Παράκληση εις τον Όσιο Ανδρέα τον Ερημίτη του εν Καλάναις

Ποίημα Αποστόλου Παπαχρήστου

†Εορτάζεται στις 15 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν μοναστῶν τὴν καλλονὴν δεῦτε πάντες, καὶ τῶν Ἀγγέλων ἰσοστάσιον πίστει, καὶ ἐν θερμοῖς τοῖς δάκρυσιν προσπέσωμεν πιστοί, κράζοντες καὶ λέγοντες, θεοφόρε Ἀνδρέα, λύτρωσαι τοὺς δούλους σου, ἐκ κακίας δαιμόνων, καὶ ὁρατῶν ἐχθρῶν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ πέλεις πάντων ἡμῶν ἡ ἀντίληψις.

Δόξα.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι· δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀνδρέα Πάτερ ἀεὶ πάντας σῷζε. Ἀποστόλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνδρέα παμμάκαρ, τῷ βασιλεῖ, τῷ μόνῳ Ἀνάρχω καὶ αἰώνων παρεστηκώς, καὶ τούτου φωτὶ τῷ τρισηλίῳ, καταλαμπόμενος πάντας μνημόνευε.

Νοσοῦντα τοῖς πάθεσι τοῖς δεινοῖς, καὶ ζόφῳ πταισμάτων, σκοτιζόμενον τῷ φωτί, τῷ σῷ φώτισον μὲ τοῦ ὑμνῆσαι τὰ σὰ Ἀνδρέα θεόφρον θαυμάσια.

Πονούμενον πάθεσι τοῖς ψυχῆς, Ἀνδρέα παμμάκαρ, καὶ τοῦ σώματος τοῖς δεινοῖς προστρέχω τῇ σκέπῃ σου κραυγάζων, τὴν σὴν γαλήνην παράσχου καὶ σῶσόν με.

Θεοτοκίον.
Ῥανίδα ἐλέους σου Ἀγαθέ, παράσχου μοι Κόρη, τῶν ἐν πάθεσι χαλεποῖς, ἐμὲ ῥυπωθέντα καὶ ὑσσώπῳ, τὴν σὴν μὲ καθαρὸν Δέσποινα δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἑκουσίως πτωχεύσας, ὡς νουνεχὴς ὅσιε, λόγον ἐπακούσας Κυρίου, Ἀνδρέα πάνσοφε, γυναῖκα, τέκνα τε, καὶ τὴν οὐσίαν ἀφῆκας, καὶ ὁδὸν σωτήριον, χαίρων διήνυσας.

Ἀπὸ πάσης κακίας, τῶν δυσμενῶν ὅσιε, χάριτι Κυρίου Ἀνδρέα, ἔμεινας ἄτρωτος, ὅθεν δεόμεθα, τῆς κακουργίας τῆς τούτων, τὴν σὴν ποίμνην φύλαττε, πάτερ ἀλώβητον.

Πάσης βλάβης καὶ νόσων καὶ συμφορῶν Ἅγιε, ἅπαντας λυτρούσαι τοὺς πίστει προσκαλουμένους σέ, ὅθεν κεκτήμεθα, φρουρὸν σὲ πάτερ Ἀνδρέα, ἰατρὸν καὶ στήριγμα, πάντες οἱ δοῦλοι σοῦ.

Θεοτοκίον.
Ἀκατάληπτος πέλει ἡ σὴ Ἁγνὴ γέννησις, εἰ καὶ ἑρμηνεύομεν ταύτην, ἀλλ’ ἀνερμήνευτος μένει πανάμωμε, διὸ τούς σὲ Θεοτόκον, πίστει καταγγέλοντας, σῷζε πρεσβείαις σου.

Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.

Ἐπιβλέψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς καὶ σκέπη καὶ βοήθεια, ὑπάρχεις ἡμῶν Ἀνδρέα παμμακάριστε, ἐκτενῶς βοῶμεν σοι· ἐξ ἐχθρῶν παντοίων καὶ αἱρέσεων, καὶ πάσης ἄλλης ῥῦσαι συμφορᾶς, ἡμᾶς τοὺς οἰκέτας σου δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φωτὶ τῶν ἀγώνων σου, φάλαγγας δαιμόνων σοφὲ διέλυσας, καὶ ἡμᾶς Ἀνδρέα φώτισον, τούτων ἐκ τῆς πλάνης ἐκλυτρούμενος.

Εὐφροσύνη πανεύφημε, πλήρωσον τοὺς πίστει σου καταφεύγοντας, ἐκ φρενῶν βλάβης λυτρούμενος, καὶ ψυχῆς τῶν νόσων τῇ σῇ χάριτι.

Ῥωμαλέῳ φρονήματι, πάθη σου Ἀνδρέα σοι ἀπενεύρωσας, ὅθεν δέομαι ἀνάστησον, ἐκ παθῶν ἀμέτρων μὲ πρεσβείαις σου.

Θεοτοκίον.
Ἀβλαβῆ μὲ συντήρησον, πάσης περιστάσεως παναμώμητε, ἡ τὸν εὔσπλαγχνον κυήσασα, τὸν Ἁγνὴν φυλάξαντα σὲ Κύριον.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, ῷ Ἀνδρέα τοὺς ὑμνοῦντάς σε, καὶ τὴν ὑγείαν ταῖς δεήσεσι ταῖς σαῖς, ψυχῆς παράσχου καὶ τοῦ σώματος τοῖς δούλοις σοῦ.

Ἵλεων ἡμῖν, τὸν Θεὸν πάτερ ἀπέργασαι, τοῖς καθ’ ἑκάστην ἁμαρτάνουσιν καὶ γάρ, σὲ πρέσβυν πρὸς Αὐτὸν Ἀνδρέα ἔχομεν.

Παῦσον ἀφ’ ἡμῶν, τῶν κακῶν πληθὺν θεόληπτε, λιμόν, σεισμόν, πενίαν, θάνατον, καὶ τὰς αἱρέσεις, ταῖς πρὸς Κύριον πρεσβείαις σου

Θεοτοκίον.
Ἄλλην ἀγαθή, προστασίαν οὑ γινώσκομεν, εἰ μὴ σὲ μόνην τὴν κυήσασαν, τὸν πάντων Κτίστην ὡς βροτόν, ὼ ἀπειρόγαμε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ναὸς σοφέ, τοῦ Θεοῦ γεγένησαι, σεαυτὸν ἐκ τῶν παθῶν σοῦ καθαράς, τοὺς σῷ ναῷ προσιόντας ἐν πίστει, ἀῤῥωστημάτων παρέχεις τὴν ἴασιν, χρονίων τε καὶ χαλεπῶν, ἀνιατῶν Ἀνδρέα πάτερ ἡμῶν.

Τὰ γήϊνα σὺ λιπὼν κατῴκισας ἐν σπηλαίῳ τῆς Καλάνης Ἀνδρέα, καὶ προσευχαῖς, χαμευνίαις, νηστείαις, τὸν πολυμήχανον ὄφιν ἐπάτησας, Χριστὸν δοξάζων, ὅστις νῦν, καὶ ἀεὶ σὲ δοξάζει μακάριε.

Ἀνιατοὶ οὐκ εἶσιν ἀσθένειαι, τοῖς προσπίπτουσιν σοῖς θείοις λειψάνοις, καὶ γὰρ τυφλοῖς σοι παρέχεις τὸ βλέπειν, λαλεῖν ἀλάλοις, κωφοῖς τὸ εὐήκοον, χωλοῖς βαδίζειν καὶ παντί, ἀσθενοῦντι Ἀνδρέᾳ τὴν ἴασιν.

Θεοτοκίον.
Συγχαίρουσιν σὲ Ἀγγέλων αἱ τάξεις, καὶ ἀνθρώπων ἅπαν γένος Παρθένε, ὅτι σαφῶς τὰ ἐπίγεια πάντα, τοῖς οὐρανίοις συνήφθη τῷ τόκῳ σου, καὶ πάντες ἐν φωνὴ μία, εἰς αἰῶνας τὸ χαῖρε σοι κράζομεν.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία σὺ παντὸς τοῦ Βάλτου γεγένησαι, εὐφροσύνη τε Χαλκιοπούλου καὶ καύχημα, πάντων σκέπη τῶν ὀρθοδόξων καὶ καταφυγή, διὸ κράζομεν σοι ἐν κλαυθμοῖς, οἱ ἁμαρτάνοντες Θεῷ καὶ ἀεὶ παροργίζοντες, οὖσαι ἡμᾶς πταισμάτων, λύτρωσαι τῶν κινδύνων, τοὺς καταφεύγοντας πιστῶς, ῷ Ἀνδρέα ἐν τῇ σκέπη σου.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἄκουσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἥμερα καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς Ὅσιε, τῶν οἰκιστῶν σου δεήσεις, ἀλλὰ βλέψον κύκλωθεν, τὴν ἡμῶν ἀσθένειαν συμπαθέστατε, τὴν πληθὺν ἴασαι, δαιμονώντων ἅμα, παραλύτων ἀνιάτως τε, πασχόντων ἔνδοξε, καὶ φρενῶν ἐκ βλάβης καὶ θλίψεων, τὸ ἄλγος νῦν θεράπευσον, τῆς ψυχῆς ἡμῶν τὸ ὀλέθριον, ἵνα κατὰ χρέος, Ἀνδρέα σὲ γεραίρομεν ἀεί, καὶ τὰ σὰ θαύματα πάντοτε, πᾶσι διηγούμεθα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἷ ἐκ τῆς Ἰουδαίας.
Σὲ ἐθαύμασαν πᾶσαι, τῶν Ἀγγέλων αἱ τάξεις Ἀνδρέα πάνσοφε, πῶς ὤν ἐν τῇ σαρκί σου, τὰς φάλαγγας δαιμόνων, διαλύων ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ὦ τοῦ θαύματος πάτερ, ὡς παλάτιον τόδε ἡγήσω σπήλαιον, τὴν πέτραν ὡς παστάδα, τὰ ῥάκη ὡς πορφύραν, καὶ γηθόμενος ἐψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ζάλης πάσης καὶ πλάνης, διαβόλῳ παμμάκαρ καὶ ἐξ αἱρέσεων ἀνθρώπων ψευδολόγων, ἡμᾶς ῥῦσαι Ἀνδρέα, τῷ Χριστῷ ἵνα ψαλλωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐν ὁδῷ, ἐν θαλάσσῃ, ἐν ἀέρι, ἐν πόλη ἡ ἐν ἐρήμῳ τε, τοὺς ὄντας σῷζε πάτερ Ἀνδρέα ἐκ Παρθένου, τῷ τεχθέντι κραυγαζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ κακίας, τῆς τῶν ἀνθρώπων Ἀνδρέα, ἀπὸ φθόνου ῥῦσαι μὲ τρισμακαρ, ἵνα σὲ γεραίρω, τὸν μέγαν μου προστάτην.

Προστάτης πάντων, σὺ τῶν πιστῶν ὦ Ἀνδρέα, τῶν ὑμνούντων σε καὶ εὐφημούντων, πέλεις διασῴζων αὐτοὺς ἐκ πάσης βλάβης.

Ὁ ποδηγὸς σύ, καὶ φῶς ὑπάρχον παμμάκαρ, χαλεπῆς ἐν χρόνοις τοῦ λαοῦ σου, στήριξον Ἀνδρέα ἡμᾶς ὀρθοδοξία.

Θεοτοκίον.
Σεσαρκωμένος, ὢν τῶν ἁπάντων ὁ κτίστης, ἐκ νηδύος σῆς παρθενομήτωρ, πάντας σὲ δοξάζειν διδάσκει εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὴν ἔρημον Ἀνδρέα, σοῖς δάκρυσιν τοῖς θείοις, ὡς ἀληθῶς σὺ κατήρδευσας, ὅθεν μὲ μετανοοῦντα, σὺν δάκρυσι σῶσον δέομαι.

Ὁ φύλαξ τῆς Καλάνης, τοῦ Βάλτου τε ἡ δόξα, Χαλκιοπούλων τὸ καύχημα ἔνδοξε, Ἀνδρέα σκέπε τοὺς πίστει, προσκαλουμένους σέ.

Λαὸς Ἀκαρνανίας, σὺν πάσῃ τῇ Ἑλλάδι, τὰ σὰ γεραίρει Ἀνδρέα θαυμάσια, καὶ προσκυνεῖ σοῦ θεόφρον, τὰ θεία λείψανα.

Ὁλόφωτος τρισμακαρ, Τριάδι τῇ ἁγίᾳ, παρεστηκὼς σὺ Ἀνδρέα μνημόνευε, τοὺς δεομένους σοῦ πίστει, ἀχρείους δούλους σοῦ.

Θεοτοκίον.
Ὑπέρλαμπρε Μαρία, ἡ σκέπη ὀρθοδόξων, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ βασίλισσα, τοὺς Θεοτόκον εἰδότας σὲ σῷζε πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.

Δεῦτε τὴν εἰκόνα τὴν ἱεράν, θείου τε Ἀνδρέου ἀσπασώμεθα εὐλαβῶς, βρύει τὰς ἰάσεις, παντὶ τῷ δεομένῳ, τοὺς δαίμονας διώκει, σῴζει τοὺς ἅπαντας.

Δεῦτε οἱ ὀχλούμενοι ἐκ παθῶν, φρενῶν τε τῆς βλάβης, καὶ μαγείας τῆς φοβερᾶς, νόσοις ἀνιατοῖς, προσπέσωμεν ἐν πίστει, Ἀνδρέου τοῖς λειψάνοις, λάβωμεν ἴασιν.

Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν ἀσωμάτων ἰσοστάσιος ἀληθῶς, χαίροις ὀρθοδόξων τὸ στήριγμα καὶ δόξα, Ἀνδρέα θεοφόρε, σῷζε τοὺς δούλους σου.

Χαίροις τῆς Καλάνης ὁ θησαυρός, καὶ Χαλκιοπούλων ὁ προστάτης καὶ βοηθός, καὶ παντὸς τοῦ Βάλτου τὸ καύχημα τὸ μέγα, Ἀνδρέα θεοφόρε, σκέπε τοὺς δούλους σου.

Σοῦ ἐν τῷ θανάτῳ τῇ φοβερά, ὥρα ὥσπερ σέλας, καὶ ὡς ἥλιος φαεινός, λάμψαντος προσώπου, καὶ ὡς πυρσὸς πρὸς ὕψος, φῶς δείξαντος Ἀνδρέαν, πάντες τιμήσωμεν.

Τούς σε ἀγαπῶντας εἰλικρινῶς, ὅσιε Ἀνδρέα, ἐκ πολέμων καὶ τοῦ σεισμοῦ, πλάνης, ἀνομβρίας, λιμοῦ καὶ τιμωρίας, ἀπάλλαξον εἰρήνην, νέμον τοῖς δούλοις σοῦ.

Σὺν Ἀγγέλοις Μάρτυσι Ἀσκηταῖς, ὅσιε Ἀνδρέα, Ἀποστόλοις καὶ Βαπτιστή, σὺν πᾶσι Ἁγίοις, μετὰ τῆς Θεοτόκου, Χριστὸν ἀεὶ δυσώπει, σώσαι τοὺς δούλους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἀπειλῆς τοῦ δυσμενοῦς, πάσης ἁμαρτίας καὶ πλάνης, πάσης αἱρέσεως, λύτρωσαι τοὺς δούλους σου, Ἀνδρέα πάτερ ἡμῶν· τὸν Θεὸν γὰρ ὀργίζοντες, ῥᾳθύμῳ καρδίᾳ, ἔργα μὴ προσφέροντες, τῆς μετανοίας αὐτῷ· ὅθεν δυσωποῦμεν σὲ μάκαρ, τούτων ἐν ἥμερα τῆς δίκης, ἵλεων ἀπέργασαι τοῖς δούλοις σοῦ.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.