Παρακλητικός Κανών εις τον Άγιο Νέο Οσιομάρτυρα Ακάκιο τον Ασβεστοχωρίτη

†Εορτάζεται στις 1 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον ·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἀκακίου τὴν εἰκόνα προθύμως, περικυκλοῦντες ἀδελφοὶ ἐκ καρδίας, ἐν παῤῥησία κράξομεν πρὸς φίλον ἀσφαλῆ· Ὅσιε Ἀκάκιε, τῆς πατρίδος σοῦ φύλαξ, σπεῦσον τὴν νεότητα, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας λύτρωσον ἐχθρᾶς, ἵνα τιμῶμεν, τὸ θεῖον σου ὄνομα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκάκιε Μάρτυς νῦν τῷ Χριστῷ, ὡς φίλος ἐκείνου, παριστάμενος ἐκτενεῖς, δεήσεις προσάγαγε καὶ σπεῦσον, τοῦ βοηθῆσαι τοὺς φίλους σου ὅσιε.

Ἀκάκιε κλέος θαυμαστικόν, Ἀσβεστοχωρίου, τὰς ἀσβέστους νῦν μηχανάς, παθῶν καὶ δαιμόνων καταλύων, ταχέως πάτερ σοὺς δούλους εἰρήνευσον.

Ἀκάκιε δώρησαι τοῖς πιστοῖς, λύσιν αἰτημάτων, καὶ πταισμάτων ἀπαλλαγήν, ναῷ σου προστρέχομεν γὰρ πόθῳ, καὶ μεγαλύνομεν θεῖον σοῦ ὄνομα.

Θεοτοκίον.
Παρθένε ὡς ἔλαβες παρὰ σοί, τὸ σκῆνος ἐκείνου, οὕτω δέχου καὶ τὰς λιτάς, ἡμῶν τῶν κυκλούντων τὴν εἰκόνα, καὶ Ἀκακίου ναόν τὸν φερώνυμον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀκακίᾳ παμμάκαρ ὁμωνυμῶν ἄριστα, πρόφθασον καὶ πάσης κακίας, νῦν ἐλευθέρωσον, τοὺς προσιόντας σοι, καὶ κατανύξει καρδίας, ἐπικαλουμένους σε, Πάτερ Ἀκάκιε.

Ἀκακίᾳ συζήσας δεκαοκτώ ἔτεσιν, καίτοι ἐν ἀρνήσει ἐννέα, χρόνοις διέμεινας, ὅμως ἀπέσβεσας, κρουνοῖς αἱμάτων τὴν πτῶσιν, ὅθεν καὶ ἀεπίληφας, Μάρτυρος στέφανον.

Ἀκακίαν ποθοῦντα τὸν σὸν λαὸν φίλτατε, πρέσβευε Χριστῷ στεντορίᾳ, φωνῇ Ἀκάκιε, ἵνα κερδήσομεν, τῆς ἀκακίας τὸν πλοῦτον, καὶ πταισμάτων ἄφεσιν, σὲ μεγαλύνοντες.

Θεοτοκίον.
Παναγία Παρθένε ἡ τὸν Χριστὸν τέξασα, τοῦτον ὡς ἀμνὸν ἀπειρόκακον πῶς ἐγέννησας, καὶ ἐν Σταυρῷ γοερῶς, εἰπὲ πῶς ἔκλαιες ὅμως, ἀναστάντα χαίρουσα, πρώτη πῶς ἔβλεψας.

Διάσωσον, ἐπιβουλῆς ἐναντίας θεόφρον, καὶ κακίας πονηρᾶς τῶν δαιμόνων Ἀκάκιε, τοὺς σὲ πόθῳ ὑμνοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ τεῖχος θεοδώρητον, τῆς κώμης ἡμῶν προβάλλομεν σε Ὅσιε, ἐκτενῶς κραυγάζοντες· Ἀθλοφόρε πρόφθασον, καὶ ἐκ παγίδων σῷζε τοῦ ἐχθροῦ, τοὺς σὲ ἐν πίστει τιμῶντας Ἀκάκιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀκακίου τὰ λείψανα, πόθῳ προσκυνοῦντες ἀπαρυόμεθα, νοσημάτων τὴν ἐπούλωσιν, καὶ παθῶν ἀδήλων ἐξαφάνισον.

Ἀκακίου τοῦ Μάρτυρος, σπεύσωμεν εἰκόνα νῦν κατοπτεύοντες, τῷ προσώπῳ γὰρ προσβλέποντες, ὡραιότητα καρδίας ἀποκτήσωμεν.

Ἀκακίου παθήματα, βλέποντες τὰ τέκνα μὴ ἐξοργίζωμεν, τοῦ σατάν γὰρ πονηρότατα, σπεύδει καὶ καλεῖ αὐτὰ εἰς ἀπομάκρυνσιν.

Θεοτοκίον.
Θεονύμφευτε Ἄνασσα, Μήτηρ τὴν νεότητα περιφύλαττε, τοὺς γονεῖς δὲ καθοδήγησον, ἵνα δίδωσι τοῖς τέκνοις τὰ σωτήρια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάντα τὰ δεινά, κατατρύχουσιν Ἀκάκιε, τὴν νεότητα καὶ ἕλκουσι σφοδρῶς, πρὸς ἀπογνώσεως ὁδοὺς καὶ καταπτώσεως.

Ῥῦε παντελῶς, τὴν νεότητα Ἀκάκιε, διαλύων τὰς σειράς τοῦ πονηροῦ, δι᾿ ὧν καταθέλγει, εἰς παθῶν αἰσχρότητα μακάριε.

Φεύγει τροπωθείς, ὁ ἀντίπαλος Ἀκάκιε, μαρτυρίου γὰρ ἐν αἵματι πνιγείς, τρέμει καὶ φοβεῖται, Μάρτυρος δεήσεις.

Θεοτοκίον.
Ῥῦσαί με ἁγνή, ἐκ βελῶν τοῦ πολεμήτορος, καὶ παθῶν δειναῖς ἐπιβουλαῖς, τέτρωμαι Παρθένε, καὶ φόβῳ σοὶ κραυγάζω.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκάκιε, προσφωνῶ σε γνησίως, καὶ προβάλλομαι μεσίτην Κυρίῳ, ὅτι κακῶν ἀκρασίας ἐπλήσθην, καὶ καταγώγιον ἄσωτον γέγονα, παθῶν ὁρμῶν καὶ ἡδονῶν, κινδυνεύων εἰς τέλειον θάνατον.

Ἀκάκιε, ὡς ἡ ἄσβεστος πέτρα, ἡ καρδία μου τοῖς πάθεσι τρέμει, ἀλλὰ ποθῶν, τελικὴν σωτηρίαν, σὲ προσκαλοῦμαι καὶ πόθῳ κραυγάζω σοι· κατάσβεσον ἐν δροσισμῷ, τῆς σῆς χάριτος ταύτης τὰ βάσανα.

Ἀκάκιε, νεοσύστατον Πάτερ, ἀδελφὸν σὲ καὶ πατέρα καλοῦμεν, ὅθεν πρὸς σὲ καταφεύγει εἰκότως, καὶ ἡ νεότης πατρίδος σου Ὅσιε, καὶ κράζομεν σοι ἐκτενῶς· ἵνα σκέπῃς ἡμᾶς ὡς πρεσβύτερος.

Θεοτοκίον.
Θεόνυμφε, Μητροπάρθενε κόρη, παρθενίας καθαρότατον ἄνθος, τὰς προσβολὰς ἀκαθάρτων δαιμόνων, ἀποδιώκουσα σκέπε τὰ τέκνα σοὺ, καὶ δὸς αὐτοῖς τε καὶ ἡμῖν, καθαρώτατον βίον Μητρόθεε.

Διάσωσον, ἐπιβουλῆς ἐναντίας θεόφρον, καὶ κακίας πονηρᾶς τῶν δαιμόνων Ἀκάκιε, τοὺς σὲ πόθῳ ὑμνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶνἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀκακίου τὸν βίον μανθάνοντες, παῤῥησίαν ἀδελφοὶ προσκτησώμεθα, ὥσπερ Μάρτυς καὶ ὁσιότητος καρπός, ἡμῖν, προβάλλει ὡς φρουρός, καὶ προστάτης κραταιός, τοῖς ἐν πίστει κραυγάζουσι, σκέπε τοὺς σὲ ὑμνοῦντας, ῥῦε τοὺς ἐν ἀνάγκαις, καί τὴν νεότητα καλῶς, ἐκ παγίδων διαφύλαττε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνις ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐτοῦ ἐξανθήσει.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ς΄ 12-21)

Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Ὅτί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ᾿Απὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

Δόξα.
Ταῖς τοῦ Ὁσιοάθλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος δι᾽ ἀθλήσεως, ἀνατεθεὶς τῷ Κυρίῳ, στέφος λιθοστόλιστον, ἀρεταῖς προσείληφας ὁσιόαθλε, γυμνασθεὶς ἄριστα, μοναστῶν σκάμμασιν, ἐν τῇ Πόλει ἐκαρτέρησας, φρικτὰ γὰρ βάσανα, φυλακαῖς καὶ Κᾶρας ἀπότμησιν, ὅθεν καὶ κατέχεις, ὡς Μάρτυς παῤῥησίαν πρὸς Χριστόν, καὶ θεραπεύεις νοσήματα, τῶν πιστῶς ὑμνοῦντών σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκάκιον τὸν θεῖον κατέχοντες ἐν μέσῳ ὡς ἀδελφὸν ἀδελφοί, τιμήσωμεν πρεπόντως, δοξάσωμεν ἐντίμως, καὶ Χριστῷ ἀνακράξωμεν· δέχου Χριστὲ ἐκτενεῖς, τοῦ Μάρτυρος δεήσεις.

Ἀκάκιον τὸν θεῖον τὸν νέον ἐν Ὁσίοις καὶ κραταιὸν Ἀθλητήν, ἰδίας ἡμῶν κώμης, τὸν γόνον καὶ πατέρα, πρὸς Χριστὸν ἀποστείλωμεν· ὡς πρεσβευτὴν ἱκανόν, ἐπιτελεῖν ἰάσεις.

Ἀκάκιε τρισμάκαρ οὐκ ἔχω τὰς δυνάμεις ἵνα ὑμνῶ σε ὀρθῶς, πρεσβύτερος ὑπάρχεις, καὶ Μάρτυς χριστοφόρος, διὰ Κᾶρας ἀφαίρεσιν· δὸς μοι σοφίαν Πάτερ, καὶ βίου προστασίαν.

Θεοτοκίον.
Παρθένε Παναγία τοῦ Ἄθω προστασία μοναστῶν ἡ παράκλησις, τὰ τέκνα τοῦ ἀγροῦ σοῦ, ὡς ἄνθη καρποφόρα, φυτοκόμησον Δέσποινα, ἵνα πολὺν σοι καρπόν, προσφέρομεν Κυρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὲ ἀριστοῦχον, ἀθλητικῶν παλαισμάτων, καὶ ἀγώνων ὁσιότητος Πάτερ, νῦν παρακαλοῦμεν, ἐκ μέσης τῆς καρδίας.

Ὡς ἐπακούσας, τῆς μητρικῆς νουθεσίας, μητρικὰς δεήσεις νῦν παμμάκαρ, δέχου καὶ παράσχου, τοῖς τέκνοις προστασίαν.

Κάραν προσάγεις, θυσιάζων Κυρίῳ, πᾶσαν κίνησιν καὶ νόημα νόος σου, κάθαρον οὖν Πάτερ, κάμε τῶν λογισμῶν μου.

Θεοτοκίον.
Θεογεννῆτορ, ἡ τὸν Σωτῆρα τεκοῦσα, καταπράϋνον ὀργὴν ἐπερχομένην, ἔχεις γὰρ ὡς Μήτηρ, πολλήν τὴν παῤῥησίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀκάκιε θεόφρον, σπεῦδε ἁπαλύνων, σωματικὰς ἀλγηδόνας τοῖς κάμνουσιν, ἔχεις γὰρ ὡς Μάρτυς, πολλήν τὴν παῤῥησίαν.

Ἀκάκιε θεόφρον, νεαρὰν ἡλικίαν, ἐπιστήριξον διόρθωσιν παρέχων αὐτοῖς, ἤθους θεοφόρε ἵνα, Χριστὸν δοξάζει.

Ἀκάκιε θεόφρον, ναρκώσεως κακίας, καὶ νοσογόνων φαρμάκων διάσῳζε, τοὺς ἀγνοοῦντας θεόφρον, δαίμονος ἔνεδρα.

Θεοτοκίον.
Ἀκάκιε θεόφρον, Κυρίας Θεοτόκου, ὡς προσταθείς τῇ εἰκόνι ἐκνέκρωσον, τὰς μηχανὰς καὶ ἀλάστορος ἔνεδρα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἀσβεστοχωρίου νέος βλαστός, ποτισθεὶς δακρύων, καὶ αἱμάτων σου τοῖς κρουνοῖς, Μάρτυς χριστοφόρος, καὶ ὅσιος ἐφάνης, ὅθεν καὶ σῆς πατρίδος, φρουρὸς ἀκοίμητος.

Κάλλος τῆς νεότητος ἀρνηθείς, πόνοις μετανοίας καί τὴν κάραν ἀποτμηθείς, σὺν Χριστῷ ἀγάλλῃ, χορῷ Νεομαρτύρων, μεθ᾽ ὧν καὶ συγχορεύεις, μάκαρ Ἀκάκιε.

Μάϊος χορεύει πλήρης χαρᾶς, καὶ σοὶ πλέκει στέφος, ἀνθοφόρον ὡς ἀρετάς, σύ τῆς μετανοίας, καὶ θείου μαρτυρίου, πορφύραν τῷ Κυρίῳ, δίδεις Ἀκάκιε.

Πρὶν ἀθανασίας κλῆσιν λαβών, νῦν τῆς ἀκακίας, ὤφθης τέμενος ἱερόν, πλύνας ἁμαρτίας ἀρνήσεως θεόφρον, αἱμάτων σου ῥανίσιν, πάτερ Ἀκάκιε.

Χαίροις μοναζόντων Ἀθωνιτῶν, καύχημα Μαρτύρων, καὶ Ὁσίων ὁ νεογνός, χαίροις νεαζόντων παράδειγμα καὶ κλέος, ἡμῶν δὲ πολιοῦχος χαῖρε Ἀκάκιε.

Ταμεῖον ὑπάρχων τῶν ἀρετῶν, τὸ Ἅγιον Ὄρος, σοὶ ἐδώρησε φυσικῶς, μετάνοιαν Πάτερ καὶ στεφάνους δόξης, διὰ τοῦ μαρτυρίου καί τῆς ὁσιότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, ἐν ἀσβέστῳ χαρμονῇ, Ἀσβεστοχωρίου τὸ γόνον, νῦν περιβάλλωμεν, ἄσματα προσφέροντες αὐτῷ καὶ λέγοντες· θεοδόξαστε Ὅσιε, Ἀκάκιε μάρτυς, φύλαττε τοὺς δούλους σοῦ καὶ ἀποκάθαρον, πάσης προσβολῆς καὶ κηλῖδος, πόθῳ τοὺς τὴν θείαν σου μνήμην, ἐκτελοῦντας καὶ προσκαλουμένους σε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή και η Ακολουθία του Αγίου Ακακίου