Παρακλητικός Κανών εις τον Ιερομάρτυρα Σεραφείμ, Όσιo Ιωάννη τον Δαμασκηνό και Μεγαλομάρτυρα Βαρβάρα Ομού

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὐψωθεὶς ἐν τῷ Σταυρῷ.
Τριὰς Ἁγίων τηλαυγὴς καὶ φωσφόρος, ἐξανατείλασα σεπτῶς κατεφαίδρυνε, τὴν Ἐκκλησίαν σήμερον θαυμάτων βολαίς· ὅθεν ἐορτάζοντες, τὴν σεπτὴν αὐτῶν μνήμην, αἰτοῦμέν σε Σωτὴρ ἠμῶν, ταῖς αὐτῶν ἰκεσίαις, ἐκ τῶν κινδύνων λύτρωσαι ἠμᾶς, ὠς ἐλεήμων καὶ πάντων φιλάνθρωπος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος τοῖς δεινοῖς πρὸς σὲ καταφεύγω ἐλευθέρωσον Σεραφείμ, ἐμὲ τὸν οἰκέτην σου τῆς τούτων, ἐκλιπαρῶ δυναστείας καὶ μάστιγος.

Παθῶν με ταράττουσι προσβολαί, καὶ νόσοι παντοῖαι κατατήκουσι με δεινῶς· σῶσὸν με ἐν τάχει τούτων κράζω, σαῖς πρὸς Θεὸν Ἰωάννη ἐντεύξεσι.

Νοσοῦντά με νόσῳ τῆς λοιμικῆς, ἔνδοξε Βαρβάρᾳ, ταῖς ἐνθέρμοις σου προσευχαῖς, σῶσόν με ὡς εὔσπλαγχνος ἐκ ταύτης, ἐκδυσωπῶ τὸν ἀχρεῖον οἰκέτην σου.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, διανοίας θάῤῥος, καὶ ἐλπίς μου τῆς ταπεινῆς, ψυχῆς καὶ καρδίας ταλαιπῶρου, σὺ εἶ τὸ φῶς, ἡ ζωὴ καὶ ἡ ἀνάστασις.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου θείαις, ὦ Σεραφεὶμ ἔνδοξε, ῥῦσαί με ἐν νόσοις παντοίαις, κείμενον καὶ περιστάσεσι· καὶ γὰρ σὲ κέκτημαι, μετὰ Θεὸν ὡς σωτῆρα, ὁ προστρέχων πάντοτε πιστῶς τῇ σκέπῃ σου.

Ἱκετεύω σε πόθῳ, τοὺς ψυχικοὺς μώλωπας, καὶ τὴν τῆς σαρκός μου, δεινὴν ἀσθένειαν ἴασαι, τῇ πρὸς τὸν Κύριον, ὦ Ἰωάννη θεόφρον, ἐκτενεῖ ἐντεύξει τε καὶ ίκεσία σου.

Χαλεπὴ ἀσθενείᾳ, καὶ λοιμικοῖς πάθεσιν, ὅλως Ἀθλοφόρε, δεινῶς πιεζόμενος, σὺ ἐλευθέρωσον, ταῖς εὐπροσδέκτοις λιταῖς σου, Βαρβάρᾳ πανένδοξε, ὅπως δοξάζω σε.

Θεοτοκίον.
Ἐλεήμων ὡς Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς σε ἀειμακάριστε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν τάραχον, Σεραφεὶμ πανένδοξε καταπράϋνον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἁμαρτιῶν μου ταῖς πρεσβείαις σου.

Ἀπολαύοντες πάντοτε, Ἰωάννη μάκαρ, τῶν δωρημάτων σου, τὸν δοξάζοντά σε Κύριον, καὶ Θεὸν τῶν ὅλων μεγαλύνομεν.

Ἐπὶ κλίνης με κείμενον, καὶ ὑπὸ λοιμώδους νόσου κατατηκόμενον, ὦ Βαρβάρα ἐξανάστησον, ταῖς πρὸς τὸν Σωτῆρα σου ἐντεύξεσι.

Θεοτοκίον.
Ῥυπωθεὶς ὁ νεκρόζωος, πλείστοις ἁμαρτήμασιν, ἱκετεύω σε, ἔγειρόν με ταῖς πρεσβείαις σου, Θεοτόκε μόνη ἀειπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαράς, Σεραφεὶμ ἐμὲ τὸν δοῦλόν σου, τὸν προσιόντα τῇ Εἰκόνι σου, ταῖς πρὸς τὸν Κτίστην, θερμαῖς σου δεήσεσι.

Λύτρωσαί με νῦν, Ἰωάννη ταῖς πρεσβείαις σου, ἐκ πάσης νόσου καὶ αἱρέσεως, καὶ τοῦ ἐχθροῦ, τῶν παγίδων ἐξάρπασον.

Ἴασαι ψυχῶν, καὶ σωμάτων ἀῤῥωστήματα, ὦ Βαρβάρᾳ μάρτυς πανένδοξε, τῶν μετὰ πόθου, καὶ πίστεως προσιόντων σοι.

Θεοτοκίον.
Ἄχραντε σεμνῇ, θείω ὕδατί με ῥάντισον, καὶ ταῖς λίβασι τού ἐλέους σου, σταγόνας δίδου, τῶν δακρύων ὑετίζειν με.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Θανατοῦ τοῦ αἰφνιδίου ῥῦσαί με, καὶ ἐκ πάσης λοιμικῆς ἀσθενείας, ὦ Σεραφείμ, τὸν ἐν πίστει καὶ πόθῳ καὶ κατανύξει ψυχῆς προσιόντα σοι, καὶ πάντων τῶν σωματικῶν, ἀλγηδόνων με σῶσον πρεσβείαις σου.

Ὡς τεῖχος ἐν πειρασμοῖς στεῤῥότατον, κεκτημένοι σε σοφὲ Ἰωάννη, αἱρετικῶν καὶ κινδύνων παντοίων, καὶ λοιμικῆς ἀσθενείας λυτρούμεθα, ταῖς θείαις σου πρὸς τὸν Θεόν, καὶ θερμαῖς ἱκεσίαις Πανόσιε.

Ἐν κλίνῃ τῆς ἀσθενείας κείμενος, καὶ ἐλπίδα ὑγιείας μὴ ἔχων, σὲ δυσωπῶ, ὦ Βαρβάρᾳ θεόφρον, μὴ καταλείπῃς ἐμὲ ἀπροστάτευτον·  ἀλλ΄οἴκτειρον ταῖς σαῖς εὐχαῖς, καὶ λοιμώδους νοσήματος ῥῦσαί με.

Θεοτοκίον.
Φωσφόρον σὺ τοῦ Δεσπότου σκήνωμα, καὶ παλάτιον ὑπάρχεις τοῦ Λόγου, καὶ λογικὸν τοῦ τῷ λόγῳ τὰ πάντα, πεποιηκότος Χριστοῦ ἐνδιαίτημα, πανύμνητε Μῆτερ Θεοῦ, τὴν ἀθλίαν ψυχήν μου ἐλέησον.

Αἱρέσεων καὶ λοιμικῶν νόσων, ῥύσασθε Ἅγιοι, τοὺς τὴν μνήμην ἡμῶν τὴν ἔνδοξον ἑορτάζοντας, ὡς θείοι ἰατροὶ ἡμῶν καὶ προστάται.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Τὴν χάριν τῶν θαυμάτων κομισάμενοι, παρέχετε τὰς ἰάσεις τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦσθε πάντα ἄνθρωπον λοιμικῆς νόσου πάντοτε· διὸ τὰς Εἰκόνας ἡμῶν περικυκλοῦντες, μέλπομεν τὴν ὑμετέραν μνήμην βοῶντες·  λυτρώσασθε καὶ ἡμᾶς ἐκ τοῦ λοιμοῦ καὶ κινδύνων, πανένδοξοι Ἅγιοι, ταῖς θερμαῖς ἡμῶν πρὸς Κύριον δεήσεσι.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχος. Ἀκούσατε ταύτᾳ πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν Οἰκουμένην.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην εἰσοικίσασα ἐν ἑαυτῇ τὴν Τριάδα, Τριὰς ἡ ἀοίδιμος, Σεραφεὶμ Βαρβάρᾳ τε καὶ Ἰωάννης σεπτός, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρα τῶν ἰάσεων, ὧν τὰ μορφώματα, πάθη δι΄ἀφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων Ὀρθοδόξων, ὑπάρχοντες λιμένες ἐν Χριστῷ, ὧ παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὀργὴν τοῦ Κυρίου, Σεραφεὶμ εἰς ἀγάπην τελείαν μετάτρεψον, τῇ θείᾳ σου ἐντεύξει, αὐτὸν καταπραΰνων, καὶ δωρούμενος ἅπασιν, ὑγίειαν τε σωματικὴν ψυχῶν τε σωτηρίαν.

Σωμάτων ἀσθενείας, καὶ ψυχῶν μαλακίας, Πάτερ ἐξάλειψον ἐκ πάντων τῶν Εἰκόνι, τῇ σῇ προσπελαζόντων, Ἰωάννη μακάριε, ταῖς πρὸς Θεὸν σου εὐχαῖς, ἵνα σε ἀνυμνῶμεν.

Θελητὴν τοῦ ἐλέους, ἐν τῷ μέσῳ τυράννων, Βαρβάρᾳ ἐκήρυξας, Χριστὸν τὸν Ζωοδότην, οὗ δέου ὑπὲρ πάντων, τῶν κραυγαζόντων σοι· ἐκ τῆς δεινῆς λοιμικῆς, ῥῦσαι καὶ σῶσον πάντας.

Θεοτοκίον.
Ἐν λαγόσι σου Λόγον, καὶ Δεσπότην τῶν ὅλων, ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαστῶν σου, τὸν πᾶσιν εὐκαιρίας, ἑτοιμάζοντα τράπεζαν· ὃν ἐκτενῶς Ἀγαθῇ, ὑπὲρ ἡμῶν δυσώπει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσπελάζοντας, τῇ σεπτῇ σου Εἰκόνι, ἐκ παντοίων νόσων καὶ κινδύνων, Σεραφεὶμ τρισμάκαρ, ἀπάλλαξον εὐχαῖς σου.

Τῶν πειρασμῶν συ, ὦ Ἰωάννη παμμάκαρ, καὶ τῶν νόσων καὶ κινδύνων με ῥῦσαι, ταῖς πρὸς τὸν Σωτῆρα, θερμαῖς σου ἱκεσίαις.

Τῶν ἀλγηδόνων συ, θείω σθένει, Βαρβάρᾳ, ἀνεδείχθης ἰατρεῖα τελεία, νόσου τε λοιμώδους, καὶ πάσης ἄλλης βλάβης.

Θεοτοκίον.
Ἵλαθι, Κόρη, ὃν ἐν ἀγκάλαις βαστάζεις, παντεπόπτην Σωτῆρα τοῦ Κόσμου, τοῦτον οὖν δυσώπει, ῥυσθῆναί με πταισμάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων, δέξαι γαληνίως, καὶ ταῖς πρεσβείαις σου πάντα τοῦ σώματος, καὶ τῆς ψυχῆς Σεραφείμ, τὰ ἕλκη ἔκπλυνον.

Χαρᾶς τῆς Οὐρανίου, μάκαρ Ἰωάννη, ἐπαπολαύων ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, μακαριζόντων σε.

Λιμὴν καὶ σωτηρία, ἡ θεία Εἰκών σου, τοῖς ἀσθενοῦσιν ὑπάρχει, Βαρβάρᾳ ἔνδοξε, τὴν λοιμικὴν ἀῤῥωστίαν ἀποδιώκουσα.

Θεοτοκίον.
Μαρία ἐν πελάγει, τῷ τῆς ἁμαρτίας, καὶ τρικυμίας παθῶν χειμαζόμενος, τῷ γαληνῷ σοι λιμένι προσφεύγω Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐν λοιμῷ σε ἔχομεν οἱ πιστοῖ, ἀκέστορα μέγαν, ἀντιλήπτορα ἐν δεινοῖς, ἐν κινδύνοις ῥύστην, πρόμαχον ἐν ἀνάγκαις, ἐν πειρασμοῖς σωτῆρα, Σεραφεὶμ ἔνδοξε.

Τοῖς Ἁγίοις πᾶσι συμπαρεστῶς, θρόνῳ τῷ πανσέπτῳ, τοῦ Παντάνακτος καὶ Θεοῦ, Ἰωάννη μάκαρ, μνημόνευε τῶν πίστει, καὶ πόθῳ ἐκτελούντων, τὴν σὴν πανήγυριν.

Ἰάσεων χάριν παρὰ Θεοῦ, δεξαμένη ὄντως, τοῦ ἰᾶσθαι νόσους δεινάς, τῶν προσερχομένων σοι, ὦ θεία Βαρβάρᾳ, ῥῦσαι λοιμικῆς ἡμᾶς, νόσου καὶ θλίψεων.

Σεραφεὶμ τὸν θεῖον σῦν τῷ κλεινῷ, σοφῶ Ἰωάννη, καὶ Βαρβάραν νύμφην Χριστοῦ, τοὺς τῆς Ἐκκλησίας, τρεῖς φαεινοὺς ἀστέρας, ἐν ὕμνοις ἀσιγήτοις δοξολογήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον. Ἦχος α΄.
Τοὺς φωσφόρους λαμπτῆρας τῆς Ἐκκλησίας ὑπάρξαντας, καὶ τὴν Οἰκουμένην τῷ πλήθει τῶν τεραστίων καταγλαΐσαντας· τοὺς ἀθλητάς τε καὶ κήρυκας τῆς Τριάδος, τοὺς Τρισυποστάτῳ Θεῷ λατρεύειν τοὺς πιστοὺς ἐκδιδάξαντας· Σεραφεὶμ τὸν ἀθλητικώτατον, Ἰωάννην τε ἡδύφθογγον, σῦν τῇ σεμνοτάτῃ Βαρβάρᾳ καὶ ὄντως Νύμφη Χριστοῦ τοῦ Παντάνακτος, πάντες οἱ φιλέορτοι δεῦτε πιστῶς, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῷ Κυρίῳ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ὀρθοδόξων ἡ πληθῦς, θεῖον Σεραφεὶμ καὶ Βαρβάραν, καὶ Ἰωάννην ὁμοῦ, ἄσματι τιμήσωμεν, τοὺς Χριστοκήρυκας, τοὺς τὴν πλάνην πατήσαντας, καὶ νίκης λαβόντας, ἀκήρατα στέφανα, παρὰ Χριστοῦ τοῦ Θεοῦ· οὗπερ παρεστῶτες τῷ θρόνῳ, νέμουσιν ἰάσεις παντοίας, πᾶσι καὶ πταισμάτων ἀπολύτρωσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.