Παρακλητικός Κανών εις τον Μάρτυρα Αστέριον και τους Αδελφούς αυτού Μαρτύρων Κλαύδιου Νέωνος και Νεονίλλης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 7 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας Μάρτυς Ἀστέριε, λαμπρὸς ἐδοξάσθης, παρὰ Χριστοῦ ὡς Ἀθλητὴς ἀήττητος· ὅθεν ἀεὶ πρέσβευε πάσης ῥύεσθαι βλάβης, καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς ἐκζητοῦντας Ἅγιε πιστῶς, τῆς βοηθείας τῆς σῆς τὴν ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀστέριε, σῷζε σοὺς οἰκέτας. Γερασίμου.
ᾨδὴ α΄ . Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, Ἀστέριε μάρτυς ἀνομίας πάσης ἡμᾶς, ταῖς σαῖς ἀπολύτρωσαι πρεσβείαις, ὡς ἂν Κυρίῳ ἀμέμπτως λατρεύσωμεν.
Σωμάτων ὀδύνης καὶ τῆς ψυχῆς, ἀπάλλαξον Μάρτυς ἱκεσίαις σου πρὸς Χριστόν, τοὺς πίστει καὶ πόθῳ σε τιμῶντας, καὶ τῶν πταισμάτων ἡμῖν αἴτει ἄφεσιν.
Τοῖς πόνοις σου ᾔσχυνας τὸν ἐχθρόν, Ἀστέριε μάρτυς διὸ πόνων ἡμᾶς πολλῶν, λιταῖς σου ἀπάλλαξον καὶ δίδου, ἡμῖν ἰσχὺν καθαρῶς πολιτεύεσθαι.
Θεοτοκίον.
Ἐτέχθη ἀφθόρως ἐκ σῆς γαστρός, ὁ ἄχρονος Λόγος, ἀλογίας ἐλευθερῶν, τοὺς πίστει τιμῶντάς σε Παρθένε, διὸ φθορᾶς τῶν παθὼν κᾀμὲ λύτρωσαι.
ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Ῥύπου πάσης κακίας τοῖς ῥυπτικοῖς νάμασι, τῶν σῶν πρεσβειῶν Ἀθλοφόρε, ἡμᾶς ἀπόπλυνον, καὶ ἀσινεῖς ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ βελίαρ, φύλαττε Ἀστέριε, τοὺς σὲ γεραίροντας.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων, τὴν ἀπολύτρωσιν, μάρτυς Ἀστέριε, ὡς παῤῥησίαν μεγίστην, μετὰ τῶν συγγόνων σου, ἔχων πρὸς Κύριον.
Ἐκτενῶς ἐκδυσώπει τὸν ἀγαθὸν Κύριον, δοῦναι τοῖς ἱκέταις σου Μάρτυς, εἰρήνην ἄνωθεν, καὶ φῶς οὐράνιον, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου, ὡς ἂν βίον ἔνθεον, πολιτευσώμεθα.
Θεοτοκίον.
Σωτηρίας τεκοῦσα τὸν ἀρχηγὸν Ἄχραντε, σάρκα τὴν ἡμῶν εἰληφότα, δι’αγαθότητα, αὐτὸν ἱκέτευε, σώσαι κᾀμὲ τὸν ἀχρεῖον, τὸν παραπικράναντα, αὐτοῦ τὸν εὔσπλαγχνον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρὰς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Ὡς Μάρτυς στεῤῥὸς Χριστοῦ τοῦ Παντοκράτορος, δυσώπει ἀεὶ Ἀστέριε μακάριε, μετὰ τῶν αὐταδέλφων σου, τοῦ ἐχθροῦ καὶ δεινοῦ κοσμοκράτορος, ἐπηρειῶν ἐκλυτροῦσθαι ἡμᾶς, τοὺς μέλποντας Ἅγιε τοὺς ἄθλους σου.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Ὡς θερμὸς ἀντιλήπτωρ μου, ῥύου με Ἀστέριε πάσης θλίψεως, καθ’ ἑκάστην ἐπορέγων μοι, χεῖρας βοηθείας τῷ οἰκέτῃ σου.
Ζάλης πάσης ἀπάλλαττε, τῆς κατὰ ψυχῆς καὶ σῶμα δεόμεθα, τοὺς προστρέχοντας Ἀστέριε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.
Ἐν Χριστῷ δυναμούμενοι, Μάρτυρες αὐτάδελφοι ἠγωνίσασθε, καὶ καθείλετε τὸν τύραννον, καὶ προστάται πάντων ἡμῶν ὤφθητε.
Θεοτοκίον.
Σαρκωθείς ἐξ αἱμάτων σου, ὁ τὸ εἷναι πᾶσι παρέχων Κύριος, προστασίαν σε ἀνέδειξε, πάντων τῶν ἀνθρώπων Μητροπάρθενε.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, οἰκτιρμῶν Χριστοῦ τὸ ἔλεος, ταῖς πρὸς Κύριον πρεσβείαις σου σοφέ, ἵνα πόθῳ σὲ γεραίρομεν Ἀστέριε.
Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ τῶν παραπτώσεων, ἐπὶ πέτραν μετανοίας ἀσφαλῆ, τοὺς προστρέχοντας Ἀστέριε τῇ σκέπῃ σου.
Σύμφρων ἐν παντί, τοῖς συγγόνοις σου γενόμενος, σὺν αὐτοῖς κατηγωνίσω τὸν ἐχθρόν, οὗ τῆς λύμης ἡμᾶς λύτρωσαι Ἀστέριε.
Θεοτοκίον.
Ὄρος ὑψηλόν, καὶ κατάσκιον τοῦ Κτίσαντος, ὕψωσόν μου τὴν διάνοιαν Ἁγνή, πρὸς ἀγάπην τοῦ ἐκ σοῦ Παρθένε λάμψαντος.
ᾨδὴ στ΄ . Τὴν δέησιν.
Ἰσχύι, τῇ θεϊκὴ τὰς ὀδύνας, στεῤῥοτάτῃ καθυπέμεινας γνώμη, ὅθεν ἡμᾶς ὀδυνῶν πολυτρόπων, καὶ πειρασμῶν ὀλεθρίων ἀπάλλαξον, Ἀστέριε μάρτυς Χριστοῦ, καὶ χαρὰν ἡμῖν δίδου οὐράνιον.
Καθεῖλες, τὸν πολυμήχανον ὄφιν, ἀνενδότῳ σου ἀθλήσει Παμμάκαρ, ὅθεν ἡμᾶς τῆς αὐτοῦ πονηρίας, καὶ κακουργίας ἀτρώτους διάσῳζε, πρεσβείαις σου πρὸς τὸν Χριστόν, ἀθλοφόρε Ἀστέριε ἔνδοξε.
Ἐκ πάσης, φθοροποιοῦ ἀλγηδόνος, καὶ παντοίων παθημάτων καὶ νόσων, καὶ συνοχῆς καὶ στενώσεως πάσης, ἐπερχομένων κινδύνων καὶ θλίψεων, Ἀστέριε μάρτυς Χριστοῦ, ἀνωτέρους ἡμᾶς διαφύλαττε.
Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ὃν αφράστως ἀπεκύησας Κόρη, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, μετάνοιαν εἰλικρινῆ, Θεοτόκε καὶ βίου διόρθωσιν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρὰς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Τοῖς τῶν αἱμάτων σου.
Ὥσπερ ἀστὴρ ἐν τοῖς Μάρτυσιν ἔλαμψας, καὶ καταυγάζεις ἡμῶν τὴν διάνοιαν, καὶ νῦν τῶν παθών τὴν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν λῦσον Ἀστέριε, φωτὶ πρεσβειῶν σου δεόμεθα.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρον φαεινότατον, ἐν Ἀθλοφόροις ἐδείχθης, καὶ σὺν τοῖς ὁμαίμοσι, τὸν τοῦ σκότους ἄρχοντα καταβέβληκας, Ἀθλητὰ ἔνδοξε, Ἀστέριε μάκαρ, διὰ τοῦτο σου δεόμεθα, ἀπαύστως πρέσβευε, μετὰ τῶν κλεινῶν αὐταδέλφων σου, Χριστῷ τῷ πανοικτίρμονι, ἄφεσιν πταισμάτων δωρήσασθαι, καὶ ἰσχὺν διδόναι, πατεῖν τὰς μεθοδείας τοῦ ἐχθροῦ, τοὺς εὐλαβῶς μακαρίζοντας, τοὺς στεῤῥοὺς ἀγῶνάς σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰκισμοὺς δριμυτάτους, ὑπομείνας κουφίζεις, ἡμῶν ἑκάστοτε, τοὺς πόνους καὶ τὰ ἄλγη, τῇ σῇ ἐπιστασίᾳ, τῶν βοώντων Ἀστέριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ὀλεθρίου, καὶ παθῶν ἀκαθάρτων, ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας ἀπάλλαττε ἀπαύστως, τοὺς βοῶντας Ἀστέριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γνώμην ἔχοντες μίαν, ὁμοφρόνως ἠθλήσατε, παναοίδιμοι, τετρὰς ἡ τῶν Μαρτύρων, διὸ ἐν ὁμονοίᾳ καὶ ἀγάπη τηρήσατε, ἀπεριτρέπτους ἡμᾶς, αὐτάδελφοι ὁπλῖται.
Θεοτοκίον.
Ἐξ ἐχθρῶν ἀοράτων, καὶ ποικίλων σκανδάλων, καὶ περιστάσεων, διάσῳζε ἀτρώτους, παρθένε Θεοτόκε, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ἡμῶν προσφυγῇ, καὶ πάντων προστασία.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, ψυχῆς καὶ σώματος Μάρτυς, τοῖς ὑμνοῦσί σου Ἀστέριε τοὺς ἄθλους, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνωθεν Μάρτυς, δίδου ἡμῖν ἀοράτως, τὴν ταχεῖαν σου βοήθειαν ἐν πᾶσι, τοῖς ἀνευφημοῦσι, τοὺς ἱερούς σου ἄθλους.
Σύντριψον Μάρτυς, τὸν πολυμήχανον ὄφιν, ὠρυόμενον κατὰ τῶν οἰκετῶν σου, καὶ τῆς τούτου βλάβης, ἀτρώτους ἡμᾶς τήρει.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἐκκάθαρον τὸν νοῦν μου ρὐπωθέντα, ῥείθροις σωτηρίοις, τῶν οἰκτιρμῶν σου Κόρη.
ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Μαρτύρων ταῖς χορείαις, σὺν τοῖς αὐταδέλφοις, συναγελάζων παμμάκαρ Ἀστέριε, σὺν αὐτοῖς αἴτει διδόναι, ἡμῖν τὰ κρείττονα.
Ὦ Μάρτυς τοῦ Σωτῆρος, Ἀστέριε μάκαρ, τῆς σωτηρίας ἡμᾶς καταξίωσον, ταῖς πρὸς αὐτὸν μεσιτείαις σου δυσωποῦμέν σε.
Ὑδάτων ζωηῤῥύτων, ἐντρυφῶν ἀΰλος, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου Ἀστέριε, σταγόνα χάριτος θείας κᾀμοἰ ἐπόμβρησον.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν, σὺ γὰρ ἐπήγασας κόσμῳ τὴν ἀγαλλίασιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον εὐσεβείας θεοφεγγές, Ἀστέριε μάρτυς ταῖς ἀκτῖσι ταῖς νοηταῖς, τῆς σῆς προστασίας, παθῶν λῦσον τὸν ζόφον, καὶ εὐφροσύνης φέγγος ἡμῖν ἀνάτειλον.
Ἤθλησας Ἀστέριε ἀνδρικῶς, σὺν τοῖς αὐταδέλφοις καὶ κατῄσχυνας τὸν ἐχθρόν, οὗ τῆς πονηρίας, ἀπήμονας συντήρει, τοὺς ἐκζητοῦντας Μάρτυς τὴν σὴν βοήθειαν.
Πόνους ἀφορήτους ὑπενεγκών, πόνων ἐκλυτροῦσθαι Ἀθλοφόρε καὶ ὀδυνῶν, τοὺς ἐν εὐλαβείᾳ, τῇ θείᾳ σου εἰκόνι, Ἀστέριε ἑστῶτας καὶ εὐφημοῦντάς σε.
Χαίροις αὐταδέλφων τετρὰς σεπτὴ , Ἀστέριε Νέων Νεονίλλα ἡ θαυμαστῇ, μετὰ τοῦ Κλαυδίου, τὰ πανευώδη ἄνθη, τὰ πνέοντα τοῖς πᾶσιν, ὀσμὴν οὐράνιον.
Χαίρων ἠγωνίσω ὑπὲρ Χριστοῦ, σαρκὸς ἀφειδήσας, οὐρανόφρονι λογισμῷ, ὅθεν Ἀσωμάτων, συνόμιλος ἐγένου, σὺν τοῖς τρισὶν Ἀστέριε αὐταδέλφοις σου.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀστέριε μάρτυς, σὺν τοῖς θείοις σου ἀδελφοῖς, ὅπως ἐν εἰρήνη, διάγωμεν τὸν βίον, καὶ δόξης οὐρανίου ἀξιωθείημεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς αὑτὸν παῤῥησίαν ἀπαύστως πρέσβευε, ἅγιε Ἀστέριε, σὺν τοῖς ὁμαίμοσι, πάσης ῥύεσθαι θλίψεως, καὶ πάσης ἀνάγκης, τοὺς θερμῶς προστρέχοντας, τῇ ἀντιλήψει σου, λύων συμφορῶν τὸν χειμῶνα, καὶ χαράν τὴν θείαν παρέχων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Τήνδε τὴν δέησιν Ἀστέριε δέξαι,
Καὶ δίδου τὴν χάριν σου τῷ Γερασίμῳ.