Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Άνθιμο ο εν Χίω τον Θαυματουργόν

Ποίημα Βρυαίνης Μοναχής
Ηγουμένης Ι. Μ. Παναγίας Βοηθείας

†Εορτάζεται στις 15 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἐν ἰσαγγέλῳ βιοτῇ διαπρέψας, καί ἐν καϑέδρᾳ πρεσβυτέρων αἰνέσας, τῷ τῶν ἁπάντων Κτίστῃ, Ἄνϑιμε κλεινέ, και τροφεύς γέγονας καί ὀρφανῶν καί ἀπόρων, καί νοσούντων ἄριστος ἰατρός καί προστάτης. Ὅϑεν ἡ Χίος πόϑῳ σοι βοᾷ, μή ἐπιλάϑῃ τῆς ποίμνης σου, Ἅγιε.

Δόξα.
Τῶν ἀρετῶν σου ἡ πολύφωνος σάλπιγξ, καί ἡ πληθύς τῶν ἱερῶν σου θαυμάτων, περιφανῆ σε ἔδειξεν ἐν Χίῳ τό πρίν, νῦν δέδοξαζόμενος σύν ταῖς ἄνω χορείαις, Ἄνϑιμε πάτερ ἡμῶν, ἐν παστάδι Κυρίου, ὑπέρ ἡμῶν μή πταύσῃι δυσωπῶν, ἀπαλλαγῆναι κινδύνων καί ϑλίψεων.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ Αρχόμεθα τοῦ κανόνος, οὗ ἡ ἀκροστιχίς·
Θαυματουργείς ζῶν τε θανῶν τε Θεοφόρε.

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τὰ δύο τελευταία
Δόξα καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεόθεν ἐδώθης ἡμῖν ποιμήν, Ἄνθιμε τρισμάκαρ καὶ σοῖς λόγοις τοῖς ἱεροῖς, μάνδραν πρὸς οὐράνιον διαβιβάζων, καθοδηγεῖς ἐν σκηναῖς ἀναπαύσεως.

Ἀνθήσας ἐν Χίῳ Πάτερ σοφέ, ταύτην ἁγιάζεις διὰ βίου σου τοῦ σεπτοῦ, θαύμασι πλείστοις τι πλουτίζεις, ζῶν καὶ μετὰ θάνατον Ἅγιε.

Ὕπνῳ καθωράθης τῇ γυναικί, ποθούσῃ μυρίσαι λείψανόν σου τὸ ἱερόν, φαιδρὸς λευκοφόρος ἐπιλέξεις, ἐγὼ ὦ γῦναι τὸν δρόμον τετέλεκα.

Θεοτοκίον.
Μαρία πανύμνητε τῶν πιστῶν, βοήθεια σκέπη ἀγαλίαμα τὸ τερπνόν, μὴ παύσῃ τοῖς πᾶσι χορηγοῦσα, τὴν σωτηρίαν ψυχῆς τε καὶ σώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἀτεκνούσαις μητέραις θαυματουργεῖς Ὅσιε, δῶρον εἰληφὼς θεοφόρε παρὰ Χριστοῦ τοῦ Θεοῦ, ζῶν ἐν τῷ βίῳ ὡς πρὶν καὶ μετὰ θάνατον οὕτως, ζῶσιν εἰς αἰῶνα γὰρ ὄντως οἱ δίκαιοι.

Τὸ σὸν πάντιμον σκῆνος δάφνη ἐκοσμήθη σοῦ ὑπνωθέντος σαρκί, καθ’ ὕπνῳ δι’ ἐφάνη, γυναικὶ στειρευούσῃ ἐωτών, τὰ τῆς δάφνης φύλλα, βρᾶσον ὦ γῦναι καὶ πιοῦσα, τὸ ποθούμενον λείψῃ σαφέστατα.

Οὐρανίων χαρίτων ἀξιωθεὶς Ὅσιε, χάριν ἀτεκνοῦσαι μητέρες τῇ μεσιτείᾳ σου, ἐν τῇ κοιμήσει τῇ σῇ, ἀπολαμβάνουσιν ὄντως, ἐκ τῆς δάφνης ὅθεν σε πόθῳ γεραίρουσιν.

Θεοτοκίον.
Ὑπεράγαθε Κόρη καὶ ἀληθὴς Δέσποινα, τοῦ παμβασιλέως Δεσπότου Μήτηρ ὑπάρχουσα, Σὺ πανύμνητε, ταύτην τὴν ποίμνην Σου σκέπε, καὶ ἀεὶ περίσωζε τῇ μεσιτείᾳ Σου.

Διάσωσον, ἀπό κινδύνων ἡμᾶς, Ἄνϑιμε ϑεῖε, ὅτι πάντες πρός Θεόν σέ ἔχομεν, διάπυρον πρεσβευτήν καί μεσίτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος α΄. Τόν τάφον σου. Σωτήρ.
Ἡμέρα ἱερά, μυστικῆς πανδαισίας, ἐπέστη νῦν ἡμῖν, τῆς τιμίας σου μνήμης, καθ’ ἣν θεῖε Ἄνθιμε, εἰς οὺρανίους θαλάμους ἀνελήλυθας, σὺν Ἀγγέλοις δοξάζων, Τριάδα τὴν ἄκτιστον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῆσις πᾶσα πεπλήρωται ψαλμικῶς ἐν σοι ἡ κηρύττουσα· εἰς αἰῶνα
ζῶσι δίκαιοι καὶ παρά Κυρίου ὁ μισθός αὐτῶν.

Γυναικός ἐθεράπευσας κακωθεῖσαν χεῖρα θείᾳ εἰκόνι σου,
προσπεσούσης καὶ σύν δάκρυσιν ὥσπερ ζῶντα, Πάτερ, δυσωπούσης σε.

Εὐλαβῶς προσεκάλει σοι πάσχουσα γυνή εἰς βοήθειαν καὶ ἐφάνης
αὐτῇ τάχιστα, κουφισμόν δωρούμενος καὶ ἄνεσιν.

Θεοτοκίον.
Ἱλαστήριον, Πάνσεμνε, ἀρετῶν παντοίων δὲ ἐργαστήριον τὴν
Μονήν ταύτην κατέστησας, τοῦ πατρός Ἀνθίμου ταῖς δεήσεσιν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Συνεχόμενα πλείσταις θλίψεσι μακάριε καὶ περιστάσεσι τῶν πιστῶν τὰ πλήθη, ἐν τῷ βίῳ παρήγορον Ἄγγελον, ἔσχον σε τὸ πάλαι, νῦν δὲ πρεσβεύεις ἐν ὑψίστοις ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.

Ζῶντά σε καθ’ ὁρῶμεν πλείστοις ἐνυπνίοις ἀσθενεῖς τε καὶ πάσχοντες, πίστει ἀδιστάκτῳ πρὸς τὴν σὴν καταφεύγομεν λάρνακα, τὰς πικρὰς ὀδύνας τὰς τῶν ψυχῶν καὶ τῶν σωμάτων, σαῖς εὐχαῖς θεραπεύεις ταχύτατα.

Ὡς ἐφώνει σε πάτερ Ἄνθιμε πανσέβαστε ἀλλοδαπῶν ἐν γῇ, ὑπὲρ τοῦ υἱοῦ της, ἱκετεύουσα μήτηρ ἑώρακε, τὴν σεπτὴν μορφήν σου, Σταυρὸν κρατῶν ἐν δεξιᾷ δέ, προσελάλεις αὐτῇ συμπαθέστατα.

Θεοτοκίον.
Νόμου πλήρωμα Κόρη, καὶ καταφύγιον καὶ Βοήθεια πάναγνε Θεοτόκε, πάντων γηγενῶν χρηματίσασα πρέσβευε, τὸν ἐκ Σοῦ τεχθέντα λῦσιν δοθῆναι ἐγκλημάτων, τοῖς ὑμνοῦσί Σε μόνη πανύμνητε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τῆς ποίμνης σου τῇ χαρᾷ, τῆς Χίου πάσης ἀγλάϊσμα, ἐξέλαμψεν ἀληθῶς ἡ μνήμη σου Ἅγιε, καὶ πάντας ἐφαίδρυνε ταὶς φαεινοτάταις ἀστραπαῖς τῶν θαυμασίων σου.

Ἐν τῇ σεπτῇ σου Μονῇ, ὡς θησαυρὸς ἀδαπάνητος, ἡ πάνσεπτός σου σορός, Πάτερ τεθησαύρισται, Ἄνθιμε μακάριε, Πνεῦμα δὲ σοῦ θεῖον, οὐρανίοις νῦν αὐλίζεται.

Θείαν παράσχου ἡμῖν, Ἅγιε Πάτερ ἀντίληψιν, ἐπιτελοῦσι πιστῶς, τῶν θείων λειψάνων σου, ἑορτὴν πανέντιμον, παῤῥησίαν ἔχων πρὸς τὸν Κύριον δεόμεθα.

Θεοτοκίον.
ᾈσμάτων ᾄσμα Σὺ εἶ, Θεοχαρίτωτε Δέσποινα, Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις, Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον Θεοτόκε ἀειπάρθενε.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὠς προστάτης τῶν χριστιανῶν ὁ ϑερμότατος, καὶ μεσίτης πρὸς τὸν Θεὸν συμπαϑέστατος, μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλά πρόφϑασον, Πάτερ ταχύ, εἰς τὴν βοήϑειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ὡς παῤῥησίαν, κεκτημένος πρὸς Κύριον.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ ϑάνατος τοῦ ὁσίου αὐτοῦ.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον
Ἐκ τοῦ κατᾶ Μάρκον
(Κέφ. η΄ 34 – θ΄ 1).
Εἶπεν ὀ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τοῦ Ὀσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄.
Εὐ δοῦλε ἀγαϑέ καί πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ. Σύ καί τό βάρος τῆς
ἡμέρας ἐβάστασας, καί τό δοϑέν σοι τάλαντον ἐπηύξησας, καί τοῖς μετά σέ ἐλϑοῦσιν οὐκ ἐφϑόνησας· διό ἠνέῳκταί σοι ἡ πύλῃ τῆς οὐρανῶν βασιλείας. Εἴσελϑε οὖν εἰς τήν χαράν τοῦ Κυρίου σου, καί πρέσβευε ὑπέρ ἡμῶν, Πάτερ ἁγιώτατε.

Σῶσον, ὁ Θεός, τόν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς τῆς Βοηθείας καὶ Μονὴ ταύτης Πάτερ Μάρτυς ἐστὶ ἀψευδής, ἀμέτρων σου καμάτων καὶ ποικίλων θαυμάτων, διὸ πάντες κραυγάζουσιν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ὡς θεῖος ποιμενάρχης ὁδήγησον πρὸς τρίβους τὴν ποίμνην σου Ἅγιε, ζωῆς καὶ σωτηρίας, εὐχαῖς σου θεοφόρε, Κυρίῳ κραυγάζουσαν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ναμάτων ζωηῤῥύτων πηγὴν πλουτοῦμεν Πάτερ σὴν θείαν λάρνακα, ῥυόμεναι ἐκ βλάβης, εὐχαῖς σου καὶ κινδύνων, ἀεί τε κραυγάζομεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.
Τῆς Σῆς σεπτῆς νηδύος ὁ καρπὸς Θεοτόκε ἡμᾶς ἐζώωσε, καρπῷ θανατωθέντας, διό Σε κατὰ χρέος ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτερ, Μονὴ Βοηθείας προστάτην, ἐν αὐτῇ γὰρ ἤνθησαν ὡς κρῖνα, οἱ σοὶ σεπτοὶ πόνοι, καὶ κάματοι θεόφρον.

Θαυμάζει ὄντως, πᾶς πιστὸς θεῖε Πάτερ, πῶς ἐκ τοῦ μὴ ὄντος, ἐσυστήσω, τῇ Παρθένῳ οἴκῳ, εἰς οἴκησιν παρθένων.

Ἐν ὑψίστοις, μετοικήσας θεόφρον, τὰ σὰ τέκνα μὴ παύσῃ ἐποπτεύων, ἵνα σαῖς πρεσβείαις, ῥυσθείημεν κινδύνων.

Θεοτοκίον.
Ὄντως βρύεις, χαρισμάτων Παρθενομῆτορ, ὅτι Σὺ τὸν πάντων Βασιλέα, ἔτεκες τῷ κόσμῳ, βροτῶν εἰς σωτηρίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φωστὴρ τῶν μοναζόντων, ἱερέων ἀκρότης, τῶν παρθένων σκέπη καὶ στήριγμα, καὶ ἰατρὸς ἀσθενούντων, ἐδείχθης Ἅγιε.

Ὀνείρῳ ἐποπτάνης, νεάνιδι ὦ Πάτερ, ἐνθαῤῥύνων ταύτην καὶ γάρ, πιστοποιῶν ὅτι λήψεται τὸ ποθούμενον.

Ῥανίσι σῆς εὐνοίας, καθ’ ὕπνους παροτρύνεις, ὀφθαλμὸν ἐγχειρῆσαι ταχύ, γυναικὶ θαῤῥούσῃ σῇ θερμῇ ἀντιλήψει μακάριε.

Θεοτοκίον.
Ἐλέησον Παρθένε, τὴν Σὲ γεραίρουσαν ποίμνην Θεοχαρίτωτε, θείου Ἀνθίμου πρεσβείαις τοῦ Σοῦ θεράποντος.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας νέε ἀστήρ, δόξα μοναζόντων, εὐφροσύνη μοναζουσῶν, πατέρων λαμπρότης, ὁ πλήρης χαρισμάτων, τό κλέος τῆς σῆς ποίμνης, ὦ πάτερ Ἄνϑιμε.

Ἄνϑος νεοκόσμητον καί τερπνόν, ἤνϑησεν ἐν κόσμῳ, καί Ἐκκλησίας νέος φωστήρ, ἡμῶν δε τῆς ποίμνης, ὁ μέγα ποιμενάρχης, ὁ Ἄνϑιμος ὁ θεῖος, ὅν νῦν γεραίρομεν.

Ἐντολάς Κυρίου τηρῶν πιστῶς, γέγονας προστάτης, πενομένων καί ὀρφανῶν, ἐνδεεῖς στεγάζῶν, ἐν οἴκῳ τοῦ Κυρίου, λιμήν τῆς εὐποιΐας μέγας γενόμενος.

Χοροί τῶν πατέρων περιχαρῶς, δέξασϑε προσϑήκην, εὐκλεῆ τε καί ἱεράν, τῆς Χίου το ἄνϑος, τόν Ἄνϑιμον τόν νέον, καί ᾷσατε Κυρίῳ ὕμνον ἐπάξιον.

Ἒχει Βοηϑείας ϑεία Μονή, το ἱερόν σου σκήνος κεκρυμμένον ὡς ϑησαυρόν, πνεῦμα δέ το θεῖον, ἐν Παραδείσου κήπῳ, πέφυκεν ὥσπερ ἄνϑος Χριστοῦ νεόφυτον.

Ἅπασα ἡ Χίος πανευλαβῶς, συνηϑροίσϑη τῇ κοιμήσει σου, Πάτερ, τῇ σετττῇ, λαβεῖν σας εὐχάς, ἅς δέδωκας πλουσίως, ὡς συμπταϑής, και ταύτην ϑερμῶς ηὐλόγησας.

Ἐπιδε Πάτερ ἐξ οὐρανοῦ, βλέψον πρός σά τέκνα, ἅ κατέλιπες ἐπί γῆς, ἐν πόϑῳ κυκλοῦντα τον ἱερόν σου τάφον, ἐν ᾧ τό τίμιόν σου ἐτέϑειτο σκήνωμα.

Ἄνϑος ἐκ τῆς Χίου φυέν τερπνόν, ἀρεταῖς ποικίλαις, εὐωδίασε νοητῶς, τῶν πιστῶν τά πλήϑη, ὁ Ἄνϑιμος ὁ ϑεῖος, μοναζόντων ὁ στῦλος καί το προπύργιον.

Ῥῦσαι ἐκ κινδύνων καί πειρασμῶν, ϑλίψεων καί νόσων, πάσης βλάβης καί συμφορᾶς, πάντας ἡμᾶς πάτερ, Ἄνϑιμε ϑεοφόρε, καί πρέσβευε ἀπαύστω ὑπέρ τῶν δούλων σου.

Σῶσον ἡμᾶς πάντας, Υἱέ Θεοῦ διά μεσιτείας τοῦ ὁσίου πατρός ἡμῶν, ὅπως ἐν εἰρήνῃ διέλθωμεν τόν βίον, καί δόξης αἰωνίου ἀξιωϑῶμεν.

Χαίροις τῆς Μονῆς σου ὁ ϑησαυρός, σκέπη τῶν παρϑένων, ἱερέων ὁ στολισμός, καί τῶν ἐν κινδύνοις ὁ μέγας ἀντιλήπτωρ. ἴασις ἀσϑενούντων, ὦ πάτερ Ἄνϑιμε.

Ηνϑησας ὡς φοῖνιξ ἀειϑαλής, ἐν τῇ νήσῳ Χίῳ, πατερ Ἄνϑιμε θαυμαστέ, νῦν δέ ἐν ϑαλάμοις, οἰκεῖς ἐπουρανίοις, τόν ὕπνον τῶν δικαίων ἀναπαυόμενος.

Τὸν τῆς νήσου Χίου ϑεῖον βλαστόν, καί τῆς Ἐκκλησίας τὸν πολύτιμον ϑησαυρόν, τὸν τῶν μοναζόντων τό καύχημα καί κλέος, τόν Ἄνϑιμον τὸν νέον ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον στήριγμα, ὀρθοδοξίας, νεοκόσμητον, ἄνθος ἁγνείας, Νικομηδείας Ανθίμου συνώνυμος, τῶν ἀρετῶν δὲ ἐκείνου ὁμότροπος, νέων Ὁσίων σφραγὶς καὶ ἀγλάϊσμα, Πάτερ Ἄνθιμε, τῆς Χίου πάσης τὸ καύχημα, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χορὸς ὁ τῶν Πατέρων εὐμενῶς ὑποδέχθητι, τὸν νέον ἐν τοῖς χρόνοις, καὶ ὑμῶν τὸν ὁμότροπον· τὸ ἄνθος τὸ εὔοσμον Χριστοῦ, τὸν Ἄνθιμον τῆς Χίου, τὸ σεπτὸν ἐγκάλλωπισμα καὶ κλέος καὶ τῆς Μονῆς Βοηθείας δομήτορα, μέγιστον ἀντιλήπτορα πιστῶν, ἐκ γῆς μὲν μεθιστάμενον καὶ σὺν ὑμῖν ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντα.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐλειτούργεις ἐπὶ γῆς, ἱερεὺς ὑπάρχων Ὑψίστου, Ἄνθιμε πάντιμε, ἔλαμπεν ὡς ἄγγελος, ἡ ἱερά σου μορφή, ἐκ τῆς χάριτος Ὅσιε, τῆς ἔνδον οἰκούσης, νῦν μετὰ Ἀγγέλων δέ, ἐν οὐρανοῖς λειτουργῶν, Πάτερ, μὴ ἐλλίπῃς πρεσβεύων, καὶ ἐκδυσωπῶν τὸν Σωτῆρα, ἵνα σώσῃ πάντας τοὺς τιμῶντάς σε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν Ἀγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.