Παρακλητικός Κανών εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 4 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἀνακαθάρας τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν μοναζόντων ἤνυσας τὴν τρῖβον καλῶς, νήσους πλεῖστας ἔδραμες, ἀπτοήτῳ σου ζήλῳ, ὑποδούλοις Ἕλλησιν, τοῦ Κυρίου τὸν λόγον, λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ Κυρίου, θεράπων ἀόμματος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κήρυκα ἀόμματον Ἀνθιμον ᾄδω. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κηρύκων τὸ κλέος πάντες πιστοί, Ὁσίων κρηπῖδα, μοναζόντων ὑφηγητήν, τυφλὸν ὑπηρέτην τοῦ Κυρίου, τὸν θεοφόρον τιμήσωμεν Ἄνθιμον.

Ἡλίου ἀδύτου τὴν χρυσαυγῆ, ἀκτῖνα τὸν κόσμον καταυγάσασαν νοητῶς, τῷ φέγγει κηρύγματος τοῦ θείου, τὸν ἰσαπόστολον μέλψωμεν Ἄνθιμον.

Ῥημάτων ἐνθέων σοῦ ταῖς πλοκαῖς, καὶ ἔργοις ἀρίστοις, ταπεινώσει τε ἀψευδεῖ, ἐζώγρησας πάντας εἰς τὸν φόβον, τὸν τοῦ Κυρίου θεόπνευστε Ἄνθιμε.

Θεοτοκίον.
Ὑψίστου καθέδρα περιφανής, παλάτιον δόξης, καὶ πορφύρα βασιλική, ὑπάρχεις Θεόνυμφε Παρθένε, ὡς τὸν Θεὸν ἐν γαστρί σου χωρήσασα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κεφαλλήνων ἡ νῆσος, ἐν σοί σκιρτᾷ Ἄνθιμε, καὶ τοῦ Ληξουρίου ἡ πόλις, συνεπαγάλλεται, ὅτι ἐκ γῆς ἱερᾶς, τούτων ὡς ἄνθος προῆλθες, καὶ τὴν κτίσιν ἅπασαν, κατευωδίασας.

Ἀγρυπνίαις νηστείαις καὶ προσευχαῖς Ἄνθιμε, φρόνημα σαρκός σου γεῶδες, σὺ ἀπενέκρωσας, διὸ ζωῆς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, τοῖς Ἀγγέλων τάγμασιν, συναυλιζόμενος.

Ἀπλανὴς μοναζόντων, χειραγωγὸς γέγονας, Ἄνθιμε, μονὰς ἀνεγείρας, Θεοῦ εἰς αἴνεσιν, καὶ τὰς σεπτὰς ἐντολάς, ἐν ἐπιγνώσει τηρήσας, ὡς Μωσῆς τὸ πρόσωπον, Χριστοῦ τεθέασαι.

Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, τῶν Χερουβεὶμ Πάναγνε, καὶ τῶν Σεραφεὶμ ὑπέρτερα, ὑπάρχεις Δέσποινα, ὅτι ἐν μήτρᾳ τῇ σῇ, ὁ Ποιητὴς τῶν ἁπάντων, ὃν ὑμνούσιν Ἄγγελοι, σάρκα προσείληφεν.

Καταύγασον, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε, τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Δεσπότου Χριστοῦ, τὸ κάλλος ἐφιέμενος, ὀπίσω Αὐτοῦ, ὡς ἔλαφος διέδραμες, καὶ πηγὴν τοῦ ὕδατος, ἀλλομένου ἔπιες Ἄνθιμε, εἰς αἰωνίου νάματα ζωῆς, ἀῤῥήτως δροσίζων τοὺς τιμῶντάς σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μετὰ πόθου προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὅρει τοῦ Ἄθωνος, ἔνθα Ἄνθιμε ἐνδέδυσαι, τῶν Ἀγγέλων σχῆμα ἀγαλλόμενος.

Μετανοίας τὸ κήρυγμα, ὑποδούλοις Ἕλλησι θεῖε Ἄνθιμε, Ἀποστόλων ὡς ὁμότροπος, ἀκαμάτῳ ζήλῳ σου διέσπειρας.

Ἀδιστάκτῳ καρδίᾳ σου, τὸν Θεὸν τῶν ὅλων Ἄνθιμε ἔστερξας, καὶ εἰς Τόπους οὓς ἐβάδισε, προσκυνῆσαι τούτους Πάτερ ἔδραμες.

Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν Τόκον μείνασαν ἄφθορον, καὶ συμφώνως ταύτῃ εἴπωμεν, τὸ Ἀγγέλου χαῖρε εὐφραινόμενοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅρμον γαληνόν, καὶ ἀκύμαντον σὲ ἔγνωκαν, τοῦ Αἰγαίου νῆσοι Ἄνθιμε σοφέ, ὅτι εἰρήνης, πολιτείαν ταύταις ἔδειξας.

Νύκτωρ τὴν Ἁγνήν, καὶ Παρθένον Κόρην ἔβλεψας, ἐν ὀνείρατι προτρέπουσαν καλῶς, καθυπομένειν τῶν ὀμμάτων θεῖε Ἄνθιμε τὴν στέρησιν.

Ἄλλον Ἠλιοῦ, θεῖε Ἄνθιμε σὲ ἔγνωμεν, τῇ αὐχμώσῃ γῇ διδόντα ὑετόν, καιρῷ τοῦ θέρους, εὐπροσδέκτοις ἱκεσίαις σου.

Θεοτοκίον.
Νέον ἀπὸ σοῦ, ὡς παιδίον ὁ παντέλειος, καὶ προάναρχος σεσάρκωται Θεός, Παρθενομῆτορ καὶ καινίζει τὸ ἀνθρώπινον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων σύ, αὐτουργὸς γεγένησαι, παραδόξως θεῖε Ἄνθιμε πάλαι, ὅτι φρικτόν ἐναπέκτεινας ὄφιν, τὸν ἀπειλοῦντα δεινῶς Ἀστυπάλαιαν, τὴν νῆσον ἥτις σὲ τιμᾷ, προσκυνοῦσα λειψάνων τὴν θήκην σου.

Ἱδρῶσί σου, τοῖς τιμίοις Ἄνθιμε, ἀνεστήλωσας Μονὴν τῶν Λεπέδων, Παρασκευῆς ἀθληφόρου τὴν βάρει, κατακαμφθεῖσαν σεισμοῦ καὶ εἰσήγαγες, χορὸν παρθένων ἐν αὐτῇ, γεγονὼς ὁδηγὸς τούτων ἄριστος.

Μυστήριον, θαυμαστὸν τετέλεσται, θεῖε Ἄνθιμε εὐχῇ σου παννύχῳ, ἄνευ χειρός ἡ μορφὴ τῆς Πανάγνου, Πορταϊτίσσης τῷ ξύλῳ τετύπωται, ἐν Ἀθωνι ἥν σῇ χειρί, ἐναπέθου Μονῇ Ἀστυπάλαιας.

Θεοτοκίον.
Οἰνόφωτον, τοῦ Δεσπότου σκήνωμα, ἀνεδείχθης Θεοτόκε παρθένε καὶ γὰρ ἐν σοί, τοῦ Πατρὸς εὐδοκίᾳ, ἀνερμηνεύτως ὁ ἄδυτος Ἥλιος, σεσάρκωται καὶ τοὺς βροτούς, ἐκ κευθμώνων τοῦ ᾄδου ἀνήγαγε.

Καταύγασον, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε, τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.

Ἄχραντε, ἡ διὸ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Οὐρανίων μυσταγωγιῶν τὸν ἐκφάντορα, θεοσδότων ἐπαγγελιῶν τὸν διδάσκαλον, μοναζόντων ὑπογραμμὸν καὶ στῦλον ἀκραιφνῆ, Χριστοῦ σάλπιγγα βροντοειδῆ, τὴν διηχήσασαν τρανῶς Βασιλείαν αἰώνιον, Ἀνθιμον θεηγόρον ἀόμματον εὐφημοῦμεν, τὸν διαβλέποντα ἀεί, τοῦ Κυρίου τὴν λαμπρότητα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος.
Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὄμμα τῆς καρδίας σου, ἀνακαθαρὰς ἐμφρόνως, σαρκικῶν ὑπέμεινας, τῶν ὀμμάτων στέρησιν, χαίρων Ἄνθιμε, καὶ Χριστῷ ἔδραμες, τοῦ φωτὸς Δοτῆρι, τοῦ δουλεύειν εὐπειθέστατα· Μονὰς ἐγείρας δέ, δόξαν τοῦ Θεοῦ κατελάμπρυνας, τῷ βίῳ σου γενόμενος, στῦλος ὁδηγῶν πρὸς ἀπάθειαν, ὥσπερ ἐν ἐρήμῳ, τὸ πάλαι ὁ θεόπτης Μωυσῆς, μεθ᾿ οὗ ἀπαύστως δυσώπησον, εὑρεῖν ἡμᾶς ἔλεος.

Σῶσον ὸ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῆσος Κρήτη καυχᾶται, καὶ σκιρτᾶ ἀνυμνοῦσά σε μάκαρ Ἄνθιμε, ἐν ταύτῃ γὰρ διδάξας, εἰρήνην τὴν βαθεῖαν, φλογοφόρῳ σου στόματι, πλήθει θαυμάτων πολλῶν, ἐσφράγισας τὸν λόγον.

Ἀκαταίσχυντον ὅπλον, τὸν Σταυρὸν τοῦ Κυρίου κατέχων Ἄνθιμε, ῥαβδίον δὲ τὴν πίστιν, κομβοσχοίνιον ἅμα, βακτηρίαν ὡς ἄσειστον· ὅθεν διέβης καλῶς, κηρύγματος τὴν τρῖβον.

Δυνατὸν ἐν ἰσχύϊ, τὸν Θεὸν ἀγαπήσας ἀδόλως Ἄνθιμε, χαρίσμασιν μεγάλοις, σὲ ἔστεψε πλουσίως, τοῦ προλέγειν τὰ μέλλοντα, καὶ ὀφθαλμοῖς σου κλειστοῖς, ὁρᾶν τὰ τελεσθέντα.

Θεοτοκίον.
Ὡς πυρίμορφον θρόνον, ὁ Προφήτης σὲ ἔφη, Παρθένε ἄχραντε· Πατρὸς γὰρ εὐδοκίᾳ, Υἱὸς ἐν σοί ἐπέστη, ἐπελεύσει τοῦ Πνεύματος, καὶ εἰς τὸν θρόνον ἡμᾶς, ἀνήγαγε τῆς δόξης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱλαρωτάτῃ, καὶ καθαρᾶ σου καρδίᾳ, τὸν Θεὸν θεῖε Ἄνθιμε ᾄδων, γέγονας Ἀγγέλων, συνόμιλος ἐν βίῳ.

Σαγήνῃ λόγων, τῶν σῶν ἰχθύας ζωγρήσας, λογικοὺς ἐκ κινδύνου ἐῤῥύσω, κλύδωνος καὶ ζάλης, ὢ Ἄνθιμε τοῦ βίου.

Ἱδρύσας μάκαρ, πλείστας Μονὰς εἰς Κυρίου, τοῦ Θεοῦ σου ὢ Ἄνθιμε δόξαν, νῦν ἀντεδοξάσθης ἀξίως εἰς αἰῶνας.

Θεοτοκίον.
Δέσποινα Κόρη, ἡ ἐν γαστρί σου ἀφράστως, εἰρηνάρχην Θεὸν συλλαβοῦσα, χάρισαι εἰρήνην τὴν ἄνωθεν λιταῖς σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς λύχνον φαεσφόρον, λάμποντα ἀῤῥήτως, τοῦ ἀπροσίτου ἀκτῖσι καὶ θείου φωτός, οἱ ἐν τῷ σκότει δουλείας, Ἄνθιμε ἔγνωκαν.

Ῥημάτων σου τῇ δρόσῳ, ἔπαυσας δουλείας, τῆς πικροτάτης τὸ καῦμα μηνύσας λαῷ, πίστεως ἔαρ εὐῶδες, πάντερπνε Ἄνθιμε.

Ἀνύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, σὺν ταῖς φρονίμοις Παρθένοις εἰσῆλθες Χριστοῦ, εἰς τὸν νυμφῶνα τῆς δόξης, Ἄνθιμε πάντιμε.

Θεοτοκίον.
Στολὴν ἐκ σῶν αἱμάτων, Πάναγνε παρθένε, ὁ Βασιλεὺς τῶν ἁπάντων, φορέσας Χριστός, βασιλικὴν ἁλουργίδα, Ἀδὰμ ἐνέδυσεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια τοῦ Ὁσίου,
ὦν ἡ ἀκροστιχίς· Χαίροις Πάτερ Θεόφωτε.

Χαίροις Ληξουρίου θεῖος βλαστός, χαίροις Κεφαλλήνων ὁ ἐξαίρετος θησαυρός, χαίροις τοῦ Αἰγαίου ὁ μέγας θεοκήρυξ, Πατέρων ἡ ἀκρότης, πάμφωτε Ἄνθιμε.

Ἄθωνι τῷ Ὄρει ὥσπερ δορκάς, ἔδραμες καὶ σχῆμα ἐνεδύθης Ἀγγελικόν, δίψαν δὲ ψυχῆς σου ὢ Ἄνθιμε κορέσας, πολλοῖς εὐηγγελίσω λόγον ζωὴ ἄδυτον.

Ἵστασο ἐνώπιον τοῦ Θεοῦ, εὐχαῖς ὁλονύκτοις καὶ δεήσεσι τὴν Αὐτοῦ, κάμπτων εὐσπλαγχνίαν, καὶ ᾄδων σὺν Ἀγγέλοις, ὢ Ἄνθιμε τὴν θείαν μεγαλειότητα.

Ῥάβδον σου ἐκράτεις ὡς ὁδηγόν, κομβοσχοίνιόν σου ὡσεὶ σύμμαχον κραταιόν, καὶ Σταυρόν σου φέρων, τυφλῶν ὡς βακτηρίαν, διὸ τὸ φῶς τὸ μέγα, ἔφανας Ἄνθιμε.

Ὄφιν τὸν τὴν Εὖαν ἐκ τῆς Ἐδέμ, πάλαι ἐκβαλόντα θεῖε Ἄνθιμε σαῖς εὐχαῖς, ἐν Ἀστυπαλαίᾳ ἀπέκτεινας τῇ νήσῳ· πολλοὺς προτρέψας οὕτω, Θεοῦ εἰς αἴνεσιν.

Ἱστίῳ τοῦ ζήλου τοῦ θεϊκοῦ, ἔπλευσας τὰς νήσους τοῦ Αἰγαίου ἵνα Χριστόν, Ἄνθιμε κηρύξῃς, ἀχείμαστον λιμένα καὶ ἄγκυραν ἐλπίδος τοῖς θαλαττεύουσιν.

Σκεῦος χαρισμάτων τοῦ Παντουργοῦ, Πνεύματος ὑπάρχων ἀποπνέεις πᾶσι πιστοῖς, Ἄνθιμε τὴν χάριν, ἀῤῥήτων μεγαλείων, καὶ νέμεις τὴν εἰρήνην τοῖς σὲ γεραίρουσιν.

Πήρωσιν πηλίνων σοῦ ὀφθαλμῶν, ἀπροσκόπτως φέρειν σὲ προέτρεψεν ἡ Ἁγνή, Θεοτόκος Κόρη ὀνείρατι φανεῖσα, θαῤῥύνασα σε θείως, μέγιστε Ἄνθιμε.

Ἄστρον ἀνατέταλκας φαεινόν, Ἄνθιμε ἐν σκότει τῆς δουλείας τῆς ζοφερᾶς, καὶ τὴν γῆν αὐγάσας τῆς πίστεως ἀκτῖσιν, Χριστὸν διαναγγέλεις ἄδυτον Ἥλιον.

Τῆς Πορταϊτίσσης θεία εἰκών, ἐν Ἁγίῳ Ὅρει τῇ παννύχῳ σου προσευχή, ἀχειροποιήτως τῷ ξύλῳ ἐτυπώθη, ἥν ἐν Ἀστυπαλαίᾳ Ἄνθιμε ἔφερες.

Ἔρεισμα καὶ βάθρον σὲ ὀχυρόν, ἔχει τῶν Λεπέδων Ἀθληφόρου Παρασκευῆς, ἡ Μονὴ ἡ θεία, ἥν κόποις ἐδομήσω, σεισμῷ καταστραφεῖσαν κράτιστε Ἄνθιμε.

Ῥαίνουσιν ὡς ἄνθη θείας ᾠδάς, τῇ σεπτῇ σου μνήμῃ Κεφαλλήνων αἱ πατριαί, τῆς Ἀστυπαλαίας, καὶ Κρήτης ἐκλογάδες, ὁμήγυρίς τε πᾶσα Αἰγαίου Ἄνθιμε.

Θαύματα ὢ Ἄνθιμε φοβερά, ἐτέλεις τὸ βλέπειν παρεχόμενος τῇ τυφλή, τῆς ἀτέκνου μήτραν Εὐχῇ σου εὐλόγησας, πηγάσας τε παντοίων παθῶν ἰάματα.

Ἔπαυσας πελάγους τὴν ταραχήν, εὐπαῤῥησιάστοις, μάκαρ Ἄνθιμε προσευχαῖς, πρὸς τὸν ἐν δυνάμει ἰσχύοντα τὰ πάντα· καὶ κύμασι θαλάσσης περιπατήσαντα.

Ὄμβρους τῇ αὐχμώσῃ πάλαι ξηρᾷ, ἔπεμψας πλουσίως ὥσπερ πάλαι ὁ Ἠλίου, ὁ κλεινὸς Θεσβίτης, καὶ δρόσον οὐρανίαν, ψυχαῖς τῶν σὲ τιμώντων βραβεύεις Ἄνθιμε.

Φλόγες ὡσεὶ πύριναι ἐν καιρῷ, τοῦ κηρύγματός σου ἐξερχόμενοι θαυμαστῶς, ἐκ τοῦ στόματός σου, ὢ Ἄνθιμε τῷ πλήθει, πιστῶν διεβεβαίουν σὴν ἁγιότητα.

Ὥσπερ δρόσον θείαν ἐξ Ἀερμών, ἔσταξαν οἱ λόγοι σωτηρίων σου διδαχῶν, ταῖς τῶν ὑποδούλων, ψυχαῖς παραμυθίαν, διδοῦσαι οὐρανίαν θεόφρον Ἄνθιμε.

Τελευτήν σου πόῤῥωθεν προϊδών, ἐκ Πελοποννήσου εἰς Μονήν σου τὴν ἱεράν, τῶν Λεπέδων φθάσας, ψυχήν σου ἐναπέθου, χερσὶ Θεοῦ Ὃν πόθῳ ἠγάπας Ἄνθιμε.

Ἔχομέν σε πρέσβυν πρὸς τὸν Θεόν, εὐσεβῶν τὰ πλήθη, Μοναζόντων τε οἱ χοροί, Ἱεραποστόλων, ὢ Ἄνθιμε οἱ δῆμοι, τυφλοὶ δὲ σὲ πλουτοῦσι, προστάτην μέγιστον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει Κεφαλλήνων ἡ πληθύς, χαίρουσιν Αἰγαίου αἱ νῆσοι, καὶ Κρήτη ἅμα σκιρτᾷ, Ἄθω Ὅρος Ἅγιον, φαιδρῶς ἀγάλλεται, γηθοσύνως σεμνύνεται, Μονὴ τῶν Λεπέδων, καὶ ἡ Ἀστυπάλαια καυχᾶται ἄμετρα, θήκην σῶν Λειψάνων πλουτοῦσα, σὺν Πορταϊτίσσης εἰκόνι, ἥν ἐκτήσω Ἄνθιμε ἀόμματε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα ἀκροτελεύτια·
Ὁσιοκήρυξ Ἄνθιμε, τῶν ἀομμάτων λύχνε,
ψυχῆς μου ὄμμα αὔγασον εὐχαῖς σου φωτοφόροις
καί εἰς ὁδὸν ἀξίωσον εὐθεῖαν βηματίζειν,
ἔργα ἡμέρας πράττουσα, λέγει σοι Ἰσιδώρα,
Μονάζουσα πανευτελὴς ὕμνον πλέξασα τόνδε,
τῇ προτροπῇ τοῦ εὐλαβοῦς ἱκέτου Κωνσταντίνου,
ἀπὸ βαθέων σέβοντος τὴν πάμφωτόν σου μνήμην.

Χαιρετισμοί εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Ἐγκώμια εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Ευχή εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας