Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Βλάσιο Επίσκοπο Σεβαστείας τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 11 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ῇρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης καί κλεινός Ἀθλοφόρος, καί πεπλησμένος οὐρανίων χαρίτων, Ἱερομάρτυς Βλάσιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἀλγηδόνος καί λύπης, καί παντοίων θλίψεων, καί δεινῶν νοσημάτων, καί εὐπραγίαν δίδου ἐν παντί, τοῖς προσιοῦσι θερμῶς τῆ πρεσβεία σου.
Δόξα. Ὂμοιον.
Τόν ἀθλοφόρον τοῦ Χριστοῦ Ἱεράρχην, καί ἀθλητήν παναληθῆ τοῦ Σωτῆρος, καί ἰατρόν πανάριστον τῶν νόσων, ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν πρός αὑτόν ἐκβοῶντες, πρόφθασον καί λύτρωσαι ψυχικῆς ἀρρωστίας, τῆς ἀφορήτου, ἶνα Σε ἀεί, ὡς εὐεργέτην γεραίρωμεν Βλάσιε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γας δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Βλάσιε σκέπε τούς σούς ἱκέτας. Γερασίμου.
Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία Δόξα και Νῦν.
ᾨδῇ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Βιαίας ἀπᾴσῃς ἐπιφοράς, παντοίων ἐν βίῳ, συμπτωμάτων καί πειρασμῶν, ἀπάλλαξον Βλάσιε παμμάκαρ, τούς ἀδιστάκτῳ ψυχή προσιόντας σοι.
Λαμπρότητι Πάτερ τῶν σῶν εὐχῶν, παθῶν τό ζοφῶδες, διασκέδασον ἐξ ἡμῶν, καί ῥῶσιν καί χάριν καί ὑγείαν, δίδου ἡμῖν τοῖς τιμῶσι σε Βλάσιε.
Ἀπαύστως παρέχων τάς δωρεάς, πλουσία χειρί σου, Πάτερ Βλάσιε τοῖς πιστοῖς, προστάτης καί μέγας ἀντιλήπτωρ, καί ἀρωγός ἡμῶν ὤφθης θερμότατος.
Θεοτοκίον.
Σωτῆρα τοῦ κόσμου καί Λυτρωτήν, τεκοῦσα Παρθένε, τόν τῶν ὅλων Δημιουργόν, πάσης ἡμᾶς λύτρωσαι ἀνάγκης, καί ἀληθοῦς σωτηρίας ἀξίωσον.
ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων τήν χάριν, βλύζων ἀεί Βλάσιε, παύεις χαλεπάς ἀσθενείας, τῶν προσιόντων σοι˙ διό θεράπευσον, τήν ἀσθενοῦσαν ψυχήν μου, καί τόν πόνον κούφισον, τόν τῆς καρδίας μου.
Ἐν τῷ Θείω ναῶ σου, πίστει θερμή, σπεύδοντες, τήν σήν σωστικήν ἐξαιτοῦμεν, Πάτερ βοήθειαν, ἤν δίδου πάντοτε, ἡμῖν ἐν πάσῃ ἀνάγκη, Βλάσιε μακάριε, ὡς συμπαθέστατος.
Συμπαθώς τάς δεήσεις, δέξου ἡμῶν Ἅγιε, οἵα μιμητής Ἱεράρχα, τοῦ Πανοικτίρμονος, καί πάσης θλίψεως, καί συμφορᾶς καί ἀνάγκης, ἀβλαβεῖς διάσῳζε, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Καταφύγιον κόσμου, Χριστιανῶν στήριγμα, Κεχαριτωμένη Παρθένε, τούς καταφεύγοντας, ὑπό τήν σκέπην σου, ἐπηρειῶν τοῦ Βελίαρ, καί πάσης κακώσεως, ἀτρώτους φύλαττε.
Διάσωσον, Ἱερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τούς ἐν πίστει τῆ σή πρεσβεία προστρέχοντας, ἐκ πάσης νόσου καί θλίψεως καί ἀνάγκης.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, ἐδείχθης Πάτερ Βλάσιε, τοῖς πίστει θερμῇ προστρέχουσι τῆ σκέπη σου, κινδύνων ἐκλυτρούμενος καί παντοίων ἐν βίῳ κακώσεων, διά τοῦτο βοῷμεν σοι. Ἡμῶν τάς αἰτήσεις πλήρου πάντοτε.
ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Ἐνεργῶν ἐν τοῖς θαύμασι, πάθη θεραπεύεις Πάτερ ἀνίατα, καί παρέχεις τά αἰτήματα, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Πάσης βλάβης ἀπάλλαξον, καί ὀργῆς καί λύπης γεννώσης θάνατον, τούς καλοῦντας εἰς βοήθειαν, Βλάσιε παμμάκαρ τό σόν ὄνομα.
Ἐμφανής πέλει ἅπασιν, ἡ σωτηριώδης σου χάρις Βλάσιε, δωρεάν πᾶσι παρέχουσα, τῆς σής προστασίας τά γνωρίσματα.
Τῷ ἁγίῳ τεμένει σου, Πάτερ προσιόντες ἀεί καρπούμεθα, τῆς εὐνοίας σου τάς χάριτας, καί τά σά κηρύττομεν θαυμάσια.
Θεοτοκίον.
Ὀλοτρόπως δεδούλωμαι, πάσῃ ἁμαρτία ὁ ασυνείδητος˙ ἀλλά σύ με ἀνακάλεσαι, πρός εἰλικρινῆ Κόρη μετάνοιαν.
ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ παθών μακάριε, πρός ὑψώσεις οὐρανίων ἀρετῶν, ἱεραῖς σου πρός Ὕψιστον δεήσεσι.
Σκέπη ἀσφαλής, βοηθός καί καταφύγιον, ἔσω πάντοτε ἡμῖν θαυματουργέ, τοῖς προστρέχουσι τῆ θεία ἀντιλήψει σου.
Ὅρμος νοητός, ὁ ναός σου ὤφθη Βλάσιε, ὦ προστρέχοντες κυμάτων χαλεπῶν, τῶν τοῦ βίου περιστάσεων λυτρούμεθα.
Θεοτοκίον.
Ὕπουλον ἐχθρόν, δολερώς μοι ἐπερχόμενον, κατασύντριψον τῆ σή ἐπισκοπή, Θεοτόκε σωτηρία μου καί λύτρωσις.
ᾨδῇ στ΄. Τήν δέησιν.
Σωμάτων καί τῶν ψυχῶν ἰατῆρα, ὁ τῶν ὅλων σε ἀνέδειξε Κτίστης, θαυματουργέ ἱερώτατε Πάτερ˙ ὅθεν ἡμῶν τά δεινά πάθη ἴασαι, καί ἄφεσιν ἁμαρτιῶν, τόν Χριστόν ἡμῖν δοῦναι ἱκέτευε.
Ἰάσεις παντοδαπάς ἀναβλύζων, ἐκ πηγῶν τοῦ σωτηρίου ἀφθόνως, τάς τῶν βροτῶν θεραπεύεις ὀδύνας, καί ἐκδιώκεις ἀκάθαρτα πνεύματα, καί ἀσθενείας φθαρτικάς, ἰσχυρῶς ἀπελαύνεις μακάριε.
Κακίας τῆς τοῦ κακίστου Βελίαρ, ἐλευθέρωσον ἡμᾶς Ἱεράρχα, καί τῆς αὑτοῦ ἐπηρείας καί βλάβης, διά παντός ἀνωτέρους διάσῳζε, ὦ Βλάσιε θαυματουργέ, τούς πρός σε ἀφορῶντας ἐκ πίστεως.
Θεοτοκίον.
Ἐτέχθη ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τά πάντα ἐκ μή ὄντων ποιήσας, δίχα τροπῆς καί συγχύσεως Κόρη, καί τῆς φθοράς τούς ἀνθρώπου απήλλαξε˙ ὅθεν κάμε φθοροποιῶν, λογισμῶν καί παθών ἐλευθέρωσον.
Διάσωσον, Ἱερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τούς ἐν πίστει τῆ σοι πρεσβεία προστρέχοντας, ἐκ πάσης νόσου καί θλίψεως καί ἀνάγκης.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῆς τῶν παθῶν καταιγίδος ἀπάλλαξον, καί συνοχῆς χαλεπῶν περιστάσεων, τούς πίστει αἰτοῦντας τήν χάριν σου, ὡς πρεσβευτής πρός Χριστόν ἡμῶν μέγιστος, ὦ Βλάσιε Πάτερ Θεόσοφε.
Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην…
Στίχος. Δίκαιος ὡς φοίνιξ ανθίσει…
Εὐαγγέλιον,
Ἐκ τοῦ κατᾶ Μάρκον (Κέφ. ιγ’, 14 -23).
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ρηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ – ὁ ἀναγινώσκων νοείτω – τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
Δόξα.
Ταῖς τοῦ Ιεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μύστης ἱερώτατος, καί ἀληθής Ἱεράρχης, καί Μάρτυς ἀήττητος, τοῦ Σωτῆρος πέφηνας Πάτερ Βλάσιε, ὦ καί νῦν πρέσβευε, ἐκτενῶς Ἅγιε, πάσης βλάβης ἡμᾶς ῥύεσθαι, καί πάσης μάστιγος, καί ὀδυνηρῶν περιστάσεων, τούς πίστει καταφεύγοντας, τῷ σεπτῷ ναῶ σου ἑκάστοτε. Σύ γάρ ἡμῶν ὤφθης, θερμότατος μεσίτης πρός Θεόν, διό τήν σήν ἐξαιτούμεθα, χάριν τήν σωτήριον.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν θαυμάτων τῆ αἴγλη, τῶν παθών διαλύεις δεινήν σκοτόμαιναν˙ καί νῦν ἡμῶν τῶν νόσων, κατάσβεσον τήν φλόγα, πρεσβειῶν σου τοῖς νάμασι, Βλάσιε Πάτερ σοφέ, τῶν εὐσεβῶν προστάτα.
Ἀσθενοῦσι τήν ῥῶσιν, καί τοῖς πάσχουσι Πάτερ νέμων τήν ἴασιν, ταχύτατος προστάτης, καί ῥύστης ἐν ἀνάγκαις, τοῖς κραυγάζουσι πέφηνας˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Σωτηρίας λιμένα, καί ἀχείμαστον ὅρμον εὑρόντες Ἅγιε, Μονήν σου τήν ἀγίαν, προστρέχομεν ἐν ταύτῃ, καί γαλήνην εὑρίσκομεν, ἐν τρικυμίαις πικραῖς, καί ζάλαις τοῦ βίου.
Θεοτοκίον.
Γνούς τό θέλημα Κόρη, τοῦ Υἱοῦ σου ἀφρόνως αὑτό ούκ έπραξα˙ διό με τῆς μελλούσης, ἐκλύτρωσαι βασάνου, καί μετάνοιαν δίδου μοι, κἀν ἐν ὑστάτη ῥοπή, Χριστῷ εὐαρεστήσαι.
ᾨδῇ ἡ΄. Τόν Βασιλέα.
Ἔχει σε Πάτερ, τῶν εὐσεβῶν ἡ χορεία, ἑτοιμότατον ἐν πᾶσι προπρομηθέα˙ ὅθεν τῶν θαυμάτων, κηρύττει σου τήν χάριν.
Ῥύου ἀπαύστως, ἐπιστασία σου θεία, τήν περίοικον ταύτην Ἱερομάρτυς, πάσης δυσπραγίας καί συνοχῆς καί βλάβης.
Ἀρρωστημάτων, ἐπιφορᾶς ὀλεθρίους, ἀναχαίτισον τῆ χάριτι σου Πάτερ, ἐκ τῶν προσιόντων, τῆ θεία σου πρεσβεία.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῆ κραταιά σου πρεσβεία, τόν ὑπούλως με συλῶντα καθ’ ἑκάστην, πονηραῖς ἐννοίαις ἐχθρόν τόν παλαμναῖον.
ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύν ἡμῖν παράσχου, Βλάσιε παμμάκαρ, ἐν ταῖς τοῦ βίου δειναῖς περιστάσεσιν, ὡς ἀν ἀνώτεροι ἀπᾴσῃς ὀφθῶμεν θλίψεως.
Μονή σου τῆ ἀγία, τούς προσερχομένους, τῆς σής χαράς Πάτερ Βλάσιε πλήρωσον, καί ἀθυμίας τήν λύπην μακράν ἀπέλασον.
Ὀδύνης ὀλεθρίου, καί πάσης ἀνάγκης, καί νοσημάτων ἀτρώτους διάσῳζε, τούς σε θερμόν κεκτημένους προστάτην Βλάσιε.
Θεοτοκίον.
Υπερδεδοξασμένη, μόνη Θεοτόκε, τῆς τῶν παθῶν ἀδείας ἀπάλλαξον, τούς ὀρθοδόξῳ καρδία σε μεγαλύνοντας.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἱεράρχα θαυματουργέ, Βλάσιε τρισμάκαρ, Ἀθλοφόρων ὁ κοινωνός˙ χαίροις Σεβαστείας, ὁ θεῖος ποιμενάρχης, καί Ἐκκλησίας πάσης μέγα προπύργιον.
Χλαῖναν ἐνδυσάμενος ἱεράν, τῶν ἀρχιερέων, ἀνεδείχθης τύπος λαμπρός, καί σοφῶς ποιμάνας, τήν σοι λαχοῦσαν ποίμνην, ὑπέρ Χριστοῦ νομίμως, ἤθλησας Βλάσιε.
Χάριτι θαυμάτων μεγαλυνθείς, ἅπασι παρέχεις, τά αἰτήματα συμπαθώς, καί ἴασαι νόσους, ψυχῶν τε καί σωμάτων, Χριστοῦ Ἱερομάρτυς, Βλάσιε Ὅσιε.
Πάντας τούς προστρέχοντας, εὐλαβῶς, τῆ σεπτῇ Μονῇ σου, Πάτερ Βλάσιε ἱερέ, φύλαττε ἀτρώτους, ἐκ πάσης ἐπηρείας, καί πλήρου τάς αἰτήσεις, τούτων ἑκάστοτε.
Λόγοις σου θαρρύνας τοῖς ἱεροῖς, τάς σεμνάς γυναῖκας, πρός ἀγῶνας ἀθλητικούς, ὁμοῦ καί τούς παῖδες, σύν τούτοις ἐκδυσώπει, ὑπέρ τῶν σε τιμώντων, Βλάσιε ἔνδοξε.
Χαίρει εὐσεβούντων πᾶσα πληθύς, τῆ σή ἀντιλήψει, λυτρουμένη πάσης ὀργῆς, διό καί βοᾶ σοι˙ ἐκ πάσης δυσχερείας, ἀτρώτους ἡμᾶς σῷζε, ἀεί ὦ Βλάσιε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείας εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Απολυτίκιον. Ἦχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, Ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τούς καρπούς κόσμῳ προήγαγες, καί θαυμάτων δωρεάς ἀναβλύζεις δαψιλώς, ὡς θεῖος Ἱερομάρτυς τοῖς καταφεύγουσι, Πάτερ, τῆ ἀντιλήψει τῆς πρεσβείας σου.
Ἒτερον Απολυτίκιον. Ἦχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Τῶν θαυμάτων ἀκτίσι καταλαμπόμενος, καί αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τούς τήν σεπτήν σου ἑορτήν ἑορτάζοντας, ἐλευθέρωσον παθῶν καί κινδύνων χαλεπῶν, ὦ Βλάσιε Ἱεράρχα, καί νῦν δυσώπει Κυρίῳ ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παρρησίαν πρός Χριστόν, οἵα θαυμαστός Ἱεράρχης, καί Ἀθλητής ἱερός, Βλάσιε μακάριε, απαύστως πρέσβευε, πάσης θλίψεως ῥύεσθαι, καί ἀσθενημάτων, καί πικρῶν συμπτώσεων, καί συμφορῶν χαλεπῶν, πάντας τούς προστρέχοντας Πάτερ, τῆ σή κραταιά προστασία καί τούς σούς ἀγῶνας μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Βλαστάνεις με Βλάσιε καρπούς ἁγίους
Γεράσιμον ἀξίωσον σε ὑμνοῦντα.