Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο πατέρα ημών χατζή Ανανία Μπαρμπεράκη, μοναχό και προσκυνητή, κτήτορα και ιδρυτή της Ιερᾶς και Σεβασμίας Μονής Παναγίας Εξακουστής Μαλλών Ιεράπετρας
Ποίημα Αρχιμανδρίτου Ιωαννικίου Ανδρουλάκη
†Εορτάζεται στις 22 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς εἰληφὼς παρὰ Θεοῦ τὰς δυνάμεις, τοῦ θεραπεύειν τὰς δεινὰς ἀσθενείας, τῶν προσιόντων εὐλαβῶς σοῖς λειψάνοις· ἴασαι δεόμεθα τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πικραῖς ἀλγηδόσι, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις, Ἀνανία ὅσιε.
Δόξα.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μαλλῶν τε γόνος καὶ μοναστῶν τὸ καύχημα, τὸν Παράδεισον ἐκ τρίτου προσκυνῆσαι τὸ Πνεῦμά σου· πηγὴ ἰαμάτων ἀνεδείχθη ὁ βίος σου, θεοφόρε Πατὴρ ἡμῶν Ἀνανία· νηστεία, ἀγρυπνία, προσευχὴ οὐράνια χαρίσματα λαβῶν· τὴν ψυχήν σου εἰς οὐρανοὺς συνώδευσεν ὁ ἀναστὰς ἡμῶν Κύριος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν τοῦ Ὁσίου μετὰ τοῦ στίχου·
Ὅσιε του Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐκ βρέφους θηλάσας τὴν ἀρετήν, ἐγκρατείας πόνοις, καὶ ἱδρῶσιν ἀσκητικοῖς, εἰς πνευματοφόρον ἀνεδείχθης, καὶ τὰ ἐγγὺς καὶ τὰ πόῤῥω προέλεγες.
Ἐκ βρέφους ἀνέθηκας σεαυτὸν, τῷ πάντων Δεσπότῃ, καὶ νεκρώσας τὰς ἡδονάς, ζῶσα Τούτῳ γέγονας θυσία, σεαυτὸν ἀναιμάκτως θύων, μακάριε.
Tὸν νοῦν σου ἀνέτεινας ἐκ παιδός, ἐν ὅλῃ καρδίᾳ, πρὸς τὸν Ὕψιστον ἀγαθέ, οὗ πόθῳ τρωθείς, ὦ Ἀνανία, ἀγγελικῶς ἐν τῷ κόσμῳ διέλαμψας.
Θεοτοκίον.
Λυχνία ὡράθης χρυσοφαής, τεκοῦσα Σωτῆρα, τὸ ἀπαύγασμα τοῦ Πατρός, ὅθεν τῶν παθῶν μου τὴν ὁμίχλην, εὐχαῖς τοῦ Ἀνανίου, Παρθένε, διάλυσον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἅπαντα τὸν βίον σου, τοῖς δεομένοις διένειμας, Ἀνανία ὅσιε, οὐράνιον πλοῦτον θησαυρίζων, μακάριε.
Νάματα ὡς ἰάματα, τὰ σεπτά σου λείψανα ἀναβλύζουσι, τοὺς πιστοὺς δὲ κατακλύζουσι, πάτερ Ἀνανία θεόπνευστε.
Ῥείθροις τῶν δακρύων σου καταρδευθεὶς τὴν διάνοιαν, πλουσίως ἤνεγκας, εὐκαρπίαν οὐράνιον, Ἀνανία πανάριστε.
Θεοτοκίον.
Ἔτεκες Πανάμωμε, δίχα φθορᾶς μετὰ σώματος τὸν Ποιητὴν τοῦ παντός, ἐκ φθορᾶς τῆς πάλαι τὸν Ἀδὰμ ἐκλυτρούμενον.
Διάσωσον, ἐκ πάσης θλίψεως καὶ βλάβης, τοὺς εἰς σὲ καταφεύγοντας ἐν πίστει, Ἀνανία θεόσοφε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Tῶν ἰαμάτων κρουνὸς ἀνεξάντλητος, τῶν πιστῶν ἱκετῶν σου προστάτης θερμότατος, Ἀνανία ἔνδοξε, μακάριε, ἐκ πολυτρόπων κινδύνων ἀπάλλαξον, τοὺς πόθῳ τιμῶντας τὴν θείαν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τόν ἰσάγγελον βίον σου, ὁ Χριστὸς ηὐλόγησε, Ἀνανία πάτερ ὅσιε, θείαν χάριν σοι παρέσχετο, ἐνεργεῖν ἐν πᾶσι τοῖς πιστοῖς τὰ ἰάματα.
Στύλος ὄντως ὁλόφωτος καὶ πνευματοφόρος ἀνὴρ γεγέννησαι, Ἀνανία ὁσιώτατε, καὶ Ἀγγέλων τάξει συναρίθμησαι.
Ἀπενέκρωσας φρόνημα τῆς σαρκός σου ὁσίοις παλαίσμασι, τὴν ψυχήν σου ἐλάμπρυνας ἀρεταῖς, Ἀνανία πάτερ ὅσιε.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὸν καύσωνα καὶ τοῦ σώματος, ταῖς τοῦ θείου Ἀνανίου εὐχαῖς μοι θεράπευσον, ὡς φιλάγαθος Παρθενομῆτορ πάναγνε, τῶν πταισμάτων μου δώρησαι ἄφεσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσας τὸν νοῦν πρὸς Κύριον, Ἀνανία πάνσοφε, ὡς ξένος καὶ πάροικος τὸν ἐπὶ γῆς βίον σου, θεαρέστως πεπολίτευσαι.
Ἔτι ζῶν, πλείστας ἰάσεις τοῖς πιστοῖς ἀφθόνως ἐχορήγεις· καὶ πρὸς Θεὸν μετελθὸν τὸ πνεῦμά σου, εὐλαβῶς τρὶς προσκυνῆσαι Παράδεισον.
Ἐσκόρπισας ἐν ἐλέει, τοῖς δεομένοις τὸν βίον σου· σὺ δ’ ἀντ’ ἐκείνου, οὐράνιον πλοῦτον ἀπείληφας.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν κατάπτωσιν, καὶ τὸν σάλον τῶν πολλῶν μου λογισμῶν, εἰς γαλήνην καὶ ἀνάπαυσιν μετάβαλε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μεγάλους εἰς ἀρετὴν Ὁσίους, Πάτερ, ἐζήλωσας, καὶ τούτοις πνευματικῶς κατ’ ἴχνος ἑπόμενος, ἐγκράτειαν ἤσκησας, καὶ ἐγένου πᾶσιν ἀσκουμένοις ἰσοστάσιος.
Δυνάμεις θείας τελῶν, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· ἀνθρώποις τε καὶ κτήνεσιν ἴασαι νοσήματα, καὶ παρέχεις τοῖς δεομένοις, ὧν σοι αἰτοῦσιν τὴν ἴασιν.
Ἐκ βρέφους τῆς ἀρετῆς ἐργάτης ὤφθης θερμότατος, ὦ Ἀνανία σοφέ· διὸ τῶν χαρίτων σε αὐτὴ ἐστεφάνωσε, λαμπρῷ στεφάνῳ, ὡς Θεοῦ ἄξιόν σε ἀνέδειξεν.
Θεοτοκίον.
Ῥερυπωμένην ζωὴν ἀφρόνως πολιτευσάμενος, εἰς βάθος θλίψεων νῦν ὁ τάλας κατήντησα· ἀλλὰ σὺ Θεόνυμφε, καθοδήγησόν με, πρὸς λιμένα τὸν σωτήριον.
Διάσωσον, ἐκ πάσης θλίψεως καὶ βλάβης, τοὺς ἐν πίστει εἰς σὲ καταφεύγοντας ἐν πίστει, Ἀνανία θεόσοφε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Τὴν νύκτα τῶν παθῶν ἐκφυγὼν θεοφόρε, προσῆλθες νοητῶς τῷ Ἡλίῳ τῆς δόξης· ἀσκήσει ἐνέκρωσας τῆς σαρκὸς τὰ σκιρτήματα, ὅθεν γέγονας ὑπογραμμὸς μοναζόντων καὶ διόρθωσις τῶν πιστοτάτων ἐν βίῳ, διὸ ἀνυμνοῦμέν σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ´. 17-23.)
Tῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν καὶ οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμούς αὐτοῦ ἔλεγε· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοι ἔστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδού γὰρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Ἅπαντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, καὶ πρὸ τοῦ τέλους ἔφθασα ἄκαρπος ὁ δείλεος, Ὑπεράγαθε· πονηρῶν πράξεων ἐπιφέρω μόνον, φορτία δυσβάστακτα, ἅπερ Φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου· καὶ δίδου μοι κατάνυξιν καὶ ἐπιστροφὴν τὴν σωτήριον· ταῖς τοῦ Ἀνανίου πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προσάγω σοι καὶ τὴν σὲ κυήσασαν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ἔτι ζῶν τρὶς εἰς τὸ στερέωμα τοῦ οὐρανοῦ ἀνῆλθες διηγούμενος Θεοῦ ἡμῶν τὴν δόξαν· σὺν χορείαις Ἀγγέλων ἐκδυσώπει, ὅσιε Ἀνανία, ὑπὲρ ἡμῶν πρεσβεύων.
Ὅλῳ τῷ πόθῳ συνημμένος, δι’ ἀσκήσεως στεῤῥᾶς σου τῷ Δεσπότῃ· ταῖς αὐτοῦ τρυφᾷς ἐλλάμψεσιν κραυγάζων, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.
Τέλος τῶν πόνων εὗρες μάκαρ, τὴν ἀπόλαυσιν τὴν ἐν τῷ Παραδείσῳ· ἐκ στενῆς γὰρ ὁδοῦ κατήντησας εἰς πλάτος, τῆς Βασιλείας πάνσοφε, εὐλογῶν Θεὸν τῶν πάντων.
Θεοτοκίον.
Ἔτεκες Πάναγνε Μαρία, τὸν ἀχώρητον Δεσπότην τῶν ἁπάντων· ὃν ἀεὶ ὡς υἱόν, ὑπέρ ἡμῶν δυσώπει, νόσου καὶ πάσης θλίψεως ἀπαλλάξαι, Θεοτόκε.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος σορὸς τῶν σῶν λειψάνων· καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας καὶ φλεγομένους θλίψεσιν ἀτρώτους ἐνθέους ἀναψύχει.
Νόσων παντοίων καὶ κινδύνων, ἰατρὸς φανεὶς τρισμάκαρ Ἀνανία· τῆς ψυχῆς μου διὸ θεράπευσον τὴν νόσον, καὶ εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.
Ῥῦσαι, παμμάκαρ Ἀνανία, συνεχόμενόν με, βαρείᾳ ἀσθενείᾳ· καὶ δειναῖς συμφοραῖς, πάθεσι καὶ κινδύνοις, πρὸς τὸν Θεόν τὸν εὔσπλαγχνον, εὐπροσδέκτοις σου πρεσβείαις.
Θεοτοκίον.
Παραδείσου ἀνοίγονται αἱ πύλαι, καὶ φλογίνη παραχωρεῖ ῥομφαία· καὶ τῶν ἀνθρώπων γένος διασῴζεται, τοῦ Θεοῦ καὶ Λόγου, σάρκα εἰληφότος ἐξ ἀπειράνδρου Κόρης.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθείς, καὶ πιστῶς πεφραγμένος διέλυσας τὰς μηχανάς, καὶ τὰς μεθοδίας τοῦ πονηροῦ, καὶ νικητὴς γενόμενος νῦν στεφανηφόρος περιπολεῖς, σὺν ταῖς χοροστασίαις Ἀγγέλων καὶ δικαίων, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Πηγήν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστός, ὦ τρισμάκαρ, σὲ ἀνέδειξε τὸν θαυμαστόν, ῥύπους καθαρίζουσαν τῶν παθῶν καὶ νοσημάτων, ἔνδοξε πόνους κατακλύζουσαν εὐχερῶς· διὸ καὶ ποταμόν σε τῶν θείων ἰαμάτων ἀπολαμβάνομεν, μακάριε.
Ἰούδας ὁ φιλάργυρος ἐμπαθῶς Ἰουδαίοις παρέδωκε τὸν Χριστόν· οὕτω καὶ σὺ μακάριε, ἐπὶ ἐπισκόπῳ διαβληθείς, ὑπὸ συγγενοῦς σου συνασκητοῦ, μὲ πληροφορίαις αὐτοῦ ψευδῶς, πληττόμενος ἠνέσχου, παμμάκαρ Ἀνανία, καὶ θαυμαστῶς προβάλλων σὴν ἀθωότητα.
Θεοτοκίον.
Παρθένε καὶ Μήτηρ τοῦ Ποιητοῦ, μητρικῇ παῤῥησία δυσώπει τὸν σὸν Υἱόν, σῶσαι δυναστείας τυραννικῆς, τοὺς σοὺς ἱκέτας δούλους σου καὶ ἐκ συκοφαντίας τῶν πονηρῶν ἀνθρώπων καταργῆσαι, γαλήνην τε δωρῆσαι καὶ σωτηρίαν τοῖς ὑμνοῦσί σε.
Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καἰ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἰαμάτων ὁ ποταμός, ὁ χαρίτων ῥείθροις ἀποπλύνων ῥύπον παθῶν, χαίροις ὁ νοσοῦσι παρέχων τὴν ὑγίειαν, ὅσιε Ἀνανία, σκέπε τοὺς δούλους σου.
Πράξεσιν ἐμπρέπων ἀσκητικαῖς, λύχνος ἀνεδείχθης διακρίσεως φαεινός· πρὸς γὰρ θεωρίας ἔλλαμψιν ἀνυψώθης καὶ δωρεῶν ἐπλήσθης τῶν ὑπὲρ ἔννοιαν.
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, χαίροις ἀσθενούντων καὶ πασχόντων ὁ ἰατρός· χαίροις οὐρανόφρον, Ἀγγέλων συμπολίτα, ὅσιε Ἀνανία, Μαλλῶν τὸ καύχημα.
Θρόνῳ παριστάμενος τῷ φρικτῷ τοῦ Θεοῦ τῶν ὅλων ἐκδυσώπει ὑπὲρ ἡμῶν, ῥῦσαι ἡμᾶς κινδύνων καὶ πάσης ἄλλης βλάβης καὶ τῆς ἐπικειμένης ἡμῖν κολάσεως.
Χαίροις τεθλιμμένων ὁ ἀρωγός, καὶ τῶν ἀσθενούντων ὁ ταχύτατος ἰατρός, χαίροις ὁ τὰ πάθη διώκων τῶν ἀνθρώπων, ὅσιε Ἀνανία, Μαλλῶν ἀγλάισμα.
Ὤφθης ἐκ κοιλίας τῆς μητρικῆς, καθηγιασμένος ὡς ὁ ἔνδοξος Σαμουήλ· ἄξιος ἐδείχθης δι’ ἐναρέτου βίου, ὅσιε Ἀνανία, ἀξιοθαύμαστε.
Ἔχων παῤῥησίαν πρός τὸν Θεόν, Ὅσιε τρισμάκαρ, μὴ ἐλλίπῃς ἐκδυσωπῶν, ὑπέρ τῶν αἰτούντων τὴν θείαν σου πρεσβείαν, ὡς ἃν ἀπαλλαγῶμεν πάσης κακώσεως.
Ἔτι ζῶν ἀνῆλθες εἰς οὐρανούς, τρὶς κατηξιώθης τὰ ἀθέατα κατιδεῖν, Παραδείσου κάλλη Ἀγγέλων τε χορείας καὶ ἤνεγκας ἐν κόσμῳ ἄρτον οὐράνιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μαλλῶν τε γόνος καὶ μοναστῶν τὸ καύχημα, τὸν Παράδεισον ἐκ τρίτου προσκυνῆσαι τὸ Πνεῦμά σου· πηγὴ ἰαμάτων ἀνεδείχθη ὁ βίος σου, θεοφόρε πατὴρ ἡμῶν Ἀνανία· νηστεία, ἀγρυπνία, προσευχὴ οὐράνια χαρίσματα λαβῶν· τὴν ψυχήν σου εἰς οὐρανοὺς συνώδευσεν ὁ ἀναστὰς ἡμῶν Κύριος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντας ἐλεεῖς χριστιανούς, τοὺς σοὶ προσδραμόντας καὶ πίστει σὲ ἱκετεύοντας, Ἀνανία ὅσιε, ἀξιοθαύμαστε· διὸ οἴκτιρον ἅπαντας καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, εὔχου τῷ Θεῷ ὑπὲρ τῶν τέκνων σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Παράκλησιν ἱεράν, Ἀνανία παμμάκαρ, Ἰωαννίκιος ἁμαρτωλός
ταπεινῶς ᾄδει σοι ἐνθέῳ πόθῳ.