Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω

  1. Ποίημα Γεωργίου Γαλανοπούλου

  2. Ποίημα Ιωάννου Γ. Παναγοπούλου

Παρακλητικός Κανών εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω

Ποίημα Γεωργίου Γαλανοπούλου

†Εορτάζεται 16 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν τῇ Πάτμῳ ὡς ἀκτῖνα Ἡλίου, ἐξανατείλαντα καιροῖς τοῖς ὑστέροις, τὸν θεῖον Ἀμφιλόχιον ψαλμοῖς ἱεροῖς, δεῦτε πάντες ἐπαινέσωμεν, τρανῶς αὐτῷ ἐκβοῶντες· φρούρει ἐκ τῶν συμφορῶν, σὴν βλαστήσασαν νῆσον, φίλης δ’ Ἑλλάδος σκέπε τὸν λαόν, καὶ σῶζε πάντας, τοὺς σὲ μεγαλύνοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἔνθεον ᾠδήν, Ἀμφιλόχιε δέχου.
Ἐν δὲ τοῖς Θεοτοκίοις· Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐνθέως ὑμνεῖν σου τὰς ἀρετάς, λευΐτα μοι δίδου, θείας χάριτος φωτισμόν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, ἐκ τῶν παθῶν ἱερὲ Ἀμφιλόχιε.

Νεότατος ἔδραμες πρὸς Χριστόν, τῷ ἔρωτι τούτου, τετρωμένος Πάτερ ψυχῇ· διὸ πόθον θεῖον δὸς λιταῖς σου, πνευματοφόρε κἀμῖν τοῖς τιμῶσί σε.

Θεράπευσον πάθη τὰ χαλεπά, καὶ τῷ Ἀναστάντι, ἐκ τοῦ Τάφου λαμπροφανῶς, δεήθητι θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας σοφὲ Ἀμφιλόχιε.

Θεοτοκίον.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχαῖς καὶ καρδίαις, Θεονύμφευτε Μαριάμ, καθαίρουσα πάντων μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ πικρῶν ἀλγηδόνων, καὶ συμφορῶν ἅπαντας, λύτρωσαι ἡμᾶς πρὸς Σωτῆρα, ἀεὶ δεόμενος, τῶν πειρασμῶν δ’ ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, πάτερ Ἀμφιλόχιε, τοὺς σὲ γεραίροντας.

Οἰδημάτων τὰ ἄλγη, ἡμῶν πληγῶν τραύματα, ἴασαι σοφὲ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἣν εἴληφας ἐκ Θεοῦ, ἀσκητικοῖς σου ἀγῶσι, καὶ σκληροῖς παλαίσμασι, τόποις τοῦ Κύνωπος.

Νοσημάτων καὶ ὄγκων, τοὺς ἀσθενεῖς τάχιστα, ῥῦσαι Ἀμφιλόχιε θεῖε, ἐπιστασίᾳ σου· σὺ γὰρ ὑπόδουλον, λαὸν Ἑλλάδος ἐκ πείνης, καὶ δεινῆς κακώσεως, πίστει διέσωσας.

Θεοτοκίον.
Εὐλογία σὺ πέλεις, τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς τῇ Μορφῇ σου, ἐν Ναοῖς προστρέχουσι, ταύτῃ ἀσπάσασθαι.

Διάσωσον, ὦ Ἀμφιλόχιε πάτερ, τοὺς ἀνυμνοῦντας θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς Κύριον, πτωχῶν ἀρωγόν, νοσούντων τὸν θεράποντα, θησαυρὸν κεκτήμεθα, πάντες θείας χάριτος κράζοντες· πρόφθασον ἡμᾶς ῥῦσαι ἐκ δεινῶν, καὶ πάσης βλάβης, τῆς Πάτμου καύχημα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὦ σεπτὲ Ἀμφιλόχιε, ἡμᾶς ἐπηρείας ἐχθροῦ ἐκλύτρωσαι, καὶ λαμπρῷ φωτὶ καταύγασον, τὰς καρδίας τῶν ἀεὶ ὑμνούντων σε.

Δαιμονῶντας θεράπευσον, τοῦ νοὸς τὸν ζόφον σοφὲ διάλυσον, καὶ Χριστὸν καρδίαις μόρφωσον, ὁ εὐεργετήσας πλήθη ἄμετρα.

Ἡ Χριστοῦ χάρις ηὔγασε, σὲ Πάτερ θεοῤῥῆμον καὶ διδάσκαλε, τὸν πυρσεύσαντα τοῖς ῥήμασι, δῆμον ἐμπερίστατον τοῖς πάθεσιν.

Θεοτοκίον.
Ὦ ἁγνὴ  Μητροπάρθενε, πάντων Ὀρθοδόξων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους σε, ἐξ ὀδύνης νόσων ἐλευθέρωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόμου τηρητάς, Θεοῦ δεῖξον πάντας Ὅσιε, ὁ ἀρετῶν τὰς ὑψώσεις ἀναβάς, ὅπως εἰς δόξαν, Χριστοῦ τὴν λαμπρὰν ἀνέλθωμεν.

Ἄκουσον ἡμῶν, τὰς αἰτήσεις Πάτερ ἔνδοξε, καὶ παῦσον τὰ σκιρτήματα τῆς σαρκός, καρδίας πόθον, ἑκάστου πληρῶν σωτήριον.

Μείνας ἐγκρατής, ταπεινὸς καὶ ἀνεξίκακος, ἐν ἀγωνίσμασί σου Πάτερ σκληροῖς, εἵλκυσας χάριν, Θεοῦ ἣν ἡμῖν νῦν δώρησαι.

Θεοτοκίον.
Ῥᾶνον δωρεάς, ἐφ’ ἡμᾶς σεμνὴ Μητρόθεε, τοὺς σὴν εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσιν, ἡ χορηγοῦσα, γαλήνην ψυχῆς σαῖς χάρισι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φιλόυλον, καὶ φιλαμαρτήμονα, μή μοι δὸς τὸν βίον Σῶτερ ἀνύειν, ἀλλ’ ἐν ἀγάπῃ τελείᾳ τὰ ἔργα, ἐπιτελεῖν μετανοίας τοῖς δάκρυσιν, ὡς ὁ τῆς Πάτμου Ἱερεύς, ὅπως εὕρω λιταῖς αὐτοῦ ἔλεος.

Ἱκέτευε, Ἰησοῦν θεόσοφε, Λυτρωτὴν ἡμῶν Θεὸν καὶ Σωτῆρα, ὅπως ψυχαῖς τὴν εἰρήνην βραβεύσει, ὑπομονὴν ἐν δεινοῖς περιστάσεσι, καὶ τόξων δῷ μεταβολήν, ἰοβόλων δαιμόνων ἰσχύι του.

Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, ἀσθενειῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς εἰκόνος σου ἡ θέα Παρθένε, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, πάσαις δ’ αἰσθήσεσι χαράν, ὁ Υἱός σου δωρεῖται αἰώνιον.

Διάσωσον, ὦ Ἀμφιλόχιε πάτερ, τοὺς ἀνυμνοῦντας, θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ πέλεις τῶν πτωχῶν Ἀμφιλόχιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Εὔσπλαγχνον, σὺ τὴν Πάτμον σὺν τοῦ Αἰγαίου ταῖς νήσοις φρουρεῖς· διὸ πρόφθασον θεῖε Ποιμήν, εἰς τὴν βοήθειαν ἡμῶν, ἐκ ψυχῆς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι δαιμονοπλήκτους, πιστοὺς συντήρει ἀβλαβεῖς, τὴν δ’ Ἑλλάδα σκέπε ἅπασαν.

Προκείμενον.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στίχος.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ οὖν ἀποῤῥίψεις με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα Ἀμφιλόχιε, ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, ἀγῶνας πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ μεγαλύνω τοῖς ᾄσμασι, μνήμην σου τὴν πάμφωτον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀφρὺν τοῦ παγκακίστου τῶν αἱρέσων θράση, καὶ τῶν βαρβάρων ἰσχύν, κατάβαλε ταχέως, σεπτὲ τῆς Πάτμου γόνε, ἵνα χαίροντες μέλπωμεν, τὸν σὲ δοξάσαντα νῦν, Θεὸν εἰς τοὺς αἰῶνας.

Χρυσὸν ὡς ἐν καμίνῳ δεδοκίμακε, Πάτερ Χριστὸς ἐν θλίψει πολλῇ, ἀλλ’ ὧ σῆς καρτερίας, μανίας πολεμίων, καὶ σατᾶν ὑπερίσχυσας· διὸ ἡμᾶς ἐξελοῦ, τῆς τούτων κακουργίας.

Ἱκέσιον πρεσβείαν ἱερώτατε, δίδου ὑπὲρ ἡμῶν τῷ Χριστῷ, τῶν μνήμην σου τιμώντων, καὶ ἐν ᾠδαῖς ᾀδόντων, Ἀμφιλόχιε ἄθλους σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἱλασμὸς πρὸς Δεσπότην, ὃν ἐκύησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ ἐκ γαστρός σου τεχθείς, Θεὸς προσκυνητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ πιστὲ ἐργάτα, Χριστοῦ τοῦ ἀμπελῶνος.

Δὸς σὴν πρεσβείαν, πρὸς τὸν Δεσπότην τρισμάκαρ, ἵν’ ἡμῖν δωρήσηται τὰ κρείττω, ἐξ ἐχθρῶν ὀδόντων, ψυχὰς δούλων δ’ ἁρπάσῃ.

Ἔσο προστάτης, Πάτερ λαὸν περισκέπων, ἐκ φθορᾶς θανάτου ὀψονίων, ταῖς θερμαῖς εὐχαῖς σου, πεπαῤῥησιασμένε.

Θεοτοκίον.
Ὄλισθον πάντα, νοὸς ψυχῆς Θεοτόκε, εὐθυγράμμισον χάρισι θείαις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χριστὲ Ἀμφιλοχίου, πρόσδεξαι δεήσεις, καὶ τὴν ὀφλὴν ἐγκλημάτων τοῖς πταίσασαι, δὸς καταξιῶν ἡμᾶς δόξης τῆς Βασιλείας σου.

Ὀρδὰς τῶν ἀλλοδόξων, σκόρπισον θεόφρον, ἡμᾶς τὰς ἐπαπειλούσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων τῶν ἀνυμνούντων σε.

Ὑπάρχεις τῶν Πατμίων, καύχημα καὶ κλέος, τῶν Χριστωνύμων ὀχύρωμα τὸ ἀσφαλές· ὅθεν ἀεὶ ἡμῶν ἴσθι προστάτης Ὅσιε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις εὐσεβείας φάρος λαμπρός, ὁ κρουνὸς χαρίτων, τῶν Πατμίων ὁ ὁδηγός, πίστεως ὁ στῦλος, τροφὴ τῶν πενομένων, φωστὴρ τῆς Ἐκκλησίας, ὦ Ἀμφιλόχιε.

Ποίησον τρισμάκαρ σαῖς προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, καὶ ἐντολῶν Ὑψίστου, τηρεῖν προστάγματα.

Δὸς ἡμῖν τὰ κρείττω ταῖς σαῖς λιταῖς, πανένδοξε πάτερ Ἀμφιλόχιε ἱερέ, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ καὶ πίστιν, βίου διόρθωσιν.

Ποίει ποίμνην νήσου σου ἱερᾶς, σαῖς πρεσβείαις Πάτερ, εἶναι ἄμπελον τοῦ Χριστοῦ· ἵν’ ἀεὶ γεραίρει, τὰ ἆθλά σου καὶ μνήμην, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Τοὺς ἀνευφημοῦντάς σε ἀσκητά, μέλεσι καὶ ὕμνοις, χαῖρε λέγοντας Ἱερεῦ, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ ἀνάγκης, πυρὸς καὶ θλίψεων.

Σκόρπισον φρυάγματα τῶν ἐθνῶν, παῦσον τοὺς πολέμους, καὶ αἱρέσεων τὴν ὀρφύν, κόπασον ὦ Πάτερ, τῇ σῇ ἐπιστασίᾳ, φρουρῶν πιστοὺς ἀγραύλως, ὥσπερ τὴν ποίμνην σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, πάτερ Ἀμφιλόχιε, Χριστοῦ σεπτὲ ἱερεῦ, ἐμπλουτίζεις χαρίτων δέ, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σῶζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή

Παρακλητικός Κανών εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω

Ποίημα Ιωάννου Γ. Παναγοπούλου

†Εορτάζεται 16 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάριαν·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Θεοφόρῷ καὶ σεπτῷ μυστολέκτη, κεκοσμημένον ἀρεταῖς Παρακλήτου, Ἀμφιλοχίῳ σπεύσωμεν τῆς Πάτμου βλαστῷ, χρώμενοι τῆς παρακλήσεως ἡδυμόλποις ᾠδαῖς πιστοί, ἵνα ὡς ἀγχίθεος ἀλήκτως ἱκετεύῃ, ὑπὲρ βοώντων πίστει ἀκλινεῖ, πάτερ, δυσώπει Θεῷ ὑπὲρ τέκνων σου.

Δόξα.
Ὅμοιον.
Ὡς τοῦ ἀσώτου ὁ Πατὴρ τὰς ἀγκάλας, ὁ Ἀμφιλόχιος διήνυγε πάλαι, χειρῶν ἐκστάσεις δέξασθαι πιστοὺς πατρικῶς· σήμερον ἀναπαυόμενος ἐν Ἐδὲμ ἐφορᾷ ἡμᾶς, νέμων καὶ δωρήματα τοῖς πόθῳ ἐκβοῶσιν· ταῖς σαῖς εὐχαῖς ἱλέωσαι Χριστῷ, ὅπως ῥυσθῶμεν κινδύνων καὶ θλίψεως.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀμφιλόχιε πατρικῇ ἀρωγῇ βοήθει μοι. Ἰω(άννου)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀλάστορος βέλεσι αἰκισθείς, πρὸς τὴν ἀκεσφόρον, μεσιτείαν σου προσφυγών, πάτερ Ἀμφιλόχιε κραυγάζω· τῇ πατρικῇ ἀρωγῇ σου, βοήθει μοι.

Μερόπων τὸ γένος κατακοσμεῖς, Πάτερ ἐπιδείξας, οὐρανίαν διαγωγήν, διὸ μετ’ Ἀγγέλων νῦν χορεύεις, ἐν τῇ Ἐδὲμ αὐλιζόμενος Ὅσιε.

Φερέσβιον λόγων ἀκροασθείς, ὑπὸ μονότροπων, τὴν ἰσαγγέλων βιοτήν, προέκρινας πάλαι ἧς ἐδείχθης, ὁ ἀκριβεῖς καὶ ἐχέφρων διδάσκαλος.

Θεοτοκίον.
Ἰγνύας μου κάμπτω πρὸ τοῦ σεπτοῦ, καὶ θαυματοβρύτου ἀντιτίμου τῆς σῆς μορφῆς ἐν τῇ σεβασμίᾳ νήσῳ Πάτμῳ, τὴν σὴν πρεσβείαν αἰτῶν Διασῴζουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυπηρῶν ἡ σφοδρότης ὡς σιδηρὰ μέγγενη, σθένος τῆς ψυχῆς μου συνθλίβει, ὅθεν προσέδραμον, ὅπως με λύσῃς ταχύ, τῆς ἐνεστώσης ἀνάγκης, ταῖς εὐχαῖς σου Ὅσιε πρὸς τὸν φιλάνθρωπον.

Ὀλετὴρ ἁμαρτίας πυριφλεγῶς πάντοθεν, πᾶσαν ἀρετὴν καταφλέγη, ἐκ τῶν ψυχῶν ἡμῶν, ἀλλὰ ῥοαῖς τῶν εὐχῶν, Ἀμφιλοχίου Χριστέ μου, ταχινῶς ἀπόσβεσον πῦρ τὸν ψυχόλεθρον.

Χειμαζόμενος ὅλος ὑπὸ δεινῶν Ὅσιε, τῇ σῇ ἀντιλήψῃ προστρέχω, κράζων· βοήθη μοι, ὡς ταλαίφρον γυνὴ ἐξ Ἰκαρίας ἣν πάλαι, θαυμαστῶς διέσωσας ἐξ ἀπογνώσεως.

Θεοτοκίον.
Ἰοβόλα με κέντρα τοῦ δυσμενοῦς, Δέσποινα, ὑπὸ λογισμῶν ἁμαρτίας, κατατιτρώσκουσι, ὅθεν ἀσπίδι τῇ σῇ, πασθενουργοῦ σου πρεσβείας, σὸν ἱκέτην σκέπασον, ὡς Διασῴζουσα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως ψυχοφθόρου, τοὺς σὲ καλοῦντας εἰς ἀρωγήν, σεπτὲ Ἀμφιλόχιε, καὶ σπεύδοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς γέρων κληθεὶς τῆς Πάτμου Ἀμφιλόχιε, φυλάττεις αὐτὴν ἐξόχως σαῖς ἐντεύξεσι, καὶ Μονὴν ἣν ἔδειμας ἐποπτεύεις, ἄνωθεν πάντοτε, ἀλλ’ ὡς ἁγίοις δεῖ τὴν πᾶσαν γῆν, σκεπάζεις πρὸς Κύριον πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐλογίαν θεόσδοτον, τῆς προσερχομένοις σοι μετὰ πίστεως, διανέμεις ἱερώτατε, ὅτι τοῦ δικαίου σθένει δέησις.

Πατρικῶς ἐπισκόπησον, τὴν Μονὴ ἣν ἔκτισας Ἀμφιλόχιε, τὴν κατέχουσαν τὸν τάφον σου, καὶ τὸ λείψανόν σου ὡς θησαύρισμα.

Ἀλγημάτων τὸ ἔμπονον μάκαρ Ἀμφιλόχιε διαλύεται, τῇ προσψαύσει τῶν ὀστέων σου, καὶ τῇ ἐπικλήσει μεσιτείας σου.

Θεοτοκίον.
Τὴν εἰκόνα τὴν πάνσεπτον νῆσος Πάτμος ἔχουσα φῶς παλλάδιον, ἐγκαυχᾶται Διασῴζουσα, ὅτι σκέπης ταύτην ὥσπερ σώτειρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσιν σαῖς εὐχαῖς, νῦν χαρίζεις πάτερ Ὅσιε, τοῖς τριχομένοις νόσοις φθοροποιοῖς ἐπιβραβεύων τοὺς πίστει πολλῇ φωνοῦντάς σε.

Ἵλεων Θεόν, ταῖς εὐχαῖς σου νῦν ἀπέργασαι, τοὺς παρεδρεύων θρόνῳ τοῦ Παντουργοῦ, καὶ ἱκετεύων, ἀλήκτως ὑπὲρ τῶν τέκνων σου.

Κῆδος ὀρφανῶν, καὶ τροφεῦς πενήτων γέγονας, τοὺς σοὶ προσερχομένους εὐεργετῶν, διὸ παράσχου, ὡς πότε ἡμῖν τὰ κρείττονα.

Θεοτοκίον.
Ηὔγασεν τὸ φῶς, ἐν τοῖς ὄμμασι ἱκέτου σου, τοῦ προσκυνήσαντός σου πανευλαβῶς, Διασῳζούσης εἰκόνα ἐν Πάτμῳ Ἄχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Ἀδῄωτον, διατήρει πάντοτε, τῆς Μητρὸς ἠγαπημένου σεμνεῖον, τὸ εὐσταθὲς πυργωθὲν τῇ εὐχῇ σου, καὶ μοναστρίας ἐν τούτῳ περίσῳζε, πρεσβείαις σου ταῖς πατρικαῖς πρὸς Θεὸν ἱερὲ Ἀμφιλόχιε.

Ῥωννύμενος, ταῖς λιταῖς σου Ὅσιε, ἐν πελάγει βιοτῆς θαλαττεύω, καὶ τῶν δεινῶν οὐ πτοοῦμαι τὸν σάλον, ὅτι καλῶ σε τὸν ἔμπειρον μέδοντα, ὁρμίσαι με εἰς γαληνόν, καὶ ἀχείμαστον κόλπον πρεσβείαις σου.

Ὡς ἄριστον, βιοτῆς σου πρότυπον, θεολόγον μαθητὴν Πάτερ ἔσχες, οὗ τὴν Μονὴν ἐποπτεύεις ἐν Πάτμῳ, ἣν διὰ βίου καλῶς διηκόνησας, καὶ σκέπεις ταύτην ἐσαεὶ ταῖς λιταῖς σου κλεινὲ Ἀμφιλόχιε.

Θεοτοκίον.
Γλυκύδωρος, ποταμὸς θαυμάτων σου, Διασῴζουσα τὴν Πάτμον ἀρδεύει, καὶ τὸν αὐχμὸν ἀθεΐας ἐλαύνει, ἐκ τῶν ψυχῶν ἐπομβρίᾳ τῆς χάριτος, ὡς σώτειρα καὶ ἀρωγός, τῆς νομῆς Ὀρθοδόξων ὑπάρχουσα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως ψυχοφθόρου, τοὺς σὲ καλοῦντας εἰς ἀρωγήν, σεπτὲ Ἀμφιλόχιε, καὶ σπεύδοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀγαπήσεως πρὸς τὸν Θεὸν πλήρης γέγονας, ἀγαπήσας ὡς ἠγαπημένος τὸν φάσκοντα, δαιτυμόναις· ὁ ἀγαπῶν με τοὺς λόγους μου τηρεῖ, διὸ πάσας τὰς ἐντολάς, μεθ’ ὧν ἀγάπην τῶν ἐγγύς, κατὰ πρῶτον ἐφύλαξας· ὅθεν διττῆς ἀγάπης, ἀξίωσον σαῖς πρεσβείαις, τοὺς σὲ τιμῶντας ἐν ᾠδαῖς, θεοφάντορ Ἀμφιλόχιε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καί τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν μέριμναν, ἐπὶ Θεὸν ἐπιῤῥίψας, ἐκ παιδὸς ἐβάδισας, τὴν τραχεῖαν κέλευθον ὁσιότητος, καὶ ζυγὸν Ὅσιε, τὸν χριστὸν σὺ αἴρων, τοῦ Κυρίου τὴν πραότητα καὶ τὴν ταπείνωσιν, εὐαγγελικῶς μάκαρ ἔμαθες, διὸ καὶ τὰ χαρίσματα, τὰ ἐμπιστευθέντα ἐπαυξήσας· ὧν καὶ τὴν δικαίαν, ἀντίδοσιν τανῦν ἀπολαβὼν, ὑπὲρ ἡμῶν Ἀμφιλόχιε, ἀλήκτως ἱκέτευε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδυπάθειαν πᾶσαν, ἀπωσάμενος πόῤῥω τῶν μονοτρόπων ὁδόν, προέκρινας βαδίζειν, διὸ κατ’ ἐμπειρίαν, σὺ ἐγένου διδάσκαλος· τῶν μοναζόντων σοφός, ὧν τάγμα περιφρούρει.

Βέλη ἔμπυρα θραύεις, καθ’ ἡμῶν κινηθέντα ἐκ τοῦ βελίαρ σφοδρῶς, καὶ παύεις Θεοφόρε, ὁρμὴν τοῦ ἀρχεκάκου, τῇ δύναμει ἣν ἔλαβες, ὡς εὐλαβὴς ἱερεύς, καὶ μύστης τῆς Τριάδος.

Ὀλβιόδωρε Πάτερ, διανέμεις ἑκάστῳ κατὰ τὴν χρείαν αὐτοῦ, τῶν πόθῳ προσιόντων, παντίμῳ σου λειψάνῳ, Ἀμφιλόχιε ὅσιε, ὅθεν χρειώδη κἀμοί, χορήγησον ἐν τάχει.

Θεοτοκίον.
Ἡρετήσω θεόθεν, ὡς μητέρα γεννῆσαι τὸν Λυτρωτὴ τοῦ παντός, καὶ οὕτως κόσμον ὅλον, διέσωσες κληθεῖσα, προσφυῶς Διασῴζουσα, ὅπως εἰκών σου σεπτή, τὴν κλῆσιν ταύτην φέρει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θέμεθλον ἔχει, ὁ παρθενὼν ἐν τῇ Πάτμῳ, τὴν ῥοὴν τῶν ἱδρώτων σου Μάκαρ, ὅθεν ἐγκαυχᾶται, τῇ πατρικῇ σου σκέπῃ.

Ἔχοντες ἄνω, σὲ πρεσβευτὴν καὶ τῆς κάτω, ἀναγκῶν Ἀμφιλόχιε ῥύστιν, ἅπαντες θαῤῥοῦμεν, πορεύεσθαι τὸν βίον.

Ἴασαι Πάτερ, κακοχουμένους ἐν νόσοις, νεολαίαν δὲ φρούρει εὐχαῖς σου, καὶ ἀπηλπισμένοις, ἐλπίδα νῦν παράσχου.

Θεοτοκίον.
Μάταιον βίον, διακενῆς νῦν ὁδεύων, εἰς ἀπώλειαν μᾶλλον ἐκβαίνω, ὅμως φερώνυμως, διάσωσόν με Κόρη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἰκείωσον τοῖς ὕμνοις, μεγαλύνοντάς σε, ὦ Ἀμφιλόχιε μάκαρ Χριστῷ τῷ Θεῷ, ὃν διὰ βίου Ὁσίου σὺ ἐμεγάλυνας.

Ἰσάγγελος σου βίος, σφοδρῶς κατανύσσει, καὶ ἡ πλυθὺς καταπλήττει τῶν σῶν ἀρετῶν, μεθ’ ὧν ψυχὰς ὑμνητῶν σου, κόσμισον Ὅσιε.

Ἱκέσιον ἐπάδει, Μάνδρα σεβασμία, σοι Ἀμφιλόχιε μάκαρ φυλάσσειν αὐτήν, ὡς συμπαθέστατος πάτρων κτίτωρ καὶ πρόμαχος.

Θεοτοκίον.
ᾨδὰς ἱκετηρίους, τῷ Ἀμφιλοχίῳ, τῷ ὑπηρέτῃ σου μέλψας σὺν τούτου λιταῖς, σὺν προστασίαν αἰτοῦμαι, ὦ Διασῴζουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστοιχὶς «Χαῖρε Πάτμος Ἰω.»
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ τὸν ἱερέων ἐγκαλλώπισμα τὸν τερπνόν, χαίροις σε τιμώντων προστάτης καὶ ἀκέστωρ, Πατμίων θεῖον κλέος ὦ Ἀμφιλόχιε.

Αἴνεσιν προσφέρειν χρεωστικῶς, τῷ οἰκίῳ τέκνῳ ἡ γενέθλιος Πάτμου γῆ, καὶ Δωδεκανήσου πλειὰς χαῖρε βοᾷ σοι· νομῆς τῶν Ὀρθόδοξων ἄριστε πρόμαχε.

Ἴχνεσι Πατέρων ἀκολουθῶν, καὶ τοῦ Θεολόγου, ἐκμιμούμενος βιοτήν, ἀναδείχθης Πάτερ τὸ εὖχος Ὀρθοδόξων, διὸ ἐν ὑμνωδίαις σε μακαρίζομεν.

Ῥοαῖς σῶν δακρύων τὴν ἱεράν, ἔδειμας Μονή σου, ἣν φυλάττεις διηνεκῶς, ἀπὸ τὸν κινδύνων στενώσεως καὶ βλάβης, ὡς ἔφορος καὶ πάτρων ὁ προσφιλέστατος.

Ἔστρεψας τὸ ὄμμα πρὸς οὐρανὸν, ποθήσας ὡς Παύλος, πόλιν μέλλουσα ἣν οἰκεῖς, ἐξ ἧς φερωνύμως τὰ ὄμματά σου στρέψον, πρὸς τέκνα σου καλοῦντά σε εἰς ἀντίληψιν.

Πρέσβευε ἀλήκτως ὑπὲρ Μονῆς, πάτερ Θεολόγου, ἣν ἠγάπησας ἐκ παιδός, σὺν τῷ Ἰωάννῃ ὁμοῦ τῷ Χριστοδούλῳ, ἀλώβήτον τηρῆσαι ἐξ ἐπιθέσεων.

Ἀρεταῖς ποικίλαις τὴν σὴν ψυχήν, ἐκόσμησεν πάλαι, ὁ ἁπάντων Δημιουργός, ἅσπερ ἐπαυξήσας, τὸ εὖ δοῦλε ἀκούεις, τὴν θύραν Παραδείσου εἰσπορευόμενος.

Τιμαλφῶς ἐπροίκησας σὴν Μονήν, ἀειζώοις λόγοις, καὶ ἱδρώτων σου προχοῇ, τάφῳ σου παντίμῳ, σορῷ τῶν σῶν λειψάνων, εὐχαῖς σου δὲ αἰσίαις ὦ Ἀμφιλόχιε.

Μέλπομεν τοὺς κόπους σου ἐν ᾠδαῖς, ὅτι ἡμιλλήθης ἀσωμάτων ταῖς στρατιαῖς, μεθ’ ὧν συγχορεύεις δοξάζων ἀενάως, Χριστὸν ὃν ἐκδυσώπει ὑπὲρ τῶν τέκνων σου.

Ὅρμος Ἀμφιλόχιε γαληνός, τὸν θαλαττευόντων ἐν πελάγει τῆς βιοτῆς, γέγονας τὸ πάλαι ἀλλὰ καὶ νῦν λιταῖς σου, πρὸς εὔδιον λιμένα πάντας καθέλκυσον.

Σέβοντες τὴν θήκην τῶν σῶν ὀστῶν, δεχόμεθα χάριν, ἐνοικοῦσαν τῇ σῇ σορῷ, ὅτι τοῖς λειψάνοις Ἁγίων εὐλογία, φοιτᾷ ἀδιαλείπτως πάντας εὐφραίνουσα.

Ἰάσιν πηγάζεις σωματικήν, καὶ εἰρήνην Πάτερ, διανέμεις πνευματικήν, ὡς Χριστοῦ λευΐτης λιταῖς σου θεοδέκτοις, ἐγγίζουσι παντίμῳ σκήνει σου Ὅσιε.

Ὥσπερ ζῶν πρυτάνευε τοῦ χοροῦ, τοῦ ὁσιολέκτου, τῶν ἐνθάδε μοναστριῶν, καὶ τὸν παρθενῶνα ὃν ἔκτισας χερσί σου, συντήρησον ἐκ βλάβης Πάτερ ἀπρόσβλητον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Πατμίων τὸ κλέος Ἐκκλησίας ἀγλάισμα, καὶ τὸν μονοτρόπων ἀλείπτην, τὸν σεπτὸν Ἀμφιλόχιον, τιμήσωμεν σύμφωνως οἱ πιστοί, τὸν κήρυκα ἀγάπης τῆς διττῆς, πρὸς Θεόν τε καὶ πλησίον ὡς μιμητήν, τοῦ Θεολόγου κράζοντες· χαίροις ὁ φερωνύμως οὐρανῷ, στρέψας ψυχῆς τὰ ὄμματα, χαίροις ὁ ἐπιβλέπων καὶ ἡμᾶς θείαις πρεσβείαις σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θάλπος ἐπεδείξω πατρικὸν τῆς ἀπολαβεῖν προσιοῦσι κατὰ τὴν χρείαν αὐτῶν, εἷς ψυχῆς εἰρήνευσιν, εὐχὴν δὲ ἕταιρος, ὀρφανὸς μὲν τὸ εὔστοργον, τροφὴν δὲ ὁ πένης, σθένος ὁ ἀνίσχυρος, πίστιν ὁ ἄπελπις· ὅθεν ἀπολαύσαι χαρίτων ἔσπευσας σοὶ κράζων ἐκ πόθου, πάτερ Ἀμφιλόχιε, βοήθει μοι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
ᾨδήν, Ἀμφιλόχιε, ἱκετηρίαν
Ἰωάννης βοῶν σοι· βοήθει μοι, φέρει.