ, τῷ σεβασμίῳ πατρὶ Βησσαρίωνι, καὶ σὸν Υἱὸν ὀρθοδόξως, ὑμνοῦμεν Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ ἀέναος ποταμός, ὁ τὴν Θετταλίαν, καταρδεύων πνευματικῶς· χαίροις τοῦ Δουσίκου, ὁ κτίτωρ καὶ προστάτης, μεγάλε Βησσαρίων, ἔνθεε ἄνθρωπε.
Ἔχοντες σὴν κάραν τὴν ἱεράν, τὴν μυροβολοῦσαν, ὥσπερ ῥόδον εὐωδικόν, ἅπας ὁ λαός σου, ἐν ὥρᾳ τοῦ κινδύνου, προσφεύγει καὶ αἰτεῖται, σοῦ τὴν βοήθειαν.
Βίον σου τὸν ἔνθεον ἐξυμνῶ, καὶ ὁσιακόν σου, τέλος ᾄδω ἀνεπαρκῶς· φθίνουσι γὰρ λόγοι, ἐνώπιον σῆς δόξης, τρισμάκαρ Βησσαρίων, ἄνθος θεόσπαρτον.
Τοῦτον τὸν ναόν σου τὸν ἱερόν, Βησσαρίων δεῖξον, ἰατρεῖον πνευματικόν, νόσων θεραπείας, ἐκβλύζοντα ἀφθόνως, τοῖς πίστει ἐκζητοῦσιν, εὐχάς σου Ἅγιε.
Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ Μονὴ Δουσίκου, τὴν σὴν κάραν Πάτερ σεπτέ· χαίρει καὶ ἡ Τρίκκη, κατέχουσα ναόν σου, σὴ χάρις ἔνθα νέμει, πᾶσι παράκλησιν.
Χαίροις τῶν πενήτων ὁ ἀρωγός, ἰατρὸς νοσούντων, καὶ προστάτης τῶν ὀρφανῶν· χαίροις τεθλιμμένων, ἀνάψυξις ταχεῖα, καὶ τῶν ἐλεημόνων, πρέσβυς πρὸς Κύριον.
Σὺν τῷ Γεωργίῳ τῷ ἀθλητῇ, σεπτῇ Εὐφημίᾳ, Γρηγορίῳ θαυματουργῷ, τῷ τε Ἀλεξίῳ, καὶ σὺν τῷ Πρωτοκλήτῳ, μεγάλε Βησσαρίων, Χριστὸν ἱλέωσαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, ἥν σοι ψάλλομεν ᾠδήν, δέξαι εὐτελέστατον ὕμνον, Πάτερ τρισόλβιε, Τρίκκης περιτείχισμα, καὶ τῶν Σταγῶν ἀρωγέ, καὶ Δεσπότην ἱκέτευε, ἵλεων γενέσθαι, καὶ λυτροῦσθαι ἅπαντας, οἰκτρᾶς κολάσεως· χάριν γὰρ δεξάμενος θείαν, ἔχεις παῤῥησίαν μεγίστην, ὅτι εὐηρέστησας τὸν Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Σῆς ἀγάπης πελάγους σταγόνα μοι δός,
Βησσαρίων, Τρικκαίων ἡ βεβαία ἰσχύς