Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ’’. Τῆ Θεοτόκῳ ἐκτενῶς.
Τοῦ Ταξιάρχου τῷ Ναῶ νῦν προσήλθομεν ἐν εὐλαβείᾳ οἱ πιστοῖ καί προσπίπτομεν πρό τῆς Εἰκόνος τῆς θαυματουργοῦ κράζοντες καί λέγοντες, Ἀρχιστράτηγε θεῖε, πρόφθασον καί λύτρωσαι ἀπό πάσης ἀνάγκης ἡμᾶς καί πάντας, Ἄρχον Μιχαήλ, τούς προσδραμόντας πιστῶς τῆ σή χάριτι.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχής˙ Δέσποινα, βοήθησον, ἐφ’ ἡμᾶς σπλαγχνισθείσα˙ σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων˙ μή ἀποστρέψεις σούς δούλους κενούς˙ σε γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα ἀρχόμεθα τοῦ Κανόνος, οὐ ἡ Ακροστιχίς˙
Θερμῶς Μιχαήλ αἰτοῦμαι τήν χάριν σου, Φ(ιλαρέτου).

Ὢδή ἀ’. Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Θεοῦ τοῦ Ὑψίστου τόν Λειτουργόν ὑμνῶ καί γεραίρω˙ καί αἰτοῦμαι ὡς βοηθόν εἰς πᾶσαν τοῦ βίου τρικυμίαν τόν Μιχαήλ τῶν Ἀγγέλων τόν πρόμαχον.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἐλθών ὡς ἱκέτης σου ταπεινός τῆ σεπτή Μονή σου Πανορμίτου, ὦ Μιχαήλ, προσπίπτω τῆ θεία σου Εἰκόνι εὐχαριστῶ σοι θερμῶς, Ἀρχιστράτηγε.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Ῥοῆς τῶν δακρύων μου, Μιχαήλ, δέχθητι ἀσμένως καί καρδίας μου συντριβήν παρέχων μοι αὖθις τήν ὑγείαν καί σωτηρίαν ψυχῆς, ὦ Πρωτάγγελε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Μεγίστοις ὑπάρχων ἐν πειρασμοῖς πρός σε καταφεύγω σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καί Παρθένε, τῶν δυσχερῶν καί δεινῶν με διάσωσον.

Ὢδή γ’. Οὐρανίας ἁψῖδος
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ὡς προστάτην καί σκέπην διηνεκῶς κέκτημαι σε τόν Ταξιάρχην Κυρίου καί Μεγαλόχαρον˙ ὅθεν ἐκ τούτου θερμῶς τῆ θεία ταύτῃ Μονή σου σήμερον προσέρχομαι χάριν αἰτούμενος.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Συνεχόμενος φόβῳ καί συντριβή ἔνδοθεν ὡς ἐν ἁμαρτίαις βιώσας, θεῖε Ἀρχάγγελε, καί διά τοῦτο δεινῶς ταλαιπωροῦμαι ὁ τάλας˙ ὅθεν σύ με λύτρωσαι τῆ μεσιτεία σου.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Μιχαήλ Πανορμίτα, τῶν εὐσεβῶν πρόμαχε καί τῶν ἀσθενούντων ὁ ῥύστης ὡς τάχος πρόφθασον˙ καί διαφύλαξον νῦν ἐκ πειρασμῶν καί κινδύνων πάντας τούς προστρέχοντας τῆ θεία σκέπη σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Ἱκετεύω Παρθένε, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην διασκεδάσαι μου˙ σύ γάρ, Θεόνυμφε, τόν ἀρχηγόν τῆς  γαλήνης, τόν Χριστόν ἐκύησας, μόνη Πανάχραντε.

Διάσωσον, ὦ Ταξιάρχα, ἡμᾶς ἐκ παντός κινδύνου καί ἀσφάλισον σήν Μονήν καί Νῆσον ἐκ θλίψεων˙ Σε ἔχομεν κραταιόν γάρ Προστάτην.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις Καί εὐθύς, τό Κάθισμα.
Ἦχος β’. Πρεσβεῖα θερμή.

Θεοῦ λειτουργέ, Μιχαήλ Ἀρχιστράτηγε, Πανόρμου Μονῆς προστάτα καί ὑπέρμαχε ἐκτενῶς βοώμέν σοι˙ σπεῦσον ὧδε καί ἴασαι τούς ἀσθενοῦντας οἰκτρῶς ἀδελφούς καί πάντας χαρίτωσον, θειότατε.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν. Θεοτοκίον.
Πρεσβεία θερμή καί τεῖχος απροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοώμέν σοι˙ Θεοτόκε Δέσποινα, πρόφθασον καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὢδή δ’’. Εἰσακήκοα Κύριε.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Χαριστήριον αἴνεσιν μετά εὐλαβείας νῦν ἀναμέλπω σοι, ὦ τρισμέγιστε Ἀρχάγγελε, λυτρωθείς ἐκ πάντων τῶν μισούντων με.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἀπαλλάξας τόν δείλαιον ἐκ τῶν τυραννούντων με πολεμίων μου ταῖς λιταῖς σου πρός τόν Κύριον Μιχαήλ θεόπτα, περιφρούρει με.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Ἡλιόμορφε Ἄγγελε, δίδου μοι βοήθειαν ὅπως πάντοτε τῆ σή λάμψει καί ταῖς χάρισι διαλάμπω πᾶσιν ὁ ἀνάξιος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Λῦσον, Μῆτερ, τόν τάραχον ἡ τόν κυβερνήτην τεκοῦσα Κύριον καί τόν κλύδωνα κατεύνασον τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Ὢδή ἕ’. Φώτισον ἡμᾶς.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἅγνισον ἡμῶν τάς ψυχάς τε καί τά σώματα ἐκ πονηρῶν λογισμῶν, Μιχαήλ, ἀγγελικῶς ἶνα ζῶμεν ἀεί θαυμάσιε.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἵλεως ἡμῖν ὅπως γένηται ὁ Κύριος ταῖς ἁμαρτίαις ἡμῶν, Μιχαήλ, σοι ἐκδυσώπει αὑτόν ἐκτενῶς, πρωτάγγελε.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Τείχισον ἡμᾶς ἐν τῆ σκέπη τῶν πτερύγων σου ἶνα θερμῶς ἐν τῷ βίῳ παντί τόν Ἰησοῦν ὡς Θεόν εὐλαβῶς λατρεύωμεν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Ὄλβιον Ἀγνῇ τήν ζωήν μου σύ κατάστησον τήν σήν ἀκήρατον διδοῦσα χαράν τῆς εὐφροσύνης ἡ γεννήσασα τόν αἴτιον.

Ὢδή στ’. Τήν δέησιν ἐκχεῶ.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ὑμνήσωμεν, Μιχαήλ τόν Ἄρχοντα προσκυνοῦντες καί αὑτοῦ τήν Εἰκόνα ἐξ ἦς θαυμάτων τό πλῆθος προῆλθε καί χαριτόβρυτος πᾶσιν ἐγένετο. Δι’ ὅπερ σήμερον αὑτήν εὐγνωμόνως τοῖς ἄνθεσι στέψωμεν.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Μεγάλυνον τόν Σωτῆρα Κύριον, ὦ πληθύς Χριστιανῶν, ἐκ καρδίας καί τόν αὑτοῦ Ἀρχιστράτηγον ἄμα τόν διασῴζοντα πάντας ἐκ θλίψεων καί νοσημάτων σοβαρῶν μεσιτείαις αὑτοῦ πρός τόν εὔσπλαγχνον.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Ἀγάλλεται ἡ Μονή σου σήμερον, Μιχαήλ ὦ Πανορμίτα, ενθέως ὅτι πολλῶν θαυμασίων ἐδείχθης τελετουργός καί προστάτης θερμότατος τῶν ἐν θαλάσσαις καί δειναῖς ἀσθενείαις σωτήρ ἑτοιμότατος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Ἰδού ἐγώ σε προστάτην κέκτημαι καί φρουρόν ἐν τῆ ζωή μου, Παρθένε, τῶν πειρασμῶν διαλύουσα ὄχλον καί ἐπηρείας δαιμόνων ελαύνουσαν˙ καί δέομαι διά παντός ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναι με.

Διάσωσον, ὦ Ταξιάρχα, ἡμᾶς ἐκ παντός κινδύνου καί ἀσφάλισον σήν Μονήν καί Νῆσον ἐκ θλίψεων˙ σε ἔχομεν κραταιόν γάρ Προστάτην.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί εὐθύς τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Πρωτοστάτα τῶν ἐπουρανίων Δυνάμεων, Πανορμίτα, τῶν Χριστιανῶν ὁ ὑπέρμαχος δέξαι αὖθις τάς προσευχάς ἡμῶν τῶν ταπεινῶν θερμῶς κράζοντας σοι, Μιχαήλ, ἐκ τῶν παγίδων τοῦ Σατάν διαφύλαξον άπαντας˙ φρούρησον τήν Μονήν σου˙ διάσωσον τούς νοσούντας˙ πᾶσι παρέχων δαψιλώς τήν ζωήρρυτον χάριν σου.

Προκείμενον.
Τόν Ἄγγελον αὑτοῦ ἐντελεῖται περί σου τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὀδοῖς σου.
ἀ’. Στίχ. Ὅτι ἔκλινε τό οὕς αὑτοῦ ἐμοί καί ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
β’. Στίχ. ἁγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ Ἁγιάσματι αὑτοῦ.

Ἐκ τοῦ κατά Λουκᾶν ἀγίου Εὐαγγελίου (κεφ. ί’ 16 – 21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς˙ ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς ἐμέ αθετεί˙ ὁ δε ἐμέ ἀθετῶν ἀθετεῖ τόν ἀποστείλαντα με. ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετά χαράς λέγοντες˙ Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αυτοίς˙ ἐθεώρουν τόν σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήσῃ. Πλήν ἐν τούτῳ μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν υποτάσσεται˙ χαίρετε δε ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῆ ὤρα ηγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καί είπεν˙ ἐξομολογοῦμαι σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὑτά νηπίοις˙ ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.

Δόξα σοι, Κύριε˙ δόξα σοι

Δόξα.
Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτῖρμον, μεσιτείαις ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ελέησόν με ὁ Θεός….
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Μέγιστε Ἀρχάγγελε, ὦ Μιχαήλ Πανορμίτα, σήμερον τιμῷμεν σε σῶ Ναῶ ἱστάμενοι οἱ ανάξιοι˙ καί θερμοῖς δάκρυσι τήν δε ἱκεσίαν καταθέτομεν δεόμενοι λύτρωσαι ἅπαντας ἀπό νόσων ἄμα καί θλίψεων˙ καί σῶσον κινδυνεύοντας καί ἀδικουμένους, πανάριστε. καί τούς ἐν θαλάσσαις κυβέρνησον ὡς μόνος δυνατός, καί εἰς λιμένα τόν εὔδιον σώους ἐπανάγαγε.

Σῶσον ὁ Θεός τόν λαόν σου….

Ὢδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Τήν ἀγίαν σου σκέπην ἐφαπλοῖς ἐσαεί πανταχοῦ, θαυμάσιε, παρέχουσαν ἀφθόνως τήν θείαν προστασίαν δι’ ὅ ἅπαντες κράζομεν˙ ὦ Ταξιάρχα, θερμῶς ἐν σοι εὐχαριστοῦμεν.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἡ Μονή σου τρισμάκαρ θαυμασία ἐδείχθη ἐν τῆ Εἰκόνι σου˙ διό εἰς Πανορμίτην προτρέχουσιν ἀσμένως οἱ πιστοί ανακράζοντες˙ ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἷ.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Νηνεμίαν χαρίζεις τοῖς θαλάσσαις δειναῖς καί κινδύνοις πλέουσι τήν λύτρωσιν παρέχεις ὡς σε ἐπικαλοῦνται, Μιχαήλ αστραπόμορφε, Σε ἀνυμνοῦμεν πιστῶς εἰς πάντας τούς αἰῶνας.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Χαριτόβρυτον ὄντως καί πηγήν ἀφθαρσίας τήν σε κυήσασαν καί πύργον ἀσφαλείας καί θύραν μετανοίας τοῖς κραυγάζουσιν έδειξας˙ ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἷ.

Ὢδή ἡ’. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ἀσμένως ῥῶσιν τοῖς ἀσθενοῦσι βραβεύεις τοῖς πιστῶς προστρέχουσι σοι, Μάκαρ, καί ὑπερυψοῦσι τά θεία θαύματά σου.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ῥῦσαι σούς δούλους ἐκ τῶν Βελίαρ σκανδάλων, Μιχαήλ Ἀρχιστράτηγε θεῖε, φρουρῶν ἡμᾶς ἄμφω εἰς πάντας τούς αἰῶνας.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Ἰδέ ἐν Σύμη ὁ θεῖος οὗτος Ναός σου καταφύγιον ὁρᾶται πονούντων˙ καί λιμήν ὑπάρχει γαλήνιος πλεόντων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Νόσους παντοίας τάς τῆς ψυχῆς ἰατρεύεις καί σαρκός τάς ὀδύνας, Παρθένε, ἶνα σε δοξάζω τήν Κεχαριτωμένην.

Ὢδή θ’. Κυρίως Θεοτόκον.
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Συμφώνως, θεῖε Νόε, μετά τῶν Ἀγγέλων τῆ φωταυγεί παρουσία σου πάντοτε διακονεῖς τῷ Κυρίῳ εἰς τό σωθῆναι ἡμᾶς.

Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Ὁμόθυμον τόν ὕμνον φόβῳ ἀναμέλπων τῷ Τρισηλίω Θεῶ, Ἀρχιστράτηγε, καί τάς ἡμῶν νῦν δεήσεις Αὑτῷ προσάγαγε.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι.
Ὑμνοῦμεν τόν Σωτῆρα Χριστόν ἐκ καρδίας καί Μιχαήλ τόν Ἀρχάγγελον πάντοτε, ὅτι ἡμᾶς διασώζουν ἐκ περιστάσεων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων ἀμήν.
Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτίσι λάμπρυνον, Παρθένε, τό ζοφερόν τῆς ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκον, σε καταγγέλοντας.

Άξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκούσα˙ τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις, αξιΰμνητε Μιχαήλ, Πρωτάγγελε θεῖε, Ἀσωμάτων μυσταγωγέ. Χαίροις τοῦ Κυρίου, πανάριστος κινύρα καί τῆς ἀΰλου δόξης λαμπρόν ἀπαύγασμα.

Δέξαι, ὦ παμμέγιστε Μιχαήλ, ἡμῶν τάς δεήσεις, ἆς προσάγαγε τῷ Θεῶ, αἰτούμενος πᾶσιν ὁμόνοιαν εἰρήνην καί λύτρωσιν ἐκ πόνων τῆ μεσιτείᾳ σου.

Πρόφθασον, Ἀρχάγγελε Μιχαήλ, καί φρούρει ἀγρύπνως Ἐκκλησίαν τήν τοῦ Θεοῦ ἐν Βασιλευούση˙ καί τῆ Ὀρθοδοξίᾳ παράσχου θαυμασίως πάσῃ τόν θρίαμβον.

Σκέπε, Μεγαλόχαρε Μιχαήλ, τῆς Ὀρθοδοξίας Ἀρχιποίμενα τόν κλεινόν ἄμα καί τόν Κλῆρον καί τόν Λαόν Κυρίου δωρούμενος ὑγείαν αὑτοῖς, θαυμάσιε.

Φρούρει, ἀστραπόμορφε Μιχαήλ, τήν Μονήν σου ταύτην, τούς Πατέρας καί Ἀδελφούς ἄμα τούς Ἐφόρους αὑτῆς καί Εὐεργέτας ἀπό παντός κινδύνου καί περιστάσεως.

Τούς προσερχομένους τῆ σή Μονή ἐν πίστει καί πόθῳ ὀρθοδόξους Χριστιανούς, σκέπε καί εὐλόγει δωρούμενος ὑγείαν καί πᾶσαν εὐρωστίαν, θεῖε Ἀρχάγγελε.

Τῆς Δωδεκανήσου ὁ θησαυρός Σύμης Κω καί Ῥόδου τῆς Καλύμνου ὁ βοηθός ἀπᾴσῃς Ἑλλάδος, ὦ μέγα Ταξιάρχα, Χριστιανῶν τό κέρας, εἷ Μεγαλόχαρε.

Τούς ναυτιλλομένους Χριστιανούς τούς ἐν ταῖς θαλάσσαις κινδυνεύοντας ἀδελφούς τούς τό ὄνομα σου θερμῶς ἀναβοῶντας διάσωσον ἐν τάχει, θεῖε Πρωτάγγελε.

Ἕτερα Μεγαλυνάρια Ἐκ χειρογράφου τῆς Ί. Μονῆς.
Ὦ τῆς θεωρίας Σου τῆς φρικτῆς καί τῆς καλλονῆς Σου τῆς πυρίνου καί θεαυγούς κατέχεις τό σκῆπτρον Μιχαήλ τῆ χειρί Σου καί μέλπεις τῆ Τριάδι ὕμνον Τρισάγιον.

Ἔχων Σε προστάτην καί βοηθόν, φύλακα καί σκέπην τῆς ψυχῆς μου τῆς ταπεινής˙ Μιχαήλ πρωτάρχα, καί Μέγα Ταξιάρχα, ἐν ὤρα τοῦ θανάτου Σύ μοί βοήθησον.

Χαίροις ἱερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνυτά, χαίροις ὁ τό Χαῖρε μηνύσας τῆ Παρθένῳ ἐν Ναζαρέτ τῆ πόλει Ἤν μεγαλύνομεν.

Καί τά ἕτερα δύο ταύτᾳ, Ἀνωνύμου.
Μιχαήλ Ἀρχάγγελε τοῦ Θεοῦ, μή ἔλθῃς ὡς λέων ἀγριώτατος εἰς ἐμέ μηδέ τήν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον ἐν ὤρα τοῦ θανάτου σύ μοί βοήθησον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τούς δύο φωστῆρας, τούς μεγάλους καί φωταυγείς, Μιχαήλ τόν μέγαν καί Γαβριήλ τόν θεῖον, τούς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί εὐθύς τό Απολυτίκιον˙ Ἦχος δ’’.
Τῶν οὐρανίων στρατιῶν, Ἀρχιστράτηγε, δυσωποῦμεν σε ἀεί ἡμεῖς οἱ ανάξιοι˙ ἶνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καί βοῶντας ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Ἕτερον Ἀνωνύμου. Ἦχος πλ. α’. Τον συνάναρχον Λόγον.
Τῆς Μονῆς τοῦ Πανόρμου προστάτης πέφυκας, ἔνθα ὑπάρχει παμμάκαρ ὡς θησαυρός δωρεῶν, ἡ σεπτή καί ἀγία Εἰκόνα σου.
Ταξιάρχα Μιχαήλ αξιοθαύμαστε˙ πρός ἤν προστρέχει εὐλαβῶς ὁ περιούσιος Λαός, αἰτῶν πταισμάτων τήν λύσιν˙ καί τῶν ψυχῶν σωτηρία, ὦ Τά ξιάρχα μεσιτείαις Σου.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τό ἑξῆς  Τροπάριον.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, νῦν προσπέσωμεν πιστῶς, ὦ Χριστιανοί, τῆ Εἰκόνι τοῦ Ταξιάρχου ἡμῶν κράζοντες ἐν δάκρυσι καί στεναγμοῖς εκτενώς˙ Μιχαήλ Ἀρχιστράτηγε, τῆς Σύμης τό θαῦμα, πρόφθασον καί λύτρωσαι ἡμᾶς ἐκ ἄμφω πᾶσι τοῖς νοσούσι˙ καί δεῖξον τήν φιλανθρωπίαν σου, πανένδοξε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.

 

 

Πηγή