Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Αγάθων του Κτίτορος της Μονής Αγάθωνος

Ποιημα Ιερομονάχου Πορφυρίου Σιμονοπετρίτου

†Εορτάζεται στις 7 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγαθοφρόνως, ἀδελφοὶ συνελθόντες, πρὸς τὴν Μονήν τῆς Θεομήτορος Κόρης, ὡς πρέσβυν προβαλλόμεθα τὸν κτίτορα αὐτῆς, καὶ Χριστῷ προσφέρομεν ἐκτενῶς καὶ ἐκ πόθου, Δέσποτα σπλαγχνίσθητι, τὰς φωνάς τῶν σῶν δούλων, καὶ ἱκεσίας δέχου σῆς μητρός, καὶ τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἀγάθωνος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, ἀρχομένων τῶν τροπαρίων ἐκ τοῦ Α, μὲ ἀγαθὰς ὡς ἐπὶ τὸ πολὺ ἐννοίας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγάθυνον, Πάτερ, ἱκετικῶς, βοῶ σοι, τὸν νοῦν μου, ἵνα μέλψω σοὶ ἀγαθάς, Ἀγάθων θεόφρον ἱκεσίας, καὶ σωτηρίαν προσλάβω ὁ ἄθλιος.

Ἀγώνων σου, Πάτερ, πνευματικῶν, καρπὸς ἀπεδόθη, τὰ οὐράνια ἀγαθά, ἀνθ᾽ ὧν καὶ ὡς τέκνοις σου παράσχου, τοῖς ὑμνηταῖς σου Ἀγάθων, ἀντίδοσιν.

Ἀσκήσει καὶ πόνοις καὶ προσευχαῖς, Μονήν ἐδομήσω τῇ θεόπαιδι Μαριάμ, ἐν ᾖ ὡς παλλάδιον ὑπάρχει, τὸ θαυμαστόν ταύτης πάτερ, εἰκόνισμα.

Θεοτοκίον.
Ἀγλάισμα πάντων τῶν εὐσεβῶν, ἡ θεία, θεόφρον, τῆς Παρθένου θαυματουργὸς εἰκὼν ἐναπόκειται ἐν θρόνῳ, ἐν τῇ Μονῇ σου, Ἀγάθων θεόκλητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγαθώνυμε πάτερ, τῶν ἀγαθῶν πρόξενος, πάντων τῇ σῇ μάνδρᾳ ἐγένου καὶ τῷ ποιμνίῳ σου, ὧνπερ καὶ πλήρωσον, ἐξ’ οὐρανοῦ, θεοφόρε, ὥσπερ θεοδόξαστος, πᾶσαν τὴν αἴτησιν.

Ἀγαθόκλειαν πάτερ, προσωνυμῶν εἴληφας, βίου ἐξ ἀγώνων, θεόφρον,͵ καὶ πολιτείας σου, οὕσπερ προσέφερες, πρὸς τὸν Χριστὸν ἰσοβίως, ὅθεν καὶ ἐνίσχυσον σὸν κλῆρον, Ὅσιε.

Ἀγαθόφημος ὄντως ταῖς ἀρεταῖς γέγονας, αἷς διαπεράσας τὸν βίον, κόσμον κατέλιπες· ὅθεν ἀπείληφας, παρὰ Χριστοῦ ἀντιδόσεις, πλοῦτον ἀναφαίρετον, πάτερ τοῖς τέκνοις σου.

Θεοτοκίον.
Ἀγαθὰ προσαιτοῦμαι, ὡς φυτουργὸς φύτευσον, πάτερ τοῖς σοῖς τέκνοις νοήματα, ἵνα φεύγωμεν, ἐκ τῶν τοῦ κόσμου κακῶν, καὶ τῇ μονῇ σου ἐκ πόθου, κλῆρος τῆς θεόπαιδος πάντες γενώμεθα.

Διάσωσον, Ἀγάθων θεόφρον,͵ ἐκ πάσης βλάβης καὶ νόσου τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, οἷα θεράπων Κυρίου δεδοξασμένος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσπὶς κατ᾽ ἐχθρῶν, καὶ τεῖχος ἀγαθότευκτον πολλῶν ἀγαθῶν ὑπάρχεις, ἀγαθόκλητε, ἐκτενῶς δεόμενος ὑπὲρ ποίμνης πάντοτε, μακάριε, ἐπιῤῥωνύων πᾶσαν ἀγαθὴν πρόθεσιν, πάτερ Ἀγάθων͵ τῶν τιμώντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγαθότροπον βίον δίδαξον τὴν ποίμνην σου, μάκαρ πορεύεσθαι, ἵνα χαίρωσιν οἱ Ἄγγελοι, ὧν τὸν βίον, Πάτερ ἐκμιμούμεθα.

Ἀγαθάρχης ἐγένου, πάτερ θεοφόρε, ἡμῖν προνοούμενος, τὰ συμφέροντα δωρήματα, ἵνα μὴ μερίμναις ἐμπλεκώμεθα.

Ἀγαθαῖς σοῦ πρεσβείαις, Πάτερ θεοφόρε, Χριστὸν παρακάλεσον, μεταμόρφωσιν δωρίζεσθαι, ἐν φωτὶ ἀκτίστῳ τοῖς μονάζουσιν.

Θεοτοκίον.
Ἀγαθόνοιαν Ὅσιε, δίδαξόν με πάτερ, νοεῖν τὰ πρέποντα, ἀγγελόμορφος γενόμενος, νοῦν Χριστοῦ σοφίας ἵνα κτήσωμαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀγαθοπρεπῶς, πολιτείαν μου διόρθωσον, ἐν τῇ μιμήσει τῆς σῆς ἀρετῆς, ἀγαθωσύνης, ὁ ἐπώνυμος μακάριε.

Ἀγαθοφρονεῖν, πρὸς τὸν πέλας καὶ συνάνθρωπον, πονηρὰ ἐκφεύγων ἐκζητῶ, ἵνα ἀρέσω τῷ Χριστῷ μου, πάτερ Ὅσιε.

Ἄγαμαι ποθῶν, τὴν εὐσέβειαν μακάριε, καὶ ἐν φόβῳ τοῦ Θεοῦ πάτερ, βιοῦν, ἵνα σοφίας καθαρὸν δοχεῖον γένωμαι.

Θεοτοκίον.
Ἄγαμε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἡ γεννήσασα χαράν, δίδαξον τρόπον ἀγαθότητος καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀγάθυνον, προσφορὰν πρὸς Κύριον, τῶν τιμώντων τὴν σὴν μνήμην θεόφρον, καὶ ἀγαθῶν ἀντιδώρησαι τούτοις, πλοῦτον χαρίτων Ἀγάθων καὶ ἴασιν, παθῶν καὶ νόσων ψυχικῶν, καὶ πταισμάτων συγχώρησιν, Ὅσιε.

Ἀγάλλεται, ἐν θερμῇ ἱκεσία, μοναστῶν ἡ χορεία θεόφρον, περικυκλοῖ τὴν σὴν Κάραν δὲ πάλιν, ὡς ἐκ πηγῆς ἐκλαμβάνουσα νάματα, σοφίας Πάτερ θεϊκῆς, πολλαπλῶς σὲ δοξάζουσα πάντοτε.

Ἀγώνων σου, μιμητὰς δεῖξον Πάτερ, μελισσῶνα ἀγαπώντων σου τέκνων,͵ ἵνα γραφαῖς ἐντρυφῶντες τὸ μέλι, τὸ νοερὸν κατεργάζωνται Ὅσιε, βασίλισσαν θεοπρεπῶς, Θεοτόκον κυκλοῦντες καὶ τρέφοντες.

Θεοτοκίον.
Ἀγλάισμα, φωτεινόμορφον Κόρη, τῷ Ἀγάθωνι ἐφάνη ὁ βράχος, καὶ φωταυγῶς φωτισθεὶς διανοίᾳ, εὑρίσκει τότε τὴν θείαν εἰκόνα σου, καὶ κτίζει πόνοις σὴν Μονήν, προσφορὰν ὡς τιμίαν τῷ τόκῳ σου.

Διάσωσον Ἀγάθων θεόφρον, ἐκ πάσης βλάβης καὶ νόσου τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, οἷα θεράπων Κυρίου δεδοξασμένος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀγαθότητος ὑπάρχων, Πάτερ πρότυπον, ἀγαθὰ ἡμᾶς φρονεῖν εὔχου πρὸς Κύριον, καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς κρίσεως γενοῦ, θερμὸς ἀγαθάρχης γενεᾶς, εὐδρομούντων ἀληθῶς, καὶ βοώντων ἐκ πίστεως, σπεῦδε πάτερ Ἀγάθων, καὶ δίδασκε σοφίᾳ, τὴν χριστομίμητον ὁδόν, ταπεινώσεως τὴν σῴζουσαν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσομεν τῷ Κυρίῳ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 27-30)
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὃ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔχων ἀγαθότητος, τῶν θησαυρῶν τὸ ταμεῖον, τὸν ἄλλον Παράκλητον, τῆς Τριάδος σύνοικον Πνεῦμα Ἅγιον, θλίψεις τοῦ βίου μου, φέρω θλιβόμενος, ἐκ κακίας τῶν κυκλούντων με, ὅθεν κατέφυγον, πρὸς τὴν μάνδραν Ὅσιε, τὴν ἁγίαν σου, καὶ πόθῳ νῦν κραυγάζω σοι, πρόφθασον Ἀγάθων καὶ λύτρωσαι ἐκ πάσης περιστάσεως τὸν μετανοοῦντα οἰκέτην σου, παράκλησιν γλυκεῖαν, πρὸς αὐτὸν διδοὺς καὶ χάριν, τηρεῖν τὸ Εὐαγγέλιον.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγαθόβουλε πάτερ, ὡς ἠθέλησας μάνδραν τρανὴν ἐδόμησας, τοῦ Μεταμορφωθέντος, φρικτῶς ἐν Θαβωρίῳ, τῷ ὄρει πάλαι διδάσκοντος, ὡς τῶν πατέρων ἡμῶν, Θεὸς μόνος ὑπάρχων.

Ἀγαθότητος χάριν, ὡς ἐβίωσας Πάτερ, ποτὲ ἐν Ἄθωνι, καὶ σὺν Ἀθανασίῳ, ἐν Μετεώροις πάλαι, μαθητάς σου ἐκδίδαξον, ἵνα ὑμνῶμεν Χριστόν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγαθὸς ἐν τοῖς τρόποις, ὡς ἐδίδασκες τότε, ὀρθῶς πορεύεσθαι, ἐν βίῳ μονοτρόπων,͵τοὺς νῦν προσκαλουμένους, μοναστάς σου διάσῳζε, ἵνα ὑμνῶμεν Πατρός, τῶν Φώτων θείαν δόξαν.

Θεοτοκίον.
Ἀγαθάρχης Παρθένε, μοναστῶν σὺ ὑπάρχεις, ὡς ἐκδιδάξασα, ὁδὸν τῆς παρθενίας, καὶ τῆς ἀκτημοσύνης, ὑπακούουσα πάντοτε, πρὸς τὸν Πατέρα Υἱόν, καὶ Πνεῦμα τὴν Τριάδα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγαθοτρόπως, μοναστῶν ἡ χορεία, σὺν ποιμνιάρχῳ Χριστῷ προσκιρτοῦμεν, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἀγαθοφόρως, πρὸς ἡμᾶς ἐπινεύεις, θεοφόρε Ἀγάθων ἀνυμνοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.
Ἀγαθαρχίας, τὸ τρισήλιον φέγγος, μεταμόρφωσον τοὺς Σὲ ἐπιζητοῦντας, καὶ ὑπερυψοῦντας, Θεέ μου εἰς αἰῶνας.

Θεοτοκίον.
Αὕγασον πόθῳ, τὴν καρδίαν σοῦ δούλου, τοῦ ὑμνοῦντος τὸν ἄσπορον Σου τόκον, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγώνων πολυτρόπων, εὗρες θεοφόρε, τὰς ἀντιδόσεις Ἀγάθων καὶ ἔκτισας, ἐν Παραδείσῳ σοῖς τέκνοις, σκήνωμα Ἅγιον.

Ἀγρὸς ἀγαθωσύνης, ἡ μάνδρα σου θεόφρον, ὡς χορηγοῦσα τοῖς πάσχουσιν ἄφθονα, τὰ ἀγαθὰ καὶ ἰάσεις, τοῖς χρῄζουσιν.

Ἀγάθων θεοφόρε, κράτυνον σὸν δοῦλον, ἐν τρικυμίαις μὴ πάθω τί Ὅσιε, ἀλλ᾽ ἀληθῶς ἵνα λάβω, γλυκὺν Παράδεισον.

Θεοτοκίον.
Ἀγάθωνη Παρθένε, Ἀγάθωνος ὁ κλῆρος, σοὶ προσπίπτει προφρόνως καὶ λέγομεν, σκέπε ἡμᾶς Θεοτόκε, ἐκ πάσης θλίψεως.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐν αὐτοῖς ἀκροστιχίζει: Π(ο)ρφ(υρίου) χῶμα.
Πρέπει σοί, Ἀγάθων πᾶσα τιμή, πᾶσαν εὐλογίαν, ὡς δεχόμενοι παρά σου, ὕμνους ἁρμοδίους προσᾴδομεν βοῶντες, τὰ θεῖα μεγαλεῖα Χριστοῦ μανθάνοντες.

Ῥήματα πολλὰ λέγω σιωπῇ͵ ἐκ καρδίας Πάτερ, ἱκετεύων σε νοερῶς, ἵνα ἐπιτύχω, Ἀγάθων θεοφόρε, φωτὸς τοῦ τρισηλίου θεῖον ἀπαύγασμα.

Φρούρησον παμμάκαρ σαῖς προσευχαῖς, μάνδραν ἥνπερ πόνοις, κατεσκεύασας ἐν πολλοῖς, καὶ τῇ Θεοτόκῳ νῦν παρεστὼς ἐν δόξῃ, τοῖς τέκνοις σου χορήγει, πλοῦτον τοῦ Πνεύματος.

Χαίροις ὁ ἐπώνυμος ἀγαθῶν, Πάτερ θεοφόρε, προσδεχόμενος τὰς λιτάς, τῶν σὲ εὐφημούντων ἀντίδος τὰς δεήσεις, ἐν ἀγαθῇ προνοίᾳ, Ἀγάθων ὅσιε.

Ὥσπερ ἐν σπηλαίῳ θαυματουργόν, εὗρες τὴν εἰκόνα, θεοφόρε τῆς ἀγαθῆς, Μητρός τοῦ Σωτῆρος τὰς ἀγαθὰς ἐννοίας ἐμφύτευσον, Ἀγάθων, ψυχῇ τοῦ δούλου σου.

Μεταμορφωθέντος τοῦ Ἰησοῦ, ἄκτιστος ἡ χάρις καταπέμπεται τοῖς πιστῶς, τοῦτον προσκυνοῦσι καὶ ἱκεσίας θρόνῳ, αἰτοῦσι τῆς Παρθένου σὺν τῷ Ἀγάθωνι.

Ἅπαντες ἱκέται τῷ σῷ ναῷ, ἴδε πῶς δρομαίως, καταφεύγωμεν ἐκτενῶς, κάμπτοντες τὸ γόνυ, τῷ τάφῳ σου Ἀγάθων, καὶ τὴν σεπτήν σου κάραν κατασπαζόμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στέφος ἀγαθόπλεκτον ἰδού, φέρει ἡ σεπτὴ κορυφή σου, πάτερ Ἀγάθων πολλῶν, λάμπον τοῖς προστρέχουσι πρὸς τὴν σὴν κάραν θερμῶς, ἀρετῶν ὡς ἀνθέων γάρ, πλοχμὸν ἐκ ποικίλων, δρέπει τὰ χαρίσματα ἡ ἀδελφότης ἡμῶν, ῥίζαν τὴν ταπείνωσιν ἔχων, ὥσπερ μιμητὰς ἡμᾶς ποίει, τέκνα ὡς πατέρα μιμησόμενα.

Ἕτερον, ὅμοιον.
Σπεῦδε θεοφόρε καὶ πολλῶν, ῥύῃ τὴν σὴν ποίμνην κινδύνων, καὶ περιστάσεων, λύων τὴν ἐνέργειαν τῶν φθονερῶν πειρασμῶν, ἐξ ἐχθρῶν ἀοράτων τε, παθῶν γὰρ κακίας, δίδως τὴν συγχώρησιν πρὸς τοὺς τιμῶντάς σε, δῶρον δὲ χαρὰν τοῖς σοῖς τέκνοις, τῆς Μεταμορφώσεως πέμπε, ὅσιε Ἀγάθων, ἀξιάγαστε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέησιν δέχου Ἀγάθων θαυματοφόρε
Ἣν σοι Πορφύριος θερμῶς ἀναφέρει.

Ακολουθία του Οσίου και Θεοφόρου Πατρός ημών Αγάθωνος του Κτίτορος της εν Φθιώτιδι Ομωνύμου Μονής

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Ευρέσεως της Θαυματουρού Εικόνος της Παναγίας Μονής του Αγάθωνος