Παρακλητικός Κανών εις τον Αναστάντα εκ Τάφου Τριήμερον Κύριον ημών Ιησού Χριστόν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ο ἐκ τοῦ τάφου ἀναστάς, Ζωοδότα, ἴνα βροτῶν συναναστήσης παν γένος, ἠμῶν τα πάθη νέκρωσον, Χριστέ Ιησοῦ, καὶ ταχύ ἀνάστησον ἀπωλείας ἐκ λάκκου, τοὺς δοξολογοὐντάς Σε, πανευΐλατε Σώτερ, τοῖς ἀπ’ αιῶνος ἄπασι νεκροίς ο τῆν ἀγήρω ζωήν δωρησάμενος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς˙
Ανἀστησόν με ἐκ βυθοῦ ἀπωλείας, Σῶτερ. Χ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἀνάστησον πάντας ἐκ τοῦ βυθοῦ δεινής ἀπωλείας, πολυεύσπλαγχνε Ιησοῦ, Θεάνθρωπε Σῶτερ, πανοικτίρμον, ὸ ἀναστάς ἐκ τοῦ τάφου τριήμερος.

Ναούς ἀγιότητος παμφαείς ἀνάδειξον δούλους τοῦς ἀνάγνους Σου, Λυτρωτά, ὸ δόξαν Σῆν θείαν πᾶσι δείξας περικλεῶς ἀναστάς ἐκ τοῦ μνήματος.

Ἀπέλασον πνεύματα πονηρά ἐκ τῶν Σῶν προσφύγων καὶ ειρήνευσον τῆν ζωήν ἠμῶν Σε ἀεί δοξολογούντων, τὸν ἀναστάντα ἐν δόξη Θεάνθρωπον.

Θεοτοκίον.
Σον δούλον ἐκλύτρωσαι, ἀγαθή, παθῶν χαμαιζήλων τὸν προσφεύγοντα μητρικαῖς λιταῖς σου, σαφώς ὴ κατιδούσα τοῦ σοῦ Υιοῦ τῆν λαμπράν ἐξανάστασιν.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Τὸν ἐκ τάφου ἐνδόξως Υιόν Θεοῦ μέλψωμεν ἀναστάντα πόθω βοῶντες˙ πάντας ἀνάστησον ἐξ ἀμαρτίας βυθοῦ καὶ ἐπηρείας τοῦ πλάνου τους δοξολογοὐντάς Σε, εὔσπλαγχνε Κύριε.

Η ὀμήγυρις πάσα τῶν εὐσεβῶν κράξει Σοι˙ νόσων ἀποδίωξον ἄλγη ἄμφω καὶ λῦτρωσαι μανίας τοῦ δυσμενοῦς τοὺς Σε δοξάζοντας, Σῶτερ, ὸ ἠμῖν ἀνάστασιν δείξας Σῆν ἔνδοξον.

Σὐνυπάρχειν Σους δούλους εἰρηνικῶς, Κύριε, ὸ ἐξαναστάς ἐκ τοῦ τάφου, πάντας ἀξίωσον διχοστασίας ἀχλύν καὶ τῶν ερίδων ὀμίχλην διαλύων φέγγει Σου τῆς ἀναστάσεως.

Θεοτοκίον.
Οὐ παυόμεθα, Μήτερ, Λόγου Θεοῦ, πάναγνε, τοῦ ἐξαναστάντος ἐκ τάφου, σε μεγαλύνοντες, ἠμῶν τῶν τέκνων χειρός στερρῶς κρατούσαν καὶ δρόμον πρὸς ὀρθόν ιθὔνουσαν ταύτα σωτήριον.

Ανάστησον ἐκ τοῦ βοθύνου πολέμων καὶ ἐμπαθείας τοῦς Σους δούλους ὸ ἀναστάς ἐν δόξη, Θεάνθρωπε, καὶ βράβευσον πᾶσι τῆν Σῆν ειρήνην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Ἀδίκων χειρῶν καὶ καταλάλων ρὐσαί με, Χριστέ, ἀναστάς ἐκ μνήματος, κραυγάζω Σοι, ὀκνηρίας, θλίψεων, φθόνου, ψεύδους, ραστῶνης, Θεάνθρωπε, καὶ φιλαυτίας, ἔλεος το Σον το πλούσιον πόθω ἐξαιτούμενον.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Νῦν Σην χάριν ἀπόστειλον, ἀναστάς ἐν δόξη Χριστέ, καὶ ρὐσαί με ἀφροσύνης, κατακρίσεως, βίου τρυφηλού τε καὶ οιἤσεως.

Μη εἄσης με, Κύριε, ἔρμαιον γενέσθαι τοῦ παναλάστορος τὸν ὐμνούντα Σήν ἀνάστασιν, ἀπαρχήν βροτῶν ἐξαναστάσεως.

Ἐννοῶν πεπραγμένων μοι λάθη τρέμω ὤραν Σης θείας Κρίσεως, ἀλλά Σοι θαρρῶν κραυγάζω Σοι˙ σὠσόν με ὐμνούντα Σην ανάστασιν.

Θεοτοκίον.
Ἐκ τῆς πτώσεως ἔγειρον νεολαίαν ἔθνους ἠμῶν ση χάριτι τῶν ναρκωτικών, φιλόστοργε, ἀναστάντος Μήτερ Λόγου Κτίσαντος.

ᾨδή ε΄. Φώτισον ὑμᾶς.
Κάθαρον ἠμᾶς ἐπηρείας τοῦ ἀλάστορος, ὀφθαλμῶν πορνείας, ἀνυπακοής καὶ ζωής φιλαμαρτήμονος, Θεάνθρωπε.

Βύθιον ἐχθρόν, ὀν ἐπάτησας θανάτω Σου καὶ ἐνδόξω αἀναστάσει, Ιησοῦ, ἀπ΄ ἐμού τοῦ Σε δοξάζοντος ἐκδίωξον.

‘΄Υμνοις μελιχροῖς Σῆν ανάστασιν δοξάζοντες, Ζωοδότα, δυσωποὐμέν Σε ἀεί˙ ἀνωτέρους τήρει ἄπαντας κακότητος.

Θεοτοκίον.
Θέλημα ἠμῶν τὠ θελήματι υπόταξον τοῦ λαμπρῶς ἐξαναστάντος Σου Υιοῦ σαῖς πρεσβεῖαις, ἀγλαή Θεογεννήτρια.

ᾨδή στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀδήγησον πρὸς ὀδούς σεμνότητος, ἐγρηγόρσεως, ἀγνείας καὶ ἤθους Χρηστοῦ, Θεάνθρωπε Σῶτερ, τους πόθω δοξολογούντας Σην θείαν ἀνάστασιν καὶ ἀναμένοντας βροτῶν τῆν κοινήν ἐκ νεκρῶν ἐξανάστασιν.

Υφέρποντα ὄφιν ἐξαφάνισον, ο αὐτοῦ καταπατήσας το  κράτος πάθει τὠ Σω ἐν Σταυρῶ καὶ ἐνδόξω ἐξαναστάσει Σου, Σῶτερ, ἐκ μνήματος, ἴνα δοξάζωμεν ἀεί τῆν λαμπράν Σου τριήμερον ἔγερσιν.

Ἀχρείω Σου δούλω, Φωτοπάροχε Ιησοῦ, ο ἀναστάς ἐκ μνημείου, ἀπολλυμένω λιμῶ ἀγνωσίας, γαστριμαργίας, κακίας, οιἤσεως καὶ ἀσωτίας πρὸς το φῶς τῶν σεπτῶν ἐντολῶν Σου κατεύθυνον.

Θεοτοκίον.
Πανάμωμε Θεοτόκε, ἴθυνον πρὸς ὀδούς καταλλαγής καὶ ἀγάπης τους μεγαλύνοντας σε εἰς αιῶνας ή τῆς ἀγάπης τῆν ἔκφρασιν, Κύριον, Υιόν σου τον μονογενή, ἀναστάντα ἰδούσα ἐκ μνήματος.

Ἀνάστησον ἐκ του βοθύνου πολέμων καὶ ἐμπαθείας τους Σους δούλους ὸ ἀναστάς ἐν δόξη, Θεάνθρωπε, καὶ βράβευσον πᾶσι τῆν σῆν εἰρήνην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἰμάτων σου.

Ἐκ τοῦ βυθοῦ ἐμπαθείας ἀνάγαγε φιλαργυρίας, ἀργίας, κακότητος, ἀργολογίας, δεινής κατακρίσεως καὶ ἀκηδίας τον δοὐλόν Σου, Κύριε, δοξάζοντα Σου τῆν ἀνάστασιν.

Προκείμενον.
Γένοιτο, Κύριε, το έλεός Σου εφ΄ ημάς.
Στίχος. Αγαλλιάσθε, δίκαιοι, εν Κυρίω.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον. (Κεφ. ιστ’ 9-20).
Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.  Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν.
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.  Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.  Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.  Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.  Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς·  ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.  Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.  Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Δόξα.
Σῶτερ ὸ ἐνδόξως ἐξαναστάς ἐκ τάφου, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κύριε, η έγερσις η ένδοξός Σου εκ τάφου απαρχή εγέρσεως πέλει του φυράματος εκ του μνήματος των βροτών ύμνοις Σε θείοις δοξαζόντων και βοώντων Σοι˙ Φιλάνθρωπε, ταχύ ανάστησον πάντας πεπτωκότας τοις πάθεσι προς απαθείας άρρητον ύψος και ζωήν την αιώνιον, ίνα γεγηθότες αινώμεν εξανάστασιν την Σήν, Λόγε Θεού πανευΐλατε, συμπαθές και εύσπλαγχνε.

Σῶσον ὸ Θεός ταὸν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠσπερ βάκτρον εἰρήνης κοινωνίας εἴς γάμον ἐλθόντας στήριξον καὶ πλήσον τᾶς καρδίας ὐπομονής ἀφάτου τῶν βοῶντων Σοι˙ Κύριε, ἐκ τάφου ὸ ἀναστάς, συζύγους ὀμονόει.

Λῦσον πάντα δεσμόν μου μετά πλάνης, ἀπάτης δεινῶν αἰρέσεων καὶ ἀμαρτίας, Σῶτερ, ἐξαναστάς ἐκ τάφου, ἴνα λύσης φυράματος βροτῶν δεσμούς, Ιησοῦ, μετά φθοράς θανάτου.

Ἐπιστρέφοντας δούλους ἀσωτίας ἐκ χῶρας πρὸς ἀγαθότητα τῆν ἀφατόν Σου δέξαι καλῶς, ὸ ἐκ τοῦ τάφου αναστάς, πολυεύσπλαγχνε, καὶ κοἰνωνούς σῆς χαράς γενέσθαι ἐκζητοῦντας.

Θεοτοκίον.
Ἰκετεύομεν πόθω, Παναγία Παρθένε, βροτῶν σε τάγματα˙ τοῦς ἀνυμνολογοῦντας ἀνάστασιν σου Τόκου τῆν φωσφόρον ἀνάστησον σαῖς ἰκεσίαις ταχύ ἐκ λάκκου ἀμαρτάδων.

ᾨδή η΄. Τὸν Βασιλέα.
Ανἀστησόν με ἐξ ἐθισμού ψυχοκτόνου οὐσιών ψυχοτρόπων τε οἴνου καὶ ἀλκοολούχων ποτῶν, Χριστέ Παντάναξ.

Σχιζοφρενίας, ἐπιληψίας καὶ νόσων λοιμικῶν ἀνωτέρους συντήρει τοῦς ὐμνούντας, Σῶτερ, τῆν ἐξαναστασίν Σου.

Σου τα ἐλέη καὶ οἰκτιρμοῦς πέμψον, Σῶτερ, τὠ αχρείω Σου δούλω, ὐμνούντι τῆν τριήμερον Σου ἀνάστασιν ἐκ τάφου.

Θεοτοκίον.
Ὠς ἀνιάτων ἀσθενειῶν, Θεοτόκε, σε ιάτειραν ἀνευφημοῦντες σπεύδομεν ἐν νόσοις τη θεία χάριτί σου.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Τῆς ὐπερηφανίας σκέδασον ὀμίχλην καὶ τρυφηλότητος βίου ἐκδίωξον τῆν σκοτομήνην Σου δούλου, Φῶς κόσμου ἄδυτον.

Ἐπάκουσον σῶν δούλων, Σῶτερ, ὸ ἐκ τάφου ἐξαναστάς, Ζωοδότα Θεάνθρωπε, ὸ κλίνων πᾶσιν οἰκέταις Σου οὔς ευἤκοον.

Ρανίδας μου δακρύων πρόσδεξαι ὠς δῶρον, ἐγηγερμένε Χριστέ, πολυτίμητον τῆ σῆ ἐνδόξω ἐγέρσει, Σῶτερ ευΐλατε.

Θεοτοκίον.
Χριστόν, ὀν ἐκ τοῦ τάφου εἴδες ἀναστάντα ἐνδόξως, Θεογεννήτορ Παντάνασσα, ὐπέρ ἠμῶν ἐκδυσώπει τῶν προσφευγόντων σοι.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Καθαιρέτην Ἄδου πανευλαβῶς καὶ θανάτου πάντες ἀναιρέτην ὠς ἀληθῶς μέλψωμεν ‘Υψίστου τὸν ἀναστάντα Λόγον τριήμερον ἐκ τάφου, εὔσπλαγχνον Κύριον.

Πρόξενον θεῶσεως τῶν βροτῶν δι’ ἠμᾶς παθόντα καὶ ταφέντα καὶ ἐκ νεκρῶν ἀναστάντα, δεύτε, Χριστόν, τὸν Ζωοδότην, ταῖς ὔμνων μελωδῖαις δοξολογήσωμεν.

Κάθαρον τοῦς δούλους σου ἐκ παθῶν, φιλοχρηματίας, φιλοΰλου τε βιοτής καὶ ἀργολογίας, ὐσσῶπω χἀριτός Σου, ἐγηγερμένε Σῶτερ κόσμου ἐκ μνήματος.

Δόξαν πάντες πέμψωμεν ἐν χορῶ τὠ ἐξαναστάντι ἐκ τοῦ τάφου Λόγω Θεοῦ ἐν ἀρρήτω δόξη καὶ ἐν ἀγαλλιάσει Αὐτόν εὐτάκτων ὔμνων ἄνθεσι στέφοντες.

Δούλόν Σου ἀνάστησον, Ιησοῦ, ἐκ δεινής κραββάτου φιλαυτίας ὀδυνηράς, ἀδικίας, ψεύδους, ἀργίας, ἐμπαθείας καὶ μίσους τὸν ὐμνοῦντα σῆν ἐξανάστασιν.

Ἔγειρον ἐκ πλάνης αὶρετικῶν τοῦς δοξολογούντας σῆν ἀνάστασιν ἐκ νεκρῶν, Λυτρωτά τοῦ κόσμου φθοράς ἐξ αἰωνίου, Θεάνθρωπε οἰκτίρμον καὶ πολυέλεε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἤχος πλ. α’. Τον συνάναρχον Λόγον.
Ἀναστάς ἐκ τοῦ τάφου, Χριστέ, τριήμερος κεκοιμημένων ἐκ τάφου ἐγένου ὴ ἀπαρχή χοϊκῶν καὶ ἐκ τοῦ λάκκου ἐξανάστασις ἀμαρτιῶν τῶν εὐλαβῶς δοξαζόντων Σε ἀεί καὶ πίστει Σου δεομένων˙ φῶτισον σκότη σῶν δούλων φωτί σῆς θείας ἀναστάσεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ, ὸ ἐκ τάφου ἀναστάς καὶ ἀρχή γενόμενος πάντων κεκοιμημένων βροτῶν παμφαούς ἐγέρσεως, Χριστέ Θεάνθρωπε, ἐγειρόν με ἐκ πτώσεων δεινῶν καθ’ ἐκάστην, κατωδύνων θλίψεων, ἐχθροῦ κακῶσεων καὶ ἀσθενειῶν, ἴνα πόθω ὸ τῆς χἀριτός Σου οικέτης ἀνυμνολογῶ Σῆν ἐξανάστασιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Ἀνάστησον Χαραλάμπη ἐκ βοθύνου,
Ἀναστάς Κύριε, παθῶν χαμαιζήλων.

Πηγή mp3