Παρακλητικός Κανών εις τον Άκμονα της Υπομονής Κύριον ημών Ιησούν Χριστόν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Ψαλλόμενος εν πάση δυσχερεία και θλίψει.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Καθυπομένειν πειρασμοὺς καθ’ ἑκάστην, τοὺς σοὺς οἰκέτας τὴν ἀπείθειαν τέκνων, γονεῖς αὑτῶν ἀξίωσον καὶ ἄλγη δεινά, τοὺς ἐν κλίναις στένοντας ἀσθενείας, Χριστέ μου, Ἰησοῦ γλυκύτατε, ὁ στερρῶς ὑπομείνας, τῆς προδοσίας ἄλγος καὶ Σταυρὸν δι’ εὐσπλαγχνίαν καὶ ἄκραν συμπάθειαν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀρετὴν ὑπομονῆς δίδαξόν, Ἰησοῦ μου. Χαραλάμπη.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθάνατε Δέσποτα, Ἰησοῦ, ὁ πλούσιος πέλων ἐν ἐλέει καὶ οἰκτιρμοῖς πτωχείαν ὑπέμεινας ὡς βρέφος, ἵνα πλουτίσαις χρηστότητι πένητας.

Ῥωγμὰς στέγης οἴκου ἐμῆς ψυχῆς, διόρθωσον Σῶτερ, τῆς ἀγάπης τῆς σῆς πηλῶ, ὁ στέγων τὸ σύμπαν εἶ καὶ στέγην ἐν Βηθλεὲμ οὐχ εὐρῶν τοῦ τεχθῆναι σύ.

Ἐπάκουσον δούλου σου, Ἰησοῦ, καὶ θέρμανον τάχος, τὴν καρδίαν μου τὴν ψυχράν, ὁ ψῦχος ἐν φάτνη ὑπομείνας ἵνα θερμάναις βροτῶν τὴν ψυχρότητα.

Θεοτοκίον.
Ταπείνωσιν, Μῆτερ, ὑπομονὴν, ἐν βίου ταῖς ζάλαις, προθυμίαν καὶ ἀρετήν, ἁγνὴ Θεοτόκε, δίδαξόν με, τὸ σε λαμπρῶς μεγαλύνοντα πάντοτε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡδονῶν χαμαιζήλων δείον, Χριστέ, δούλους σου, πάντας ὑπερτέρους καὶ ζόφον, πόῤῥω ἀπέλασον, παντοειδῶν συμφορῶν, ὁ πειρασμοὺς ὑπομείνας ἐν ἐρήμῳ Κύριος ὢν πάσης κτίσεως.

Νεῦσον πάντων προσφύγων ταῖς προσευχαῖς, Κύριε, παύων ξενιτείας τὸ ἄλγος, ὁ εἰς τὴν Αἴγυπτον, καταφυγών Ἰησοῦ, ὡς βρέφος καὶ ξενιτείας, πόνους ὁ γευσάμενος, Σῶτερ φιλεύσπλαγχνε.

Ὑψιπέτας ἀγάπης δούλους τοὺς σοὺς ποίησον, ἀετούς εὐίλατε Σῶτερ, καὶ καταξίωσον, ἡμᾶς φιλεῖν σε ἀεί, τὸν προδοθέντα δολίων, μαθητοῦ φιλήματι τοῦ σου, Θεάνθρωπε.

Θεοτοκίον.
Προστατεύουσα πάντας τοὺς χοϊκούς, Δέσποινα, Κεχαριτωμένη μὴ παύσῃ, τοὺς καταφεύγοντας, τῇ σῇ θερμῇ ἀρωγῇ, καὶ ταχινῇ προστασία, ἐν τοῦ βίου κλύδωσι καὶ περιστάσεσιν.

Ἀξίωσον, τοὺς πειρασμοὺς ὑπομένειν τοὺς καθ’ ἡμέραν, σε ὡς λίθον ὑπομονῆς, Χριστέ, τοὺς δοξάζοντας, Παντάναξ καὶ Κύριε Ζωδότα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς τοῦ τὸ ἄλγος.

Αἰτήσῃ καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Χριστὲ Ἰησοῦ, ἀρὰς διά τοῦ πάθους σου, τῆς πάλαι βροτοὺς ὁ σώσας τοῦ τιμίου σου, ὑπομένειν ἀξίωσον τοὺς οἰκέτας σου ῥύμην τῶν θλίψεων καὶ πειρασμοὺς ἐχθροῦ τοῦ νοητοῦ, ἡμᾶς κατατρύχοντας ἑκάστοτε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ τὰς ὕβρεις δεξάμενος, Ἰουδαίων ὥσπερ ἐπαίνους Κύριε, Ἰησοῦ μου, ὑβρίζομεν τὸ σὸν δοῦλον χαίρειν καταξίωσον.

Μύρα ὥσπερ ἡδύπνευστα, ἐμπτυσμοὺς ἀνόμων ὁ λογισάμενος, δυσωδίαν ἐξαφάνισον, καταπτύστων λόγων μου καὶ πράξεων.

Ὁ ἀδίκως ῥαπίσματα, ἐν ταῖς πλατείαις σου ταῖς θείαις, Κύριε, δι’ ἡμᾶς καταδεξάμενος, κρίσεως ἀδίκου με ἐξάρπασον.

Θεοτοκίον.
Νεοσσούς Μητροπάρθενε, ὡς ἐπισυνάγει ὑπὸ τὰς πτέρυγας, τὰς αὐτῆς ἡ ὄρνις, δέξαι με ὑπό τὴν σκιάν τῆς προστασίας σου.

ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Ἡ τῶν εὐσεβῶν, Ἰησοῦ Χριστὲ ὁμήγυρις ὑπομένειν ἀσεβῶν κολαφισμοὺς δυσωπεῖ σε, τὸν δεχθέντα κολαφίσματα.

Σε τοὺς ἐμπαιγμοὺς, ὑπομείναντα δι’ ἄφατον, εὐσπλαγχνίαν ἱκετεύω Ἰησοῦ, ἐμπαιγμοὺς ἀπίστων φέρειν με ἱκανῶσον.

Διαμερισμόν, Ἰησοῦ τοῦ ἱματίου σου, ὑπομείνας ἀγαθῶν διανομήν, εκζητάν ἡμῖν δικαίως καθυπέδειξας.

Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πεφυσημένου Δέσποινα, ἐκ τοῦ πλούτου τοῦ φθαρτοῦ πρὸς σωστικὴν ταπεινώσεως ὁδόν τὴν θεοβάδιστον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ στέφανον, οἴμοι τὸν ἀκάνθινον, ὑπομείνας ἀκλινῶς, Ἰησοῦ μου, ἐν κεφαλῇ σῇ σεπτῇ καὶ τιμία, ἐξ ἀκανθῶν τῶν θλιβόντων με λύτρωσαι, οἰκείων τέκνων καὶ παντός, τῆς ψυχῆς μου πτερὰ τρῶσαι θέλοντος.

Ἀπάλλαξον, τοὺς σοὺς δούλους Κύριε, χλευασμῶν, εἰρωνειῶν καὶ γελώτων, τῶν ἄνευ ἤθους θελόντων συντρίψαι, τοὺς τηρητὰς ἐντολῶν τῶν ἁγίων σου, ὁ Φαρισαίων βδελυρῶν, ταπεινῶς ὑπομείνας τοὺς γέλωτας.

Ξενήκουστον, πως Παντάναξ Κύριε, Βασιλεῦ ἁπάντων βασιλευόντων, περιπαιχθείς ἐνεδύθης κοκκίνην χλαμύδα, ὁ ἀφθαρσίαν τοὺς δούλους σου ἐνδύσας καί τῆς οὐρανῶν, ἀξιώσας αὐτοὺς βασιλείας σου.

Θεοτοκίον.
Ὀδύρομαι, καὶ θρηνῶ, πανάμωμε, Θεοτόκε ἐννοῶν τοῦ θανάτου, τὴν ὤραν καὶ τὴν ἀδέκαστον κρίσιν, τοῦ σου Υἱοῦ καὶ Θεοῦ ὁ τρισδύστηνος, ἐν ἡ τῶν ἔργων μου καρπῶν, ἀπολαύσειν ἁγνὴ μέλλω, Δέσποινα.

Ἀξίωσον, τοὺς πειρασμοὺς ὑπομένειν, τοὺς καθ’ ἡμέραν σε ὡς λίθον ὑπομονῆς, Χριστέ, τοὺς δοξάζοντας, Παντάναξ καὶ Κύριε, Ζωοδότα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐσταυρωμένε Θεοῦ Λόγε ἄχραντε, ὁ ὑπομείνας ἀκάνθινον στέφανον, Χριστὲ Ἰησοῦ μου, ἀξίωσον ἡμᾶς καλῶς ὑπομένειν ἀείποτε δαιμόνων δεινὰ πειρατήρια.

Προκείμενον.
Πάντες οἱ ὑπομένοντες σε οὐ μὴ καταισχυνθῶσι, Κύριε.
Στίχος. Σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου καὶ σε ὑπέμεινα ὅλην τὴν ἡμέραν.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16-22).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.  Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐμπτυσμούς, ῥαπίσματα, ὕβρεις, κοκκίνην χλαμύδα, στέφανον ἀκάνθινον, σπόγγον, ὄξος, κάλαμον, λόγχην, σταύρωσιν, ἤλους καὶ θάνατον, ὁ θανάτου ἄρχων, Ἰησοῦ μου, καθυπέμεινας, ἵνα τοὺς δούλους σου, ἀπάντας διδάξαις τὴν ἄφατον, ὑπομονὴν ἐν θλίψεσι, βίου καὶ δειναῖς περιστάσεσι, καὶ καθοδηγήσης, πρὸς δόμους παμφαεῖς τῶν οὐρανῶν, τοὺς ἀκλινῶς ὑπομένοντας, πειρασμοὺς ἑκάστοτε.

Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναζωραῖε ὡραῖε, ἐν χερσίν, Ἰησοῦ μου, ταῖς παναχράντοις σου, ὡς σκῆπτρον ὁ βαστάσας, πρὸς χλευασμόν Παντάναξ, ἀταράχως τὸν κάλαμον, διάλυσόν μου παθῶν, τὸν τάραχον ἀνόμων.

Μεταλήψεως Σῶτερ, σῶν φρικτῶν μυστηρίων, ἀξίους ποίησον, σοὺς ἀχαρίστους δούλους, μετὰ χολῆς ὁ ὄξους, μεμιγμένου γευσάμενος, ἐν τῷ Σταυρῶ πρίν Χριστέ, τετέλεσται φωνήσαι.

Ἐλογχεύθης Χριστέ μου, τὴν ἁγίαν πλευράν σου, ὡς ἀνομώτατος, ὑπό τῶν φυλασσόντων, στρατιωτῶν σε Σῶτερ, ἵνα τῆς προστασίας σου, λόγχη κεντήσαις ἡμᾶς, τοὺς δοξολογούντας.

Θεοτοκίον.
Ἱλαστήριον πάντων, τῶν εἰς σε προστρεχόντων, Θεογεννήτρια, τῆς μετανοίας δεῖξον, ὁδοὺς τοῖς σοῖς οἰκέταις, τοῖς πιστῶς μεγαλύνουσι, τῶν θαυμασίων πληθύν, τῶν σῶν εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἤλοις τῶν ξύλῳ ὁ τοῦ Σταυροῦ, Ἰησοῦ μου, Σῶτερ, προσηλωθείς, εὐσπλαγχνίας σὴς σαρκός μου πάθη, προσήλωσον τῷ ξύλῳ.

Σταυρῶ Χριστέ μου, ὁ κρεμασθεὶς δι’ ἀγάπην, τοῦ σου πλάσματος σταύρωσον μῖσος, σὺν ὀργῇ ἀδίκῳ, ὀργίλου σου οἰκέτου.

Ὁ σπόγγου οἴνου, ἐσμυρισμένου Χριστέ μου, Σῶτερ, πλήρη γευσάμενος δίδου, γεύσασθαι σῶ δούλῳ, τρυφῆς τῶν οἰκτιρμῶν σου.

Θεοτοκίον.
Ὑπεραγία Παρθένε, κάμψον ψυχῆς μου γόνυ, ὅπως Υἱοῦ σου τὸ κράτος, ταπεινῶς δοξάζω, ἐν κατανύξει ἄκρα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ ἕρμαιον ἐάσῃς, κρίσεως ἀδίκου, τὸν σὸν οἰκέτην ὁ ὤν, Σῶτερ δίκαιος, καὶ συκοφάντας μου τάχος, μακρὰν φυγάδευσον.

Ὁ θάνατον πατήσας, καὶ ἀθανασία, ἐπιβραβεύσας βροτοῖς, Σῶτερ λύτρωσαι, τοῦ αἰωνίου θανάτου, τοὺς σε δοξάζοντας.

Ὑπομονῆς ἀφάτου, δεῖξον ἐκμαγεῖα, ὑπομονῆς λίθε τίμιε Κύριε, παιδαγωγοὺς νουθετοῦντας, τοὺς νέους σήμερον.

Θεοτοκίον.
Χρωτός μου θεραπείᾳ, Κεχαριτωμένῃ, καὶ ψυχικῆς ἀσθενείας μου ἴαμα, καθυπομένειν με ἄλγη, δεινὰ ἀξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δόξα σοι, κραυγάζω πανευλαβῶς, Ἰησοῦ Χριστέ μου, ὁ ἀτίμωσιν τοῦ Σταυροῦ , ὑπομείνας χαίρων, ἵνα ἡμῖν τὸν δρόμον, ὑπομονῆς ἀφάτου δείξαις τὸν δύσβατον.

Δόξα σοι, Θεάνθρωπε Ἰησοῦ, πλούσιος ὁ πέλων, ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καὶ πτωχὸς τεχθῆναι δεξάμενος ἐν φάτνη, ἵνα πτωχοὺς πλουτίσαις ἐν ἀγαθότητι.

Τοὺς γονεῖς τὰ τέκνα παιδαγωγεῖν, ἐν τῇ σῇ παιδεῖα καταξίωσον, Ἰησοῦ, καὶ καθυπομένειν ἀπείθειαν καὶ θράσος αὐτῶν, ὁ ὑπομείνας ὕβρεις καὶ σταύρωσιν.

Τὴν ἀγνωμοσύνην σου μαθητοῦ, ὁ καθυπομείνας, παντευλόγητε Ἰησοῦ, εὐγνωμόνως στρέφειν, τὰ ὄμματα πρὸς πάντας, ὑμᾶς τοὺς νουθετοῦντας, Σῶτερ, ἀξίωσον.

Δίκαιε καὶ πάνσοφε Ἰησοῦ, κρίσεως ἀδίκου ἀπολύτρωσαι τοὺς πιστῶς, ἐπικαλουμένους σὸν ὄνομα τὸ θεῖον καὶ δεχομένους κρίσιν σου τὴν ἀδέκαστον.

Δόξα σοι, προσφύγων σῶν ἀρωγῶν, καὶ χειμαζομένων ἀντιλήπτορι ταχινῷ, Ἰησοῦ Χριστέ μου, τῷ ξενιτείας πεῖραν ὡς βρέφος γευσαμένῳ πόθῳ κραυγάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἢ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ὑμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὑπομένειν ἀξίωσον τοὺς ὑμνοῦντας σε, ἐσταυρωμένη ἀγάπη, Σῶτερ Χριστὲ Ἰησοῦ, χλευασμοὺς δεινοὺς καὶ βίου πειρατήρια, ὁ ὑπομείνας ἐμπαιγμούς, ῥαβδισμούς, κολαφισμοὺς καὶ κρέμασιν ἐπὶ ξύλου, διὰ βροτῶν σωτηρίαν, καὶ ἀγαλλίασιν αἰώνιον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σῶτερ, Ἰησοῦ μου, Λυτρωτὰ γένους τῶν βροτῶν ἐκ θανάτου, ὁ ἄκμων ὑπομονῆς, καὶ καταδεξάμενος Σταυροῦ ἀτίμωσιν, ὑπομένειν ἀξίωσον, πρὸς δόξαν σοῦ θείου, καὶ σεπτοῦ ὀνόματος ἡμᾶς τοὺς γέλωτας, καὶ τοὺς χλευασμούς τῶν ἀπίστων , τὴν ζωὴν μὴ εἷναι ἀγήρω, καὶ χαρὰν λεγόντων ἀδιάπτωτον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.