Δύο Παρακλητικοί Κανόνες εις τον Απόστολο Παύλο
Παρακλητικός Κανών εις τον Ουρανοβάμονα και Θεσπέσιο Απόστολο Παύλο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν ἁγίων Ἀποστόλων ἀκρότης, καὶ τοῦ Σωτῆρος ἐνθεώτατος μύστης, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα, Παῦλε παμμακάριστε, ἐκλογῆς θείας σκεῦος, ὅπως λυτρωθείημεν πειρασμῶν καὶ κινδύνων καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς, οἱ προσιόντες τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Αἴτει μοι Παῦλε, θείαν ἀκτῖνα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκτῖσι λαμπόμενος θεϊκαῖς, Ἀπόστολε Παῦλε, τοῦ νοός μου τὸν σκοτασμό, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, καὶ τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.
Ἰλύος με καθαρὸν μοχθηράς, παθῶν ἀκαθάρτων, καὶ ποικίλων ἁμαρτιῶν, τοῖς ῥείθροις τῶν θείων πρεσβειῶν σου, οὐρανοφοῖτα Ἀπόστολε ἔνδοξε.
Τὸν πάντων Δεσπότην καὶ Λυτρωτήν, ὡς ἔχων μεγίστην, παῤῥησίαν ὑπὲρ ἡμῶν, ἱκέτευε Παῦλε θεηγόρε, πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
Ἐτέχθη αἱμάτων σου ἐξ ἁγνῶν, ὁ πᾶσι τὸ εἶναι, παρεχόμενος ὡς Θεός, ὦ πρέσβευε Πάναγνε Παρθένε, ἁμαρτιῶν μου καθάραι τὸν βόρβορον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰδὼν φῶς μέγα Παῦλε φωνῆς Χριστοῦ ἤκουσας, καὶ κλητὸς Ἀπόστολος, ὤφθης θείῳ βουλήματι· ὅθεν ἐνίσχυσον, ἡμᾶς φωνῆς εἰσακούειν, θείων διατάξεων ψυχῆς θερμότητι.
Μυστηρίων ἁγίων μύστης σοφὸς γέγονας· ὅθεν μετανοίας πρὸς τρίβον, ὁδήγει πάντοτε, Παῦλε πανεύφημε, διὰ ζωῆς ἐναρέτου, τοὺς πιστῶς προστρέχοντας τῇ ἀντιλήψει σου.
Ὁλοτρόπως τῷ πλάνῳ ὑποταχθεὶς γέγονα, σκεῦος ἁμαρτίας ἁπάσης, νοῒ ἀγνώμονι· σὺ οὖν με λύτρωσαι, ὡς ἐκλογῆς Χριστοῦ σκεῦος, Παῦλε παμμακάριστε χειρῶν τοῦ δράκοντος.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς αἴτιον, τέτοκας ἀφράστως Παρθένε, κόσμον καινίζοντα· διὸ ἐγκαίνισον, ἐν τῇ ἀθλίᾳ ψυχῇ μου, πνεῦμα καθαρότητος καθικετεύω σε.
Διάσωσον, οὐρανοβάμον Ἀπόστολε θεῖε Παῦλε, χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών τὴν κλῆσιν, Παῦλε ἔνδοξε, ἐδείχθης Χριστοῦ Ἀπόστολος θεόληπτος· διὸ κἀμὲ ἀνύψωσον γεηρῶν φρονημάτων πρεσβείᾳ σου καὶ θεϊκόν μοι αἰτεῖ φωτισμόν, ὡς πλήρης φωτὸς τοῦ θείου Πνεύματος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Παθημάτων καὶ θλίψεων, καὶ ἐπηρειῶν πικρῶν τοῦ ἀλάστορος, ἀνωτέρους Παῦλε φύλαττε, τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
Ἀσθενείαις τρυχόμενος, ταῖς κατὰ ψυχὴν καὶ σῶμα προστρέχω σοι, ἵνα εὔρῳ Παῦλε ἱᾶσιν, ἥν μοι δίδου θᾶττον τῇ πρεσβείᾳ σου.
Ὑψιβάμων γενόμενος, καὶ οὐρανοφοίτης Παῦλε Ἀπόστολε, χαμαιζήλων με ἀπάλλαξον, ἐννοιῶν καὶ λόγων τε καὶ πράξεων.
Θεοτοκίον.
Λύτρωσαί με Πανάμωμε, ἐκ τῆς μοχθηρίας τοῦ παναλάστορος, τῇ ἀμάχῳ προστασίᾳ σου, καὶ εἰρήνην δίδου τῇ καρδίᾳ μου.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, οὐρανόθεν Παῦλε ἔνδοξε, καὶ παράσχου ὡς θεράπων τοῦ Χριστοῦ, τὰ αἰτήματα ἡμῶν τῶν δεομένων σου.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἀληθεῖ, κατευθύνων τὴν ζωὴν ἡμῶν Ἀπόστολε.
Ἔχων πρὸς Χριστόν, παῤῥησίαν πολλὴν Ἅγιε, ὡς Ἀπόστολος Αὐτοῦ θεοειδής, ἡμῖν ἵλεων Αὐτὸν Παῦλε ἀπέργασαι.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ ἁπάσης ἐργασίας πονηράς, καὶ κακίστης συνηθείας με ἀπάλλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκτῖσι, λελαμπρυσμένος ταῖς θείαις, σκοτασμοῦ ἁμαρτιῶν πολυτρόπων, καὶ συμφορῶν καὶ κινδύνων καὶ πόνων, ἀπάλλαξόν με ταῖς σαῖς ἀντιλήψεσιν, ὦ Παῦλε σκεῦος ἐκλογῆς, ὡς προστάτης μου θεῖος καὶ ἔφορος.
Ναμάτων, πνευματικῶν πεπλησμένος, θεῖε Παῦλε, ἐκ πηγῶν σωτηρίου, τὸ τῆς ἀφέσεως βλῦσόν με ὕδωρ, καὶ γλυκασμὸν θεϊκῆς ἀγαθότητος, ταῖς εὐπροσδέκτοις σου λιταῖς, πρὸς Χριστὸν τὸν φιλάνθρωπον Κύριον.
Ἀπαύστως, ἐν τῷ πελάγει τοῦ βίου, χειμαζόμενος ματαίαις φροντίσι, πρὸς τὴν γαλήνην τὴν σὴν καταφεύγω, καὶ ἐκβοῶ σοι ὦ Παῦλε Ἀπόστολε, κυβέρνησόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Κινδύνοις, κλυδωνιζόμενος πλείστοις, ἐκ πολλῶν ἁμαρτιῶν μου ὁ τάλας, ἐπικαλοῦμαι τὴν σὴν προστασίαν, καὶ ἀνακράζω σοι Κόρη Πανύμνητε· τὰ κύματα τὰ χαλεπά, τῶν πολλῶν πειρασμῶν μου κατεύνασον.
Διάσωσον, οὐρανοβάμον Ἀπόστολε θεῖε Παῦλε, χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐσεβείας φωστὴρ καὶ διδάσκαλος καὶ Ἀποστόλων λαμπρὸν ἀκροθίνιον, ἡμῖν εὐμενίζου ἑκάστοτε τὸν πάντων κτίστην Χριστὸν, Παῦλε ἔνδοξε, ὡς ἂν θεῖον ἔλεος εὕρωμεν.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄ 16 -21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Παῦλε παμμακάριστε, τῶν Ἀποστόλων ἡ δόξα, ὄργανον θεόπνευστον τοῦ ἁγίου Πνεύματος καὶ πολύφωνον, τῶν πολλῶν θλίψεων κόπασον τὸν σάλον τὸν συνέχοντά με, Ἅγιε καὶ παύλαν δίδου μοι τῶν ὀδυνηρῶν περιστάσεων, εἰρήνην μοι αἰτούμενος καὶ παραπτωμάτων συγχώρησιν, ὡς πλούτων μεγίστην θεόφρον παῤῥησίαν πρὸς Χριστόν, ὃν ἐκτενῶς καθικέτευε ὑπὲρ τῶν τιμώντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν μεγίστην σου χάριν ἐφαπλῶν μὴ ἐλλίπῃς ἡμῖν Ἀπόστολε, ὡς ἂν τῶν βουλευμάτων, ῥυώμεθα τοῦ πλάνου, οἱ ἐν πίστει κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰατὴρ νοσημάτων ψυχικῶν ἀνεδείχθης Παῦλε τῷ λόγῳ σου· διὸ κἀμὲ νοσοῦντα, κατὰ ψυχὴν καὶ σῶμα, ἴασαί με κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νομοθέτης ἐδείχθης τῆς ζωῆς τῆς ἁγίας ἐν θείῳ Πνεύματι· διὸ τροπούμενόν με, τῆς ἁμαρτίας νόμῳ με ἕλκυσον, πρὸς βιοτὴν καθαράν, Παῦλε Κυρίου, στόμα.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, σαρκός μου τὰς ὀδύνας, καὶ τῆς ψυχῆς τὰ πάθη, θεραπεύσασα σῶσόν με, εὐλογημένη Ἁγνή, ἵνα σὲ μακαρίζω.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Γνῶσιν μοὶ δίδου, τῆς ἀληθοῦς μετανοίας, Παῦλε ἔνδοξε ὡς τῆς ἀγάπης μύστης, ἵνα ἐναρέτως, Χριστῷ εὐαρεστήσω.
Ἐκ τῆς σῆς γλώττης, τῆς σωτηρίας τὸ νέκταρ, Παῦλε ἔνδοξε Πνεύματι θείῳ βλύζει· ὅθεν γλύκανόν μου, τὴν τῆς ψυχῆς πικρίαν.
Ῥώμην μοι δίδου, καταπατεῖν τοῦ βελίαρ, Παῦλε ἔνδοξε ἰσχὺν τὴν ὀλεθρίαν, καὶ ἐν μετανοίᾳ, ἀνύειν τὴν ζωήν μου.
Θεοτοκίον.
Ἀγγέλων δόξα, Θεοκυῆτορ Παρθένε, ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων, λύτρωσαι καὶ σῶσον, τὸν σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ τῶν σῶν λόγων, σόφισον τὸν νοῦν μου, καταπατεῖν τοῦ ἐχθροῦ τὰ σοφίσματα, καὶ ἐν σοφίᾳ ἀνύειν, Παῦλε, τὸν βίον μου.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σου ἀρδείαις Ἀπόστολε, ὡς ἂν ἐκφύγω τοῦ πλάνου πᾶν ἐπινόημα.
Ὁ μέγας τοῦ σωτῆρος, μύστης θεῖε Παῦλε, μυσταγωγεῖσθαι τῷ λόγῳ σου σθένωσον, πρὸς σωτηρίαν τοὺς πόθῳ σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, ἡ τὴν πηγὴν τῆς ζωῆς ἡμῖν τέξασα, καὶ ἀπαθείας πρὸς ὕδωρ τὸν νοῦν μου ἴθυνον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, Παῦλε θεηγόρε, τοῦ Σωτῆρος μυσταγωγέ, ἐκλογῆς Κυρίου σκεῦος δεδοξασμένον καὶ πάσης Ἐκκλησίας θεῖε διδάσκαλε.
Ἤκουσας ἐξ ὕψους θείας φωνῆς, Παῦλε, σὲ καλούσης μαθητείαν πρὸς ἱεράν, μαθητὴς πυρίνους ἐντεῦθεν ἀνεδείχθης Χριστοῦ τοῦ Ζωοδότου, λόγοις καὶ πράξεσιν.
Ἥλιος ὡς μέγας καὶ φαεινός ἔλαμψας τῷ κόσμῳ, διατρέχων πᾶσαν τὴν γῆν καὶ τοὺς ἐν τῷ σκότει λαοὺς καταφωτίζεις κηρύγματος τῇ αἴγλῃ, Παῦλε Ἀπόστολε.
Βρύει σου ἡ γλῶσσα ῥεῖθρα ζωῆς τοῦ Εὐαγγελίου τὰ διδάγματα τὰ σεπτά καὶ καταποτίζει τὰς λογικὰς ἀρούρας πρὸς θείαν εὐκαρπίαν, Παῦλε Ἀπόστολε.
Ἤνυσας ἀγῶνας ὑπερφυεῖς ὑπὲρ τῆς ἀγάπης τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ ἐν Ῥώμῃ Παῦλε ἐτέλεσας τὸν δρόμον τμηθείς σου τὸν αὐχένα τὸν ἱερώτατον.
Παῦλε τῶν ἀῤῥήτων μυσταγωγέ, Ἀποστόλων δόξα, καθικέτευε ἐκτενῶς ἄφεσιν πταισμάτων καὶ φῶς θεῖον διδόναι παρὰ Χριστοῦ τοῖς πόθῳ σὲ μακαρίζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε Ἀποστόλων καλλονή, τοῦ Εὐαγγελίου ὁ κῆρυξ ὁ ἐνθεώτατος, στόμα τὸ πολύσοφον Χριστοῦ τοῦ πάντων Θεοῦ, μὴ ἐλλείπης δεόμενος ὑπὲρ τῶν ἐν πίστει προσιόντων, Ἅγιε, τῇ προστασίᾳ σου, ὅπως συμφορῶν καὶ κινδύνων καὶ πολυειδῶν συμπτωμάτων, ἄτρωτοι ἐν βίῳ διαμένωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πρόσχες, Παῦλε ἔνδοξε, τῇ νῦν δεήσει
Τοῦ Γερασίμου καὶ δίδου τὴν σὴν χάριν.
Παρακλητικός Κανών εις τον Απόστολο Παύλο επί τη αποβάσει αυτού εις Καλούς Λιμένας Κρήτης
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐρανοβάμονι προσπέσωμεν Παύλῳ, τῷ θεοκήρυκι καὶ Κρήτης φωστῆρι, ταῖς ἀστραπαῖς φωτίσαντι τῶν λόγων αὐτοῦ, τῶν πανσόφων πέρατα, νήσου Κρήτης βοῶντες· πρὸς λιμένας ἴθυνον τοὺς καλοὺς καὶ εὐδίους, οἰακοστρόφους ὥσπερ ἀπλανής, τοὺς ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἴθυνόν με, Παῦλε, πρὸς τὸν Καλὸν τὸν Λιμένα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν τοῖς τιμῶσι, τοὺς ἀγῶνάς σου τοὺς στεῤῥούς, οὓς ἔτλης ὑπὲρ Εὐαγγελίου, τῆς ἐξαπλώσεως Παῦλε Ἀπόστολε.
Θεμέλιον πίστεως ἀῤῥαγές, Ἀπόστολε Παῦλε, τοὺς προστρέχοντάς σοι πιστῶς, ἐν πέτρᾳ στερέωσον τῇ θείᾳ, τῆς τοῦ Χριστοῦ ἀληθείας βοῶμέν σοι.
Ὑμνοῦντές σε δέσμιον τῆς Χριστοῦ, ἀγάπης ἐν Κρήτῃ, ἀφιχθέντα Παῦλε σοφέ, τὸ πρῶτον δεσμίους εὐσεβείας, ἡμᾶς ἀνάδειξον καὶ ἀγαθότητος.
Θεοτοκίον.
Νοσούντων ἰάτειρα ταχινή, ἁγνὴ Θεοτόκε, τοὺς ἐν κλίνῃ ἀσθενειῶν, κειμένους ἐπίσκεψαι ταχέως, καὶ πᾶσι δώρησαι ἄμφω ὑγείαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφωτε Παῦλε, ὁ εἰς Καλοὺς δέσμιος, ἀφιχθεὶς Λιμένας τῆς Κρήτης, καὶ τὴν θεότητα, ἀνακηρύξας τρανῶς, τὴν Τρισυπόστατον πᾶσι, Ταύτης με ἀνάδειξον, δοῦλον πειθήνιον.
Νυσταγμὸν τὸν μὴ δόντα, ἐν τοῖς αὐτοῦ ὄμμασι, Παῦλον τὸν φωστῆρα τοῦ κόσμου, ὕμνοις τιμήσωμεν, ἀναβοῶντες· Κρητῶν, ἐν ἐγρηγόρσει συντήρει, δήμους τοὺς γεραίροντας, σὲ ὕμνοις πρέπουσι.
Μιμητὴν τοῦ Κυρίου, τὸν ἀκραιφνῆ πέλοντα, Παῦλον τὸν κηρύξαντα πᾶσι, μέγα μυστήριον, τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, Χριστοῦ κενώσεως ὕμνοις, μέλψωμεν μιμούμενοι, τούτου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, Κρητῶν λαμπρὸν κλέϊσμα, κεχαριτωμένη Μαρία, Παύλου ἐντεύξεσιν, ἐπιεικείας ἡμᾶς, μακροθυμίας ἀγάπης, δεῖξον καὶ χρηστότητος, βάθρα σοὺς πρόσφυγας.
Διάσωσον, ἐκ τῶν ὀξέων ὀδόντων προβατοσχήμων, λύκων πάντας τοὺς εὐσεβεῖς ποιμὴν ὡς ἀνύστακτος, Ἀπόστολε Παῦλε πνευματοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς λύραν τερπνὴν καὶ σάλπιγγα μεγάφωνον, Χριστοῦ τοῦ Θεοῦ τῆς πίστεως τιμῶντές σε, εὐλαβῶς κραυγάζομεν· θεοῤῥῆμον Παῦλε Ἀπόστολε, τῆς εὐσεβείας δεῖξον μελουργούς, κιθάρας Κρητῶν χοροὺς ὑμνοῦντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παῦλε στόμα τῆς χάριτος, οἱ λελυτρωμένοι πανσόφοις λόγοις σου, ματαιότητος βοῶμέν σοι· ἴθυνον ἡμᾶς πρὸς βίον κρείττονα.
Ἀγνωσίας σκοτόμαιναν, σκέδασον κυκλοῦσαν ἡμᾶς Ἀπόστολε, τῆς θεογνωσίας ὄργανον, Παῦλε θεηγόρε παναρμόνιον.
Ὑφηγῆτορ θεόπνευστε, Παῦλε ἀληθείας καὶ ἀγαθότητος, χειραγώγησον πρὸς θέωσιν, Κρῆτας μεγαλύνοντας τοὺς πόνους σου.
Θεοτοκίον.
Λυπηρῶν ἀποδίωξον, τὴν ἀχλὺν Παρθένε Θεογεννήτρια, ἡ χαρὰν τὴν ἀδιάπτωτον, Ἰησοῦν Χριστὸν τῷ κόσμῳ τέξασα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔνδυσον ἡμᾶς, ἀφθαρσίας Παῦλε ἔνδυμα, τοὺς στολὴν ἀμπεχομένους ῥυπαράν, καὶ φθαρτὴν τῆς ἁμαρτίας καὶ φαυλότητος.
Παῦλε θησαυρέ, τῆς σοφίας καὶ τῆς γνώσεως, τοὺς ἀσόφως δαπανοῦντας τὸν βραχύ, βίον σόφισον καὶ ἴθυνον πρὸς θέωσιν.
Ῥήτωρ τῆς Χριστοῦ, ἀληθείας διαπρύσιε, Παῦλε Κρῆτας πρὸς σαγήνην θεϊκήν, ταῖς πρὸς Κύριον θερμαῖς πρεσβείαις ζώγρησον.
Θεοτοκίον.
Ὁ τοῦ Λυτρωτοῦ, θρόνος ἔμψυχος Παντάνασσα, τῆς ἀγάπης Βασιλέα καὶ Θεόν, ἐν καρδίαις ταῖς ἡμῶν σοφῶς ἐνθρόνισον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συνέτριψας, τῶν εἰδώλων ξόανα, τῇ δυνάμει τῶν ῥημάτων σου Παῦλε, καὶ ἐγκατέστησας Εὐαγγελίου, τοῦ ἱεροῦ βάθρον ἀδιατάρακτον, τῇ οἰκουμένῃ νῦν πιστῶς, αἰτουμένῃ τὰς θείας πρεσβείαις σου.
Τῇ χάριτι, δαψιλῶς δοθείσῃ σοι, οὐρανόθεν Παῦλε ἴθυνον πάντας, πρὸς τοὺς Λιμένας Καλοὺς καὶ εὐδίους, τοὺς ποντουμένους ἐν βίου ταῖς θλίψεσι, καὶ τὴν ὁμήγυριν Κρητῶν, ἐξαιρέτως ἀεὶ τὴν τιμῶσάν σε.
Ὃν πρότερον, Παῦλε ἐν αἰνίγματι, καὶ σκιᾷ ἑώρας νῦν κατοπτεύεις, ἰδίαις κόραις σου καὶ ἱκετεύεις, σῶσαι τοῦ Τίτου ἐκγόνους ἐν πνεύματι, τοῦ εὐπειθοῦς σου συνεργοῦ, πρὸς Χριστοῦ ἀληθείας στερέωσιν.
Θεοτοκίον.
Νῦν δούλου σου, πάσαις παραβάσεσι, νεκρωθέντα τῇ σῇ χάριτι Μῆτερ, τοῦ Παντεπόπτου Χριστοῦ γλυκυτάτη, εὐλογημένη Παντάνασσα ζώωσον, καὶ ἴθυνον αὐτὸν καλῶς, πρὸς νομὴν τοῦ Υἱοῦ σου τὴν ἄφθιτον.
Διάσωσον, ἐκ τῶν ὀξέων ὀδόντων προβατοσχήμων, λύκων πάντας τοὺς εὐσεβεῖς ποιμὴν ὡς ἀνύστακτος, Ἀπόστολε Παῦλε πνευματοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Εὐαγγελίου τὸν μύστην τῆς χάριτος, καὶ παιδευτὴν ἀληθείας θεόληπτον, ὑμνήσωμεν Παῦλον Ἀπόστολον, ἀναβοῶντες· ἡμᾶς παιδαγώγησον, ὀρθῶς καὶ ἴθυνον πρὸς τελειότητα.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄ 16 -21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀῤῥαγὲς θεμέλιον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Ἔθνη ἐστερέωσας, ἐν τῇ πίστει φθέγμασι, θεοσόφοις σου, Παῦλε Ἀπόστολε, Παρακλήτου σκεῦος, τιμαλφὲς καὶ ἠλευθέρωσας, ἐκ τῆς δουλώσεως, ἀγνωσίας Κρήτην ἣν δέσμιος, τὸ πρῶτον ἀφικνόμενος, εἰς Καλοὺς Λιμένας ἐγνώρισας, ὅθεν σε τιμῶντες, παθῶν τοὺς αἰχμαλώτους ζοφερῶν, ἀναβοῶμεν Ἀπόστολε· τάχος ἐλευθέρωσον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κῆρυξ Εὐαγγελίου, καὶ διδάσκαλε θεῖε Χριστοῦ τῆς πίστεως, οὐρανοβᾶμον Παῦλε, αἱρετικῶν τῶν πλάνων, τὸν ἐσμὸν ἀπομάκρυνον, ἐκ τῶν Κρητῶν τῶν ὀρθά, τὰ δόγματα φρονούντων.
Ἅλατί σου νοστίμῳ, τῶν πανσόφων ῥημάτων τὰ Ἔθνη ἤρτυσας, πνευματοφόρε Παῦλε, καὶ ηὔφρανας καρδίας, τῶν Κρητῶν ὧν οἱ ἔκγονοι, νῦν Ἐκκλησίας ἡμῶν, ὡς ἀπαρχὴν τιμῶμεν.
Λῦσον τῆς ἁμαρτίας, τοὺς δεσμούς μου κραυγάζω ὁ πολυδύστηνος, ἱκέτης σου τρισμάκαρ, εἰς τοὺς Καλοὺς Λιμένας, Παῦλε θεῖε ὡς δέσμιος, ὁ ἀφιχθεὶς ἐκ φθορᾶς, ἵνα δεσμίους σώσῃς.
Θεοτοκίον.
Ὄρος Θεογεννῆτορ, ὡς κατάσκιον πάντες σὲ μεγαλύνοντες, καὶ Τράπεζαν καὶ Στάμνον, καὶ Πύλην φωτοφόρον, ἐκβοῶμεν· ἱλέωσαι, ἡμῖν τὸν Τόκον τὸν σόν, Χριστὸν τὸν Ζωοδότην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοσούντων πάντων, καὶ θλιβομένων προστάτην, ἐκδεχόμεθά σε μάκαρ Παῦλε, θλίψεων ἐν βίῳ, γευσάμενον ποικίλων.
Λύτρωσαι Παῦλε, ἀπὸ παντοίας ἀνάγκης, τοὺς χοροὺς τῶν Κρητῶν τῶν ἐν πίστει, σοὶ καταφευγόντων, ἐν βίου τρικυμίαις.
Ἴθυνον τάχος, πρὸς σωτηρίας λιμένα, στιβαροῖς σου χερσὶ θεῖε Παῦλε, ἀπλανὲς ἰθῦντορ, τοῦ βίου ποντουμένων.
Θεοτοκίον.
Μὴ μὲ ἐάσῃς, ὡς ἐν θυέλλῃ καλάμην, τοῦ δολίου γενέσθαι Παρθένε, ἔρμαιον ἡ κόσμου, στηρίζουσα εὐχαῖς σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐνώπιον τυράννων, Ἐθνῶν καὶ Βασιλέων, τὸν τοῦ Κυρίου βαστάσαντα ὄνομα, τιμῶμεν Παῦλον ὡς πάντων ἡμῶν ὑπέρμαχον.
Ναμάτων θεοβρύτων, ὁ πλησθεὶς ὡς μέγας, χειμάῤῥους πίστεως Παῦλε Ἀπόστολε, ἡμῶν ψυχὰς τῆς ἀγάπης ῥοαῖς κατάρδευσον.
Ἀπόστολε Κυρίου, Παῦλε φύλαξ ἴσθι, Κρητῶν ἀεὶ σοῦ τιμώντων τὰ σκάμματα, ὑπὲρ Χριστοῦ ἀληθείας θεοειδέστατε.
Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ, κεχαριτωμένη, τῇ σῇ λαμπρότητι νοῦν μου καταύγασον, τοῦ μεγαλύνοντος πόθῳ τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παῦλε Ἀποστόλων ἡ κορωνίς, Τίτον ποιμενάρχην, καταστήσας θεοειδῆ, τῆς Γορτύνης Κρήτης, ἑδραίωσας τὴν πίστιν, Χριστοῦ ἐν νήσῳ ταύτη, τῇ νῦν τιμώσῃ σε.
Χάρις ἐπεφάνη ἡ τοῦ Θεοῦ, ἔφησθα ἀνθρώποις, ἡ σωτήριος θαυμαστέ, εὐλαβῶς δικαίως, παιδεύουσα βιῶσαι, ἡμᾶς τε καὶ σωφρόνως, Παῦλε Ἀπόστολε.
Χαίροις ὁ διδάσκαλος τῶν Ἐθνῶν, χαίροις ὁ ἰθῦντορ, τῶν ἐν σκότει πρὸς φῶς Χριστοῦ, χαίροις ὑποφήτης, ὁ θεῖος εὐσεβείας, καὶ κῆρυξ ἀληθείας, Παῦλε θειότατος.
Χαίροις ὁ τῆς Κρήτης φωταγωγός, Παῦλε φωτοφόρε, τοῦ Ἡλίου τοῦ νοητοῦ, ὁ τὸ φῶς ἁπλώσας, ἁπάσῃ οἰκουμένη, ταῖς ἀστραπαῖς σῶν λόγων, καὶ διδαγμάτων σου.
Χαίροις συζητήσεις ὁ τὰς μωράς, ἔρεις τε καὶ μάχας, φεύγειν πάσας τὰς νομικάς, νουθετῶν χορείαις, τῶν εὐσεβούντων Παῦλε, τῆς ἀληθείας στῦλε, φωτοειδέστατε.
Δέσμιος εἰς Κρήτην ὁ ἀφιχθείς, καὶ Καλοὺς Λιμένας, ἁγιάσας τοῖς σοῖς ποσί, τοῖς τιμίοις Παῦλε, δεσμούς με συγκρατοῦντας, μετὰ τῆς ἁμαρτίας, τάχος διάσπασον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε, Χριστοκῆρυξ τῶν Ἐθνῶν, ὁ Ἀρχιερέα Γορτύνης, ἐν Κρήτῃ σὸν συνεργόν, καταστήσας πρέσβευε, τῷ Παντοκράτορι, τῶν Κρητῶν τὴν ὁμήγυριν, ἐκ τοῦ μισοκάλου, τῶν βελῶν ἀείποτε, τηρεῖν ἀλώβητον, καὶ στηρίζειν πάντας ἐν πίστει, τῇ ὑγιαινούσῃ ὡς Τίτῳ, ἐνουθέτεις γράμματι τῷ θείῳ σου.