Παρακλητικός Κανών εις τον Νέο Οσιομάρτυρα Γεννάδιο ο Διονυσάτης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
† Εορτάζεται στις 6 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ παρόντα τροπάρια·
Ἦχος ‘δ’ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἐν ἡ ἀσκήσει νουνεχώς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, ὁσιομάρτυς Ἅγιε Γεννάδιε, πρέσβευε δεόμεθα, τῷ Δεσπότῃ τῶν ὅλων, δοῦναι τοῖς τιμῶσί σε, τῶν πταισμάτων τὴν λύσιν, καὶ φωτισμὸν καὶ βίου προκοπήν, ὡς ἂν Κυρίῳ ὁσίως δουλεύσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Γεννάδιε σὴν δίδου μοι χάριν. Γερασίμου.
ᾨδὴ α΄ . Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας
Γενοῦ μοι Γεννάδιε ἀθλητά, προστάτης καὶ ῥύστης, καὶ μεσίτης πρός τὸν Χριστόν, αἰτούμενος ἄφεσιν πταισμάτων, καὶ πολυτρόπων παθῶν ἀπολύτρωσαι.
Ἐνήθλησας γνώμη θεοφιλεῖ, καὶ δόξης μετέσχες, τῶν Μαρτύρων ἐν οὐρανοῖς, μεθ’ ὢν ὑπὲρ πάντων ἐκδυσώπει, τῶν σε τιμώντων παμμάκαρ Γεννάδιε.
Νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ, Γεννάδιε μάρτυς ἀνομίας με χαλεπῆς, καὶ πάσης παθὼν ἀκαθαρσίας, τὸν προσιόντα σοι πίστει ἐκκάθαρον.
Θεοτοκίον.
Ναὸς φωτοστόλιστος τοῦ Θεοῦ, ἐδείχθης Παρθένε σωματώσασα ὑπὲρ νοῦν, αὐτόν ἐξ ἀχράντων σου αἱμάτων, Ὂν ἐκδυσώπει σωθῆναι με δέομαι.
ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Ἀνενδότῳ καρδία ὑπὲρ Χριστοῦ ἤθλησας, ὅθεν ἐναθλεῖν με νομίμως Μάρτυς ἐνίσχυσον, κατὰ ποικίλων παθῶν, καί τοῦ ἐχθροῦ ἀποκρούειν, Ἅγιε Γεννάδιε, ἅπασαν ἔφοδον.
Δόξης ἔτυχες θείας ὡς Ἀθλητὴς ἔνθεος, ὅθεν ἀδοξίας με πάσης, παθῶν ἀπάλλαξον, Μάρτυς Γεννάδιε, καὶ ἐν τῷ φόβῳ Κυρίου, θείως πολιτεύεσθαι, δίδου μοι δύναμιν.
Ἱερῶς σοι φοινίξας τὴν σὴν στολὴν Ἅγιε, ῥείθροις τῶν οἰκείων αἱμάτων, φαιδρώς παρέστησας, τῷ Παντοκράτορι, ὂν ἐκδυσώπει απαύστως, πάσης με Γεννάδιε, ῥύεσθαι θλίψεως.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβὼν ἀποῤῥήτως, κόρη Πανάμωμε, διπλοὺς γεγέννηται, ἐν ὑποστάσει μιᾷ δε, καὶ φθορᾶς ἐῤῥύσατο τοὺς σε δοξάζοντας
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις, ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θεία σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Αἱμάτων ῥοαῖς τὸν ὄφιν κατεπόντισας, καὶ δρόσον ἡμῖν οὐράνιον ἀπέστεξας, Γεννάδιε μακάριε· διὸ σβέσον παθῶν μου τοὺς ἄνθρακας, πρεσβευτικαῖς σου ἀρδείαις πρὸς Χριστόν, τὸν σε Ὁσιομάρτυς δοξάσαντα.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Σὺν Ὁσίοις καὶ Μάρτυσιν, ὡς ὁσιομάρτυς Χριστοῦ Γεννάδιε, καθικέτευε δωρήσασθαι, τῶν ἁμαρτιῶν ἡμῖν τὴν ἄφεσιν.
Ἡ πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας ἡμῖν Γεννάδιε, τοῦ βελίαρ ἀποτρέπουσα, καθ’ ἡμῶν μανίαν τὴν ὀλέθριον.
Νεκρωθεὶς πολλοῖς πάθεσι, σε καθικετεύω μάκαρ Γεννάδιε, ἐγεῖρον με πρὸς μετάνοιαν, τῇ ζωοποιῶ Μάρτυς πρεσβεία σου.
Θεοτοκίον.
Δόλῳ ὄφις ὁ δόλιος, πρός τὴν ἁμαρτίαν συλᾷ με Δέσποινα, ἀλλὰ τούτου κατασύντριψον, κατ’ ἐμοῦ μανίαν τὴν ὀλέθριον.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ἰδὲ συμπαθώς, παμμακάριστε Γεννάδιε, τοὺς ἐν ταύτῃ ἐνασκοῦντας τῇ Μονή, καὶ ἀεὶ δίδου ἡμῖν τὴν σὴν βοήθειαν.
Δύναμιν ἡμῖν, μὴ ἐλλίπῃς παρεχόμενος, κατὰ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ὡς λαβῶν παρὰ Χριστοῦ χάριν Γεννάδιε.
Ὅρμῳ νοητῷ, προσωρμίσθης δι’ ἀθλήσεως διὸ λύτρωσαι ἡμᾶς, τρικυμιῶν τῶν ἐν βίῳ περιστάσεων Γεννάδιε.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, τὴν διάνοιαν Πανάμωμε, ἐκ ματαίων λογισμῶν καὶ ἐννοιῶν, πρὸς ὑψώσεις τῆς ἀγάπης τοῦ Παντάνακτος.
ᾨδὴ στ΄ . Τὴν δέησιν.
Μαρτύρων, τῆς εὐκληρίας τρυφήσας, ὡς ἀθλήσας δι’ ἀγάπην τὴν θείαν, Ὁσιομάρτυς Γεννάδιε θεῖε, τῆς τῶν παθῶν δυσχερείας ἀπάλλαξον, τοὺς μακαρίζοντας πιστῶς, τὴν σεπτὴν καὶ ἁγίαν σου ἄθλησιν.
Ὁσίως, πρώην ἀνύων τὸν βίον, δι’ ἀθλήσεως Χριστῷ προσηνέχθης, καὶ διπλῶν ἀτυχὲς Μάρτυς βραβείων, ὅθεν διπλῶν με παθὼν ἀπολύτρωσαι, κατά τὸ σῶμα καὶ ψυχήν, τὸν πρὸς σε ἀφορῶντα Γεννάδιε.
Ιάτρευσον, τὴν νοσοῦσαν ψυχήν μου, συνηθείᾳ τῆς πικρὰς ἁμαρτίας, τῇ δεδομένη σοι χάριτι θεία, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, καὶ ίθυνόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Χειμάζει με, ἁμαρτίας ὁ σάλος, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας, ἀλλὰ Παρθένε τῇ σὴ κυβερνήσει, πρὸς ἀπαθείας με ὅρμον κυβέρνησον, τὸν πεποιθότα ἐκ ψυχῆς, Θεοτόκε τῇ θείᾳ πρεσβείᾳ σου.
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις, ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς Κυρίου Γεννάδιε, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἰσότιμε, ἀεὶ σὺν αὑτοῖς Χριστῷ πρέσβευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς ἐν πίστει τιμῶσι σε.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…
Στίχος. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου…
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ἡμεῖς ποιεῖτε αὐτοῖς, οὗτος γὰρ ἐστὶν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διά τῆς στενῆς πύλης, ὅτι πλατείᾳ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὀδός, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς, ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὀδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὑτήν. Προσέχετε δε ἀπό τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δε εἰσι λύκοι ἅρπαγες, ἀπό τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μῆτι συλλέγουσιν ἀπὸ ἀκανθὼν σταφυλήν, ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δε σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρόν, καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἄρα γε ἀπό τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄ . Ὅλην ἀποθέμενοι.
Πίστει ἡνδραγάθησας, κατά τῆς πλάνης θεόφρον, καὶ τμηθείς τὴν κάραν σου, πρός τὴν ὑπερκόσμιον ζωὴν ἔδραμες, ἀθλητὰ Ὅσιε, Γεννάδιε μάκαρ, διὰ τοῦτο σου δεόμεθα, ἀπαύστως πρέσβευε, σὺν Ὁσιομάρτυσιν Ἅγιε, Χριστῷ τῷ Ἐλεήμονι, δοῦναι τῶν πταισμάτων συγχώρησιν, καί τὴν θεραπείαν, ψυχῶν τε καὶ σωμάτων τῶν πιστῶς, ἐξαιτουμένων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενοῦντι μοι ῥῶσιν, καὶ ψυχῆς εὐεξίαν δίδου Γεννάδιε, σὴ πρός τὸν Σωτῆρα, θεόφρον μεσιτεία, ἵνα ψάλλω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥυπωθείς τῇ κακία, τῇ θερμή σου πρεσβεία σπεύδω Γεννάδιε, σὺ οὖν Ὁσιομάρτυς, ἀπάλλαξον με θᾶττον, τῆς μανίας τοῦ δράκοντος· οἵα θερμὸς πρὸς Χριστόν, μεσίτης μου καὶ πρέσβυς.
Ἴθυνον τοῦ νόος μου, τὰς κινήσεις καὶ πᾶσαν Μάρτυς τὴν ἔφεσιν, πρὸς κτῆσιν τῶν ἀρίστων, ἀμέμπτῳ πολιτεία, ἵνα μέλπω Γεννάδιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ
Θεοτοκίον.
Νεκρωθείς τὴν ψυχήν μου, πονηρὰ συμβουλία τοῦ παναλάστορος, πιστῶς οἱ καταφεύγω, καὶ κράζω Θεοτόκε, ζώωσόν με τὸν δείλαιον· ζωοποιῶ σου Ἁγνή, πρός τὸν Χριστὸν πρεσβεία.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, τῷ τὴν σὴν κλῆσιν αὐχοῦντι, καταφύγιον Γεννάδιε ἐν θλίψει, καὶ παραμυθία, ἐν πάσῃ ἀθυμία.
Ἐν οὐρανίοις, σκηναῖς συνὼν τοῖς Ἀγγέλοις, καθικέτευε Γεννάδιε ἀπαύστως, ὑπέρ τῶν τιμώντων, τὴν ἄθλησιν σου Μάρτυς.
Ῥώμην μοι δίδου, καὶ φωτισμὸν θεῖον αἴτει, τῷ ἱκέτῃ σου ἐν πάσαις μου ταῖς τρίβοις, ἵνα σε γεραίρω, Χριστοῦ Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καί τῶν βροτῶν σωτηρία, ἀειπάρθενε Ἁγνὴ Θεοκυήτορ, πάσης ἀδοξίας, τοῦ χείρονος με ῥύου.
ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, ὁσιομάρτυς Κυρίου Γεννάδιε, τὰς ἱκεσίας, προσδέχου ἡμῶν ἑκάστοτε.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σου ἀρδείαις Γεννάδιε, καί τῶν πταισμάτων μου αἰτεῖ Μάρτυς τὴν ἄφεσιν.
Μαρτύρων καὶ Ὁσίων, ἰσότιμος πέλων, ὁσιομάρτυς Κυρίου Γεννάδιε, ἡμῖν θεόθεν ἐξαίτει τὸ θεῖον ἔλεος.
Ὁσίως διανύειν, πάντα μου τὸν βίον, ἐνίσχυσόν με Γεννάδιε ἔνδοξε, ἵνα ζωῆς τῆς ἀλήκτου γένωμαι μέτοχος.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψύχῃς μου χαρὰ καὶ παράκλησις, καὶ εὐφροσύνη Παρθένε καὶ σωτηρίᾳ μου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Γεννάδιε μάκαρ, καταλείψας τὰ γεηρά, καὶ ἐν τῇ ἀσκήσει, καὶ ἱερὰ ἀθλήσει, ἐδόξασας θεόφρον τὸν σε δοξάσαντα.
Βίον διανύων ἀσκητικόν, ἐν τῇ τοῦ Προδρόμου, θεία Μάνδρα ἐν ἀρετή, διὰ μαρτυρίου, προσήχθης τῷ Κυρίῳ, Γεννάδιε παμμάκαρ, δυνάμει πίστεως.
Χαίρων ὡμολόγησας τὸν Χριστόν, καὶ τμηθείς τὴν κάραν, τῶν Μαρτύρων συγκοινωνός, Γεννάδιε ὤφθης, καὶ τῶν ὑπερκοσμίων, ἐπάθλων ἠξιώθης ἀγαλλόμενος.
Αἵμασιν οἰκείοις τὴν σὴν στολήν, Μάρτυς πορφυρώσας, πρὸς νυμφῶνα τὸν νοητόν, ὡς Ὁσιομάρτυς, ἡγλαϊσμενος ἤρθης, ὑπὲρ ἡμῶν πρεσβεύων Χριστῷ Γεννάδιε.
Γέρας ἀνεδείχθης τῇ σῇ Μονῇ, Γεννάδιε μάκαρ, ἀριστεύσας πνευματικῶς, καί τῶν αἱμάτων, ἐκχύσει ὑπεμφαίνεις, τὴν πρὸς Χριστὸν τελείαν, ἀγάπην Ἅγιε.
Πρέσβευε ἀπαύστως πρός τὸν Χριστόν, ὑπέρ τῶν τιμώντων τὴν σὴν ἄθλησιν τὴν σεπτήν, κάμοι δε μὴ παύσῃ, παρέχων τὴν σὴν χάριν, πλουτοῦντι σου τὴν κλῆσιν Μάρτυς Γεννάδιε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Εὗρες, τὴν ἀΐδιον ζωήν, ξίφει ἐκτμηθείς τὸν αὐχένα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Ἅγιε Γεννάδιε, ὁσιομάρτυς Χριστοῦ, καὶ χοροῖς συνηρίθμησαι, Ἁγίων ἁπάντων, μεθ’ ὂν ἀεὶ πρέσβευε, τῷ παντεπόπτῃ Θεῶ, δοῦναι ἡμῖν λύσιν πταισμάτων, καὶ ἐπηρειῶν πολυτρόπων, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Γενναῖον Γεννάδιε δεῖξον τὸν νοῦν μου,
Γερασίμου Ἅγιε κατά τῶν χείρων.
ΕΚ ΒΑΘΟΥΣ ΚΑΡΔΙΑΣ ΕΥΓΝΩΜΩΝ ΣΤΟΝ ΠΑΡΕΧΟΝΤΑ ΤΟ ΧΕΙΡΟΓΡΑΦΟ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΑΥΤΗΣ ΝΕΚΤΑΡΙΟ ΜΑΜΑΛΟΥΓΚΟ (www.nektarios.gr), Ο ΟΠΟίΟΣ ΣΥΝΕΧΩΣ, ΜΗ ΦΕΙΔΟΜΕΝΟΣ ΚΟΠΟΥ, ΧΡΟΝΟΥ ΚΑΙ ΧΡΗΜΑΤΟΣ, ΑΝΑΛΩΝΕΤΑΙ ΣΤΗΝ ΕΥΡΕΣΗ ΑΚΟΛΟΥΘΙΩΝ. ΧΩΡΙΣ ΑΥΤΟΝ ΤΟ ΙΣΤΟΛΟΓΙΟ ΔΕΝ ΘΑ ΥΠΗΡΧΕ.
Υστερόγραφο εκ της Πηγής (voutsinasilias.blogspot.gr)