Δύο Παρακλήσεις εις τον Άγιο Απόστολο Ιούδα τον Θαδδαίο
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Ιούδα τον Θαδδαίο
Ποίημα Μπερκουτάκη Μιχαήλ θεολόγος – ἐκπαιδευτικός
†Εορτάζεται στις 21 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἀντιλήπτορι ἡμῶν καὶ προστάτῃ, οἱ ἀδοκήτως συσχεθέντες τοῦ βίου, ταῖς συμφοραῖς βοήσωμεν, ἐκ βάθους ψυχῆς· θλίψεων ἡμᾶς ἐξάγαγε, τῆς καμίνου, Ἀπόστολε, δρόσῳ τὸν φλογμὸν ἡμῶν, τῆς χάριτος πιαίνων· τὴν σὴν γὰρ μόνην πάντες ἀρωγήν, σκέπην πλουτοῦμεν, Θαδδαῖε, οἱ δοῦλοί σου.
Δόξα.
Τὸ ἀπολυτίκιον τοῦ ναοῦ ἢ τῆς μονῆς.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν κανόνα τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς·
Σῶσον ἡμᾶς, ὦ Θαδδαῖε, εὐχαῖς σου. Μιχαήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συμφώνως προσπέσωμεν, ἀδελφοί, τοῖς τοῦ Ἀποστόλου, παναχράντοις δεῦτε ποσί· πταισμάτων τὴν ἄφεσιν, βοῶντες· ἡμῖν παράσχου, Θαδδαῖε, πρεσβείαις σου.
Ὧ θείας, Ἀπόστολε, ἀρωγῆς, ἧς κἀγὼ ὁ τάλας, ἠξιώθην ταῖς σαῖς εὐχαῖς· τῶν γὰρ με ἀλάστορος παγίδων, δίκην στρουθίου πολλάκις διέσωσας.
Συμπάθησον δέομαι τὴν ἐμήν, ἀσθένειαν, Μάκαρ, οἷα ἄμισθος ἰατρός, ἐλέους φαρμάκῳ κατευνάζων, τὰ ἐμπαθῆ τῆς σαρκός μου οἰδήματα.
Θεοτοκίον.
Ὀμίχλῃ καὶ σκότει τοὺς νοερούς, ψυχῆς, Θεοτόκε, καλυπτόμενος ὀφθαλμούς, πρὸς σὲ ἐκ βαθέων ἀνακράζω· αἴγλῃ φωτὸς ἀπροσίτου με φώτισον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεκρωθεὶς κακουργίᾳ, τοῦ φθονεροῦ ὄφεως, καὶ τὴν ἀπαράκλητον φέρων, ἐν τῇ καρδίᾳ μου, αὐτοῦ πικρίαν τρωθείς, τοῖς τούτου δήγμασι κράζω· ὦ Θαδδαῖε, σῶσόν με, τῇ ἐπισκέψει σου.
Ἠ ἀσάλευτος πέτρα, τῆς τοῦ Χριστοῦ πίστεως, πάσης τὸ ἀκλόνητον ὄντως, ἐστὶ θεμέλιον, οἰκοδομῆς, ἀδελφοί· ἐν ᾗ βοήσωμεν πάντων, τὸν ἡμῶν στερέωσον, οἶκον, Ἀπόστολε.
Μολυσμῷ τῶν παθῶν μου, τὸ τῆς ψυχῆς ἄῤῥητον, ὅπερ ἐδεξάμην θεόθεν, κάλλος ἀπώλεσα, σὺ δέ, Ἰούδα στολήν, ὥσπερ τὸν ἄσωτον πάλαι, ὁ πατὴρ τὴν πρώτην με, ἔνδυσον δέομαι.
Θεοτοκίον.
Ἀσινῆ ἐκ παντοίας, τὸν σὸν λαόν, Δέσποινα, τῶν αἱρετιζόντων κακίας, καὶ ἐπιθέσεως, τῶν ἐκ τῆς ἄγαρ υἱῶν, ὡς συμπαθὴς μήτηρ πάντων, τῶν πιστῶν συντήρησον, πόθῳ δεόμεθα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, ὦ Θαδδαῖε, ὅτι πάντες ἐν πειρασμοῖς προστάτην σε ἔχομεν, θερμόν τε ὑπέρμαχον ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Ἀπόστολε τοῦ Κυρίου, ἐπὶ τὴν δεινῶς ἀθυμοῦσαν, οἴμοι, καρδίαν μου, ἣν πλήρωσον παρακλήσεως θείας.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὡς πάλαι πληθύν, ἐκ πλάνης πρὸς εὐσέβειαν, ἀθέων ἐθνῶν, ἐζώγρησας τῷ λόγῳ σου, καὶ ἡμῶν, Ἀπόστολε, ἐκ βυθοῦ ἀγνοίας ἀνάγαγε, χαλεπῆς καὶ σκότους τὸν νοῦν, φωτὶ ἀνεσπέρῳ, καταυγάζων αὐτόν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Στεναγμοῖς ἱκετεύω σε, τῶν δεινῶν ῥυσθῆναί με περιστάσεων, ἀλαλήτοις, ὦ Ἀπόστολε, θλίψεών τε βίου ὁ πανάθλιος.
Ὡς θερμὸν ἀντιλήπτορα, καὶ ἐν τοῖς κινδύνοις προστάτην ἄμαχον, σὲ Θαδδαῖε, μεγαλύνουσα, ἡ μικρά σου ποίμνη νῦν εὐφραίνεται.
Θεοπνεύστοις ὡς εἵλκυσας, ἔθνη πρὸς εὐσέβειαν, Μάκαρ λόγοις σου, καὶ ἡμῶν τὸν νοῦν διάνοιξον, τοῦ εὐαγγελίου εἰς ἐπίγνωσιν.
Θεοτοκίον.
Ἀπορήσας ὁ δοῦλός σου, πάσης βοηθείας πρὸς σὲ κατέφυγον· τὴν σὴν σκέπην γὰρ κλονούμενος, μόνην ἔχω Κόρη, καταφύγιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δάκρυσι θερμοῖς, τὴν καρδίαν μου καθάρισον, τοῦ ἐπεισάκτου ῥύπου τῶν ἐμπαθῶν, Χριστέ, κηλίδων, Λεββαίου εὐχαῖς ὡς εὔσπλαγχνος.
Δράξασθαι Θεοῦ, τῆς παιδείας πάντες σπεύσωμεν, τῆς σωτηρίου ὅπως πύλῃ στενῇ, σὺν τῷ Θαδδαίῳ, ζωὴν ἀληθῆ κτησώμεθα.
Ἂλυσιν δεινῆς, ἀπογνώσεως περίκειμαι, Θεοῦ ἀφρόνως πτύσας τοὺς χαλινούς, ἣν, Ἰακώβου Ἰούδα, εἰς τέλος σύντριψον.
Θεοτοκίον.
Ἲνα σε ἀεί, ὀρθοδόξως μακαρίζωμεν, τὰς τῶν ἀθέων, Ἄχραντε, προσβολάς, τῇ πανσθενεῖ σου, πρεσβείᾳ ταχέως σκέδασον.
ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἐκύκλωσαν, τὰ θαλάσσης κύματα, τὴν δεινῶς ποντιζομένην ψυχήν μου, καὶ ἐπ᾽ ἐμοί, τῆς ἐσχάτης ἀβύσσου, μέλας ὡς τάφος τὸ φρέαρ ἠνέῳκται. Θαδδαῖέ σοι ὅθεν βοῶ· τοῦ πικροῦ με θανάτου διάσωσον.
Ἐπάξιον, πῶς ποτε προσάξαι σοι, οἱ πτωχοὶ ἂν δυνηθείημεν αἶνον; ὃτι δεσμῶν, ἠλευθέρωσας πλάνης, τῶν τε βελίαρ ὀδόντων ἐξήρπασας, Λεββαῖε, τοὺς τὸ ἱερόν, ἐν δεινοῖς σου φωνήσαντας ὄνομα.
Ὑπήνεμον, πρὸς λιμένα ἴθυνον, τῆς ἡμῶν τὸν πλοῦν Ἰούδα, ὁλκάδος, φθοροποιοῦ, ναυαγίου εὐχαῖς σου, τὸ εὐσεβὲς ἡμῶν γένος λυτρούμενος· νεὼς γὰρ τῆς ἑλληνικῆς, ἀπλανῆ κυβερνήτην σε ἔχομεν.
Θεοτοκίον.
Χαρίτωσον, τὰς καρδίας δέομαι, καὶ χαρᾶς ἀναφαιρέτου, Παρθένε, τῶν εὐσεβῶς, Θεοτόκον σε πίστει, ὁμολογούντων τὰ στόματα πλήρωσον· τῆς χάριτος γὰρ καὶ χαρᾶς, ποταμὸς σὺ ὑπάρχεις ἀκένωτος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, ὦ Θαδδαῖε, ὅτι πάντες ἐν πειρασμοῖς προστάτην σε ἔχομεν, θερμόν τε ὑπέρμαχον ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Ἀπόστολε τοῦ Κυρίου, ἐπὶ τὴν δεινῶς ἀθυμοῦσαν, οἴμοι, καρδίαν μου, ἣν πλήρωσον παρακλήσεως θείας.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰατρόν σε ἔγνωμεν, τῶν ἀνιάτων, νοσημάτων ὅθεν σοι, ἀναβοῶμεν· καὶ ἡμῶν, πάσας, Θαδδαῖε, θεράπευσον, τὰς ἀλγηδόνας, ψυχῆς τε καὶ σώματος.
Προκείμενον. Ἦχος δ΄.
Ἐἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Ματθ. θ΄ 36 – ι΄ 8. Ζήτει αὐτὸ εἰς τὴν ἑορτὴν τῆς Συνάξεως τῶν Ἁγίων Ἀποστόλων τῇ Λ΄ Ἰουνίου).
Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βέλεσιν οἱ δαίμονες, πεπυρωμένοις, Θαδδαῖε, τὴν πτωχὴν καρδίαν μου, ἀφειδῶς τοξεύσαντες ἐτραυμάτισαν· πρὸς δὲ γῆν κείμενος, καὶ αἱμόῤῥους, οἴμοι, ἐκ βαθέων ἀνακράζω σοι· μὴ με τὸν δοῦλόν σου, ταῖς αὐτῶν ἐάσῃς χερσὶν ἀλλά, ἀνάστησον τοῦ πτώματος, τὰς πολλὰς πληγάς μου ἰώμενος, ὅπως ἐν ῥομφαίᾳ, διστόμῳ τὴν μεγάλαυχον αὐτῶν, καὶ ἐπηρμένην αὐθάδειαν, συντρίψω, Ἀπόστολε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου …
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χαρμονῆς τὰς λυθεῖσας, τῶν δεσμῶν ἀτεκνίας, ὡς Ἄννα πάλαι ποτέ, ἐπλήρωσας γυναῖκας, Θαδδαῖε, ὧν τὰ κλεῖθρα, εὐτεκνίᾳ διήνοιξας, τὰς τε ὀδύνας αὐτῶν, κατέπαυσας εἰς τέλος.
Ἀπαθείᾳ τὸ φέγγος, ἐντολῶν ἐργασίᾳ, καὶ μετανοίᾳ θερμῇ, εἰσέρχεται τὸ πόῤῥω, τὸ σκότος τῆς ἀγνοίας, ἀπελαῦνον Ἀπόστολε, οὗ καὶ ἡμεῖς σαῖς εὐχαῖς, τυχεῖν ἐκδυσωποῦμεν.
Ἰλαρὸν σε προστάτην, κεκτημένοι, Ἰούδα, ἀγαλλομένῳ ποδί, προστρέχομέν σοι πίστει· ἐκ πάσης τοῦ βυθίου, ἐλευθέρωσον δράκοντος, ἀναβοῶντες ἡμᾶς, παγίδος ψυχοκτόνου.
Θεοτοκίον.
Σαλευθῆναί μου ὅλως, ἐμπαγέντες ἰλύι, τῶν σαρκικῶν ἡδονῶν, οὐ δύνανται οἱ πόδες, τοῦ τρέχειν ἐπὶ τρίβον, πρὸς ζωὴν τὴν ἀπάγουσαν· ἣν ἀκωλύτως Ἁγνή, ἀξίωσόν με βαίνειν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὂπου ἡ χάρις, ἡ δαψιλῶς σοι δοθεῖσα, πρὸς Χριστοῦ ἐπεφάνη, Θαδδαῖε, εἰς φυγὴν δαιμόνων, ἐτράπησαν τὰ στίφη.
Ὕμνοις ἐνθέοις, τὸν ἀρωγὸν κατὰ χρέος, ἀδελφοί, δεῦτε πάντες δοξάσαι, καὶ ἡμῶν προστάτην, Ἰούδαν Ἰακώβου.
Μὴ ταῖς χερσί με, τῶν ἀερίων πνευμάτων, ἐν τῇ ὥρᾳ, Λεββαῖε, ἐάσῃς, τῆς φρικτῆς ἐξόδου, ψυχῆς ἐκ τῆς σαρκός μου.
Θεοτοκίον.
Ἰάτρευσόν μου, τὰ πολυώδυνα ἄλγη, τῶν Χριστοῦ τε ἐν πέτρᾳ, Παρθένε, στῆσον ἐνταλμάτων, τὸ ἄστατον νοός μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χειρός μου τῆς ἀθλίας, κράτησον, Θαδδαῖε, καὶ πρὸς τὸν πάντων Δεσπότην Χριστὸν τὸν Θεόν, τὸν ἀπειθῆ με υἱόν σου, Πάτερ, ὁδήγησον.
Ἀνάστησόν με κλίνῃ, Μάκαρ, ἀμελείας, καὶ ῥᾳθυμίας κακίστης, κειμένῳ δεινῶς, τὰς ἐντολὰς τοῦ Κυρίου, ὅπως ἐργάσωμαι.
Ἡ Μάνδρα σου Ἰούδα, ὡς ἀξιωθεῖσα, τῶν ὑπὲρ νοῦν δωρεῶν σου, δικαίως βoᾶ· σύ μου προστάτης ὑπάρχεις, καὶ μέγα στήριγμα.
Θεοτοκίον.
Λαμπρότερον ἡλίου, τῆς σῆς παρθενίας, τὸ ἀνυπέρβλητον κάλλος, ἐδείχθη Ἁγνή, τῆς ἀσωμάτων τε δήμων, δόξης ὑπέρτερον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μεθέορτον.
(Τὸ Μεθέορτον Μεγαλυνάριο ψάλλεται ἀπὸ τις 16 εώς 23 Αὐγούστου)
Γῆθεν μεταστᾶσα πρὸς οὐρανούς, δορυφορουμένη, τῶν Ἀγγέλων ταῖς στρατιαῖς, τῆς ἡμῶν πτωχείας, Σεμνή, μὴ ἐπιλάθῃ, ἀλλ᾽ ἐξ ὕψους πάντα, κόσμον ἐλέησον.
Τοῦ Ἀποστόλου.
Ἒχουσα ἐν κόλποις ὡς θησαυρόν, ἡ μικρά σου ποίμνη, ἀδαπάνητον τὴν σεπτήν, καὶ χάριτος πλήρη, εἰκόνα σου, Θαδδαῖε, φιλήματι ἁγίῳ, σὲ κατασπάζεται.
Χαίροις Ἀποστόλων ὁ ἀκριβής, ἔνδοξε Λεββαῖε, πολιτείας ὄντως κανών, ὁ τῆς Οἰκουμένης, τοῖς πέρασι κηρύξας, εἰς σωτηρίαν κόσμου, τὸ Εὐαγγέλιον.
Θλίψεσι παντοίαις καὶ πειρασμοῖς, τοῦ βίου ὁ τάλας, συνεχόμενος πρὸς τὴν σήν, πάσης ἀπορήσας, ἀνθρώπων βοηθείας, κατέφυγον Ἰούδα, θείαν ἀντίληψιν.
Ὡς θερμὸν προστάτην ἐν συμφοραῖς, ῥύστην ἐν κινδύνοις, ἐν ταῖς νόσοις σε ἰατρόν, οἱ ἀξιωθέντες, Ἀπόστολε, εὐχαῖς σου, μεγίστων δωρημάτων, πόθῳ γεραίρομεν.
Κύνες συνελθόντες ὡσεὶ πολλοί, ἐπὶ τὸν λαόν σου, ὦ Θαδδαῖε, οἱ ἀσεβεῖς, ἀσχέτῳ μανίᾳ, ἐπέδραμον ὧν παῦσον, στομάτων ἀπυλώτων, τὸ μέγα φρύαγμα.
Χαίρων ἠκολούθησας τὸν Χριστόν, τὰς ματαίας βίου, βδελυξάμενος ἡδονάς, τοῖς δὲ κεχραμένοις, ποσί μου τῶν ἀχράντων, ἰχνῶν σου ἐπιβαίνειν, δώρησαι δέομαι.
Πάσης ἐπηρείας τοῦ πονηροῦ, πλάνης ψυχοκτόνου, καὶ σκανδάλων φθοροποιῶν, τῆς τε πανουργίας, τοῦ φθόνου τῶν δαιμόνων, τὴν Μάνδραν σου Λεββαῖε, σῶζε πρεσβείαις σου.
Τοῦ ἁγίου Αὐγουστίνου Ἱππῶνος.
Τύπος μετανοίας ἡ πρὸς Θεόν, θεῖε Αὐγουστῖνε, γέγονέ σου ἐπιστροφή· δι᾽ ἧς πρὸς ἀγῶνας, ἐγείρεις πεδηθέντας, δεσμοῖς τῆς ἁμαρτίας, ἐξ ἀπογνώσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ ψάλλονται τὰ ἀπολυτίκια.
Τοῦ Ἀποστόλου. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν αὐτόπτην τοῦ Λόγου Ἰούδαν σήμερον, τὸν καὶ Θαδδαῖον κληθέντα, δεῦτε συμφώνως πιστοί, ὡς προστάτην ἀκλινῆ, ὕμνοις τιμήσωμεν· ὅτι ὀνόματι Χριστοῦ, τῶν σωμάτων τὰς πληγάς, ἐπήρειάν τε δαιμόνων, ἀπελαύνει λύσιν παρέχων, ἀμπλακημάτων ἐν τῇ μνήμῃ αὐτοῦ.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Τὸ παράδοξον θαῦμα τῆς σῆς κυήσεως, ἐν τῷ Σιναίῳ, Παρθένε, ὄρει κατεῖδέ ποτε, ὁ προφήτης Μωυσῆς, βάτον σε ἄφλεκτον, ὅτε ἑώρακε σαφῶς, ὀφθαλμοῖς προφητικοῖς, τὰς δύο φύσεις προβλέπων, τοῦ Υἱοῦ σου ὡς ἑνωθεῖσας, τῇ συνανάρχῳ ὑποστάσει αὐτοῦ.
ἢ Σταυροθεοτοκίον. Ὅμοιον.
Ἐν σταυρῷ ἑκουσίως, Θεοχαρίτωτε, ὅτε κατεῖδες ταθέντα τὸν σὸν Υἱὸν καὶ Θεόν, ἀνεβόας μητρικῶς Τέκνον γλυκύτατον, φέρειν οὐ δύναμαι τὴν σήν, πανακήρατον σφαγήν, ὁρᾶν σου τὸ πάθος, Λόγε ὃ εἰς κόσμου τὴν σωτηρίαν, καθυπομένεις, φῶς ἐμῶν ὀφθαλμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Θαδδαῖον ἀδελφοί, πίστει εὐφημήσωμεν πάντες, χαριστηρίοις ᾠδαῖς· ὅτι τοὺς φωνήσαντας αὐτοῦ τὸ ὄνομα, φιλανθρώπως ἐῤῥύσατο, μυρίων κινδύνων, πάσης περιστάσεως καὶ ἀπογνώσεως, θλίψεων, ὀργῆς ἐναντίων, νόσων συμφορῶν ἀδοκήτων, καὶ δεινῆς μανίας τοῦ ἀλάστορος.
Στῆσον τὰς αἱρέσεων ὁρμάς, κόπασον σχισμάτων τὸν σάλον, ἀγαρηνῶν τὰς βουλάς, πάσας διασκέδασον Χριστοῦ Ἀπόστολε, καὶ εἰρήνην τῇ ποίμνῃ σου, βαθεῖαν παράσχου, ἵνα ταῖς πρεσβείαις σου ἤρεμον δέομαι, βίον καὶ ἡσύχιον πάντες, σέβοντες Τριάδα Ἁγίαν, Μάκαρ, οἱ ἱκέται σου διάγωμεν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιο Απόστολο Ιούδα τον Θαδδαίο
Περί των 2 Αποστόλων: Ιούδα του Θαδαίου και Ιούδα του Αδελφοθέου
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Ιούδα Θαδδαίου του Θεαδέλφου
Ευάγγελος Κουτσιομήτης Ιατρός ό ελάχιστος
Αθήνα 19- 7-2006
†Εορτάζεται στις 19 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συνοδοιπόρος τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ᾿αὐτοῦ, ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Ἰούδα μοι ὅθεν ταῖς πρεσβείαις σου, πολυμόρφων κινδύνων, ἐκ παντοίων θλίψεων, καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον ἔχοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθρῶν ἀνηκέστων τάς προσβολὰς δεχόμενος Ἅγιε, τῇ θερμῇ σου ἐπισκοπῇ προσβλέπω δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι Θεάδελφε θλίψεως.
Ὑπάρχων πολύτιμος ἀρωγός, δαιμόνων φατρίας καὶ ἁπάσης ἐπιδρομῆς ἡμᾶς ἀκεραίους διατήρει, ταῖς σαῖς πρεσβείαις Θαδδαῖε μοι Ἅγιε.
Φλογίσματα πάθους ὡς ὑετός, ἡμῖν κατασβέσας καὶ χαρίεσαν τὴν ζωήν, ὑπεσχέθης ἅπασι Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ῥυσθῆναι ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε ἅπαντας Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων σοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παθημάτων ποικίλων, καὶ φοβερῶν θλίψεων, πάντας θεραπεύσας θεόφρων, τοὺς προσελθόντας σοι, οὕτως ἀπάλλαξον, πάσης φροντίδος καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς σὲ δοξάζοντας.
Πῦρ ὁ φθόγγος σου ὤφθη καὶ δαψιλῶς φρίττουσα πάντων τῶν δαιμόνων τὰ στίφη, δυνάμει μείζονι ὅθεν κατάστειλον τὴν τῶν παθῶν ἡμῶν στήλην, Ἅγιε Ἰούδα μοι, τῆς παρουσίας σου.
Ἀσφαλέστατον τεῖχος, καὶ συμπαγὲς ἔρεισμα, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις καὶ καταστάσεσι, γενοῦ Ἰούδα μοι, τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι ἑκάστοτε, οἱ σὲ δοξάζοντας.
Θεοτοκίον.
Ῥάβδος ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὧσπερ Ἠσαΐας προεῖπε Ἁγίῳ Πνεύματι, Κόρη Πανένδοξε διὸ τῇ σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον τῆς διανοίας μου.
Διάσωσον, θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης καὶ μαντείας τοῦ πονηροῦ ἀλγομήτορος, τοὺς σὲ τιμῶντες Θαδδαῖε μοι ἀθλοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίστου ἐχθροῦ, ἐδείχθης ἰσχυρότερος καὶ πάντας σοφέ, κατέπληξες τοῖς ἔργοις σου καὶ νῦν Μάκαρ προΐστασο τῶν πιστῶς προσελθόντων ταῖς χεῖρες σου καὶ τὸν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Θείαν χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ μὴ παρίδης πάσης θλίψεως.
Ἀλγηδόνων παθήσεων, λύτρωσε Θαδδαῖε μοι, τῇ πρεσβείᾳ σου, τοὶς προστάτην καὶ μεσίτην σέ, κεχρισμένους μάκαρ πρὸς τὸν Κύριον.
Τεθνεότας σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου Ἅγιε, οὕτω κράτησον Θαδδαῖε μοι, νεκρωθεῖσαν μάκαρ τὴν καρδίαν μου.
Θεοτοκίον.
Ἰησοῦν τὸν Πανέντιμον, ὃν ἀκαταλήπτως ἐκράτησας, καθικέτευε χαρίσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων καθ᾿ ἡμῶν τὰς προσβολὰς διὰ τοῦτο σοὶ προσφεύγομεν Ἰούδα μοι.
Ἔλαμψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόδινον ἀεὶ τῶν λαθῶν ἡμῶν Θαδδαῖε μοι λαμπρότατε.
Μέγας βοηθός, ἠξιώθης ἡμῖν Ἅγιε διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς ἀνελοῦ ἡμᾶς κακώσεων καὶ θλίψεων.
Θεοτοκίον.
Ἄχραντε Ἀγνή, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε πειρασμῶν, σὺ εἶ Μήτηρ τοῦ Θεοῦ ἡμῶν, Πανάγαθος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων ἔκβαλε πόῤῥω τὰ ἄλγη τῶν πρὸς σὲ μετὰ σπουδῆς προσελθόντων καὶ τῶν ψυχῶν ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον, Θαδδαῖε μοι θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Ῥυσθῆναι τοῦ μοχθηροῦ πανουργίας καὶ ἁπάσης ἀπειλῆς καὶ κακίας καὶ σκληροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Ἰούδα μοι, ὅτι ἀρίστην πρὸς Αὐτὸν παῤῥησίαν κρατεῖς Ἁγιότατε.
Τοῖς πάθεσι δαψιλῶς ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ προστάτης τῶν πληγωμένων θερμὸς ἀντιλήπτωρ καὶ ἐλατὴρ τῶν δαιμόνων Θαδδαῖε μοι προσφεύγοντες πάντες ὑμῖν, ἀρωγὴν καθ ἑκάστην προσμένομεν.
Θεοτοκίον.
Σοὶ πάντες, ἀναφωνοῦμεν Παρθένε καὶ βοήθειαν ἑτοίμην ζητοῦντες, πάσης ἀνάγκης τῷ βίῳ καὶ πάντες τῇ χάριτί σου ἐνθέως λυτρούμεθα, Θεοσωτῆρα Μαριὰμ διὰ τοῦτο ἀεὶ σὲ γεραίρομεν.
Τὴν δέησιν, ἐκχεῶ θεόπτα, πάσης ἀνάγκης καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος καὶ δυσωπῶ σὲ Θεάδελφε ἀθλοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου μάκαρ πυρσεύμασιν ἀποδιώκεις παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ χάριν οὐράνιον καὶ χαρμοσύνην παρέχεις Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σοι ἅπαντες.
Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαίου.
(Κέφ. ι΄ 1-8)
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων⁻ Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε⁻ δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθεμένοι.
Ῥήμασι ἐκόσμησας τὴν σὴν ζωὴν φωτοδότα, καὶ πολλοὺς διέσωσας, λύσσης τοῦ ἀλάστορος τοῦ ἐχθρότατου, ἀφειδῶς πᾶσι γὰρ, δίδεις τὰς ἰάσεις, διὰ τοῦτο σοι δεόμεθα· Ἴασαι Ἅγιε τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν καὶ λύτρωσαι τῶν θλίψεων, πάντας ἐξ ἡμῶν διαφύλαξον, εἰρήνην παρέχων, ἡμῖν καὶ καλωσύνην ἀγαθήν, ὧσπερ παμμάκαρ Θαδδαῖε μοι, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων δαιμόνων, σοὶ καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, πᾶσας τὰς μεθοδείας, αὐτῶν τὰς ἀλλοτρίους, ἐπιτυχῶς κατετρόπωσας, διὸ παράσχου ἡμῖν, τὴν ἰατρείαν ταύτην.
Φωτισμὸν ἡμῖν αἴτει καὶ δεινῶν προβλημάτων τὴν παλινόρθωσιν, καὶ βίου εὐπραξίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ μάκαρ Ἅγιε, τοῖς προσελθοῦσι ἀεί, τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν μετανοίας καὶ καρπούς μοι φανέρωσον μάκαρ Ἅγιε, δουλείας ἁμαρτίας, ἐκβάλλων τὴν ἀπάτην, ὡς προστάτην ἐδέχθημεν, Θαδδαῖε μοι ἐκλεκτέ, Θεοῦ εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίγραπτον, δεινῶν με τοῦ βελίαρ, διάσωσον ἐν τάχει, καὶ Θεῷ μοι συνέδεσε, δι᾿ ἐναρέτου ζωῆς, παρθένε Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον με μάκαρ, ἐκ τοῦ ἐχθροῦ μεθοδείας, καὶ διάσωσον ἀεὶ ἐξ ἁμαρτίας, τὴν καταστραφεῖσαν, Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ σκυμβάλων, καὶ μεθοδείας καὶ πλάνης, διαφύλαττε Θαδδαῖε ἀλωβήτους, τοὺς ἐπιζητούντας, τὴν σὴν ἐπιστασίαν.
Σωματικῶν μοι, καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου πάθος, ἐν λόγῳ θεραπεύσας.
Θεοτοκίον.
Φώτισον Κόρη, τὴν ασθενοῦσαν ψυχήν μου, σβέσον πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων ἐξαισίων, σὲ ὁμολογοῦμεν, μὴ διαλάθης παρέχων εὐδόκιμα, ἑνὶ ἑκάστῳ Θαδδαῖε, μοι βοηθήματα.
Ὡς θεῖος τοῖς ἀνθρώποις, καὶ δεινὸς ἐκφάντωρ, θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι, ὑπὲρ ἡμῶν τὴν Τριάδα, ἀεὶ ἱκέτευε.
Τριάδος νῦν τῷ θρόνῳ, παρεστὼς τρισμάκαρ, εὐχετηρίους ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων δεήσεις, τῶν εὐλαβούντων σε.
Θεοτοκίον.
Ἀπάλλαξον τὸν νοῦν μου, Μῆτερ Θεοτόκε ἐκ λογισμῶν ἀντιθέτων τοῦ πύθωνος καὶ τὴν καρδίαν μοι Ἄχραντε διάσωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζεις ζῶσα πηγὴ καὶ τοὺς ἀσθενοῦντας, θεραπεύεις ὡς ἰατρὸς, δίδου ἡμῖν ῥῶσιν, ἀγάπην καὶ ὑγείαν τρισμάκαρε Θαδδαῖε, τῇ ἀντιλήψει σου.
Θεῖος ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων ἀπὸ παιδὸς καὶ τοῖς θαύμασί σου, πολλοὺς ζωοποίησας, ἀξίως ἐφημίσθης, μάκαρ Ἰούδα μοι.
Χαίροις Ἀποστόλων ὁ ἀδελφὸς καὶ τῶν Βασιλέων, ἐγκαλλώπισμα ἱερὸν, χαίρεις τῶν χαρίτων ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ, πάντων βοήθεια.
Νόσους ἰατρεύεις ὀδυνηρὰς καὶ καρκίνου νεῖκος, χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν χάριν, ἐν βίῳ καὶ ὑγιείαν, Θαδδαῖε μοι παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου τὴν πρεσβείαν σου πρὸς Χριστόν, τῷ πιστῷ λαῷ σου, σοὶ Θεάδελφε ἱερέ, δύναμιν καὶ πίστην, ἀγάπην καὶ γαλήνην καὶ πᾶσαν εὐθυμίαν, πρὸς βίον μείζονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.
Θεῖος ἀθλοφόρος γεγονώς, καὶ θαυμάτων πλήθη δωρήσας, μάκαρ Θαδδαῖε μοι, πάσης καταστάσεως καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεων καὶ κακοδοξίας, καὶ μαγείας λύτρωσας τοὺς προσελθόντας σοι, ἔχεις γὰρ πολλὴν παῤῥησίαν πρὸς τὸν Βασιλέα τῶν πάντων, ἐκζητῶν ἁπάντων τὰ αἰτήματα.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Εὔφρανον Θαδδαῖε θείᾳ χάριτί σου
Εὐάγγελον μέλψαντος τὴν ἄθλησίν σου.
Χαιρετισμοί εις τον Άγιο Απόστολο Ιούδα τον Θαδδαίο