Παρακλητικός Κανών εις τον Όσιο Αντώνιο τον εν Κιέβο ο Εσφιγμενίτης
Ποίημα Ιερομονάχου Νήφωνος Αγιοσκεπίτου
†Εορτάζεται στις 10 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῇς τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τίς ἀριθμήσει τοὺς ἀγῶνάς σου Ὅσιε, καὶ στεναγμοὺς τῆς ἐρασμίας καρδίας σου, τὴν ἐκκοπὴν θελήματος ἐν τῇ ὑπακοῇ, καὶ τὰς ἀναβάσεις σου, εἰς ὑψώματα θεῖα; Ὅθεν σοὶ προστρέχομεν, καὶ ἐκ βάθους βοῶμεν· μὴ ἀποῤῥίψης δεήσεις ἡμῶν, τῶν ἐξαιτούντων, τὰς θείας πρεσβείας σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονῆς Ἐσφιγμένου ὁ οἰκιστής, ὄρους Σαμαρείας, ἀπαράμιλλος ἀσκητής, Πετσέρσκοβοϊ Λαύρας ὁ δομήτωρ, πάσης Ῥωσίας τὸ θεῖον ἀγλάισμα.
Σκηνὰς οὐρανίους καταλαβών, οἰκεῖς αἰωνίως, θεομάκαρ Ἀντώνιε, πέμψον καὶ ἡμῖν ἔρεισμα θεῖον, καὶ ἐκ κινδύνων ἀεὶ διαφύλαττε.
Πατὴρ τῶν Πατέρων ὁδηγητής, Στάρετς ὄντως μέγας, ἀνεδείχθης μακάριε, δεῖξον ἐφ’ ἡμᾶς τοὺς σοὺς ἱκέτας, τὴν σὴν ἀγάπην πρεσβεύων πρὸς Κύριον.
Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε Πανάμωμε, Μαρία Παρθένε, τῶν Ἀγγέλων ἡ χαρμονή, σκέπε διαφύλαττε καὶ σῶζε, ἐκ τῶν κινδύνων Κυρία Θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐκ παιδὸς ἀγαπήσας, τὸν Ἰησοῦν Ὅσιε, καὶ ἐν τετρωμένῃ καρδίᾳ, ἐκ θείου ἔρωτος, ἀεὶ ἀνέκραζες, ἐν ἀγιότητι βίου· Ἰησοῦ γλυκύτατε, Θεὲ πανεύσπλαγχνε.
Ὥσπερ ἔλαφος ὄντως, ἐκ τῆς Ῥωσίας ἀνέδραμες, καὶ ἐν τῇ Μονῇ Ἐσφιγμένου, ἐγκατεβίωσας, καὶ ἐν ἀσκήσει σοφέ, καὶ ἐγκρατείᾳ καὶ βίᾳ, τὸν Χριστὸν ἐδόξασας, θεομακάριστε.
Οἱ ἐν ὄρεσι πάντες, καὶ ἐν σπηλαίοις ἀσκούμενοι, τῆς σῆς γενετείρας, παμμάκαρ, πρὸς σὲ κατέφευγον, τὸν ἀντιλήπτορα, καὶ φωτιστὴν τῆς Ῥωσίας, τὸν θερμὸν διδάσκαλον τῆς ἰσαγγέλου ζωῆς.
Θεοτοκίον.
Πρὸς Σὲ πᾶσαν, Παρθένε, ψυχῆς ἐμῆς ἔφεσιν, ἀναφέρω καὶ στρέφω, καὶ τὴν ἐλπίδα μου, μὴ ὑπερίδῃς με, ἀλλὰ καταύγασον, Κόρη, τὴν ἐζοφωμένην μου καρδίαν, Πάναγνε.
Διάσωσον, ἀπὸ κινδύνων, Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ταχεῖαν ἀντίληψιν, καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ῥωσίας ἁπάσης θεῖον βλάστημα, Μονῆς Ἐσφιγμένου τὸ ἀγλάισμα, ἐκτενῶς βοῶμέν σοι· θεομάκαρ Ἀντώνιε πρέσβευε καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πίστει ἀεὶ σὲ μακαρίζοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατενίκησας Ὅσιε, νοητὸν ἀλάστορα καὶ συνέτριψας, καὶ τὰ τούτου μηχανήματα, σαῖς πυρίναις εὐχαῖς ἐξηφάνισας.
Κατεπλάγησαν Ἄγγελοι, διὰ τὴν τοῦ βίου σου ἄσκησιν, καὶ ἐφρύαξαν οἱ δαίμονες, καὶ ὁλοσχερῶς ἠφανίσθησαν.
Κατενόησαν Ὅσιε, νοεραὶ δυνάμεις τοὺς πόνους σου, καὶ εἰσέδυσαν εἰς ἄδυτα, τῆς ἁγνῆς ψυχῆς σου, Ἀντώνιε.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, ταῖς τοῦ Σοῦ Ὁσίου ἐντεύξεσι, σκέπε φρούρει τε καὶ φύλαττε, τοὺς οἰκτροὺς ἱκέτας Σου, Πανάχραντε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμᾶς, τῆς σῆς χάριτος Ἀντώνιε, καὶ τὴν βοήθειάν σου δίδου ἡμῖν, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
Δίωξον σοφέ, τῶν δαιμόνων τὰ στρατεύματα, σὺν τῷ κλεινῷ Δαμιανῷ τῷ θεόφρονι, ἵνα ἡμᾶς ἁμφοτέρους προστάτας ἔχωμεν.
Σπεύσατε ὁμοῦ, οἱ τρεῖς Ἅγιοι οἱ ἔνδοξοι, Ἀντώνιε, Δαμιανέ τε καὶ Σέργιε, καὶ ῥύσασθε ἡμᾶς ἐκ τοῦ κλύδωνος.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Μητροπάρθενε Θεόνυμφε, τὴν Σὴν βοήθειαν δίδου ἡμῖν, ἵνα ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ βέλη, τοῦ πονηροῦ τιτρώσκουσι, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμόν τῇ ψυχῇ μου ποιοῦσιν, ἄλγος βαρύτατόν μοι ἐπιφέρουσιν· Ἀντώνιε μάκαρ σοφέ, ἐκ παντοίων με θλίψεων λύτρωσαι.
Τῶν κόλπων, τῶν πατρικῶν, Ἀντώνιε, μὴ ἐάσῃς τὰ σὰ τέκνα παμμάκαρ, καὶ πρὸς Θεόν ἱκεσίας μὴ παύσῃς, ἵνα ὀψώμεθα φῶς σου τὸ ἄυλον, δεόμεθά σου ἐκτενῶς, μὴ ἐλλείπῃς πρεσβεύων πρὸς Κύριον.
Εὐλόγησον, τὸ σὸν Κάθισμα Πάτερ, καὶ τὴν Σκήτην Σαμαρείας τοῦ Ὄρους, καὶ ἀσκητήριόν σου, θεομάκαρ, καὶ τοὺς πατέρας Μονῆς τῆς ἐνθέου σου, καὶ κάλλυνε τῇ σῇ μορφῇ, ἐνδιαίτημα σοῦ καθιδρύματος.
Θεοτοκίον.
Παρθένε, Πανακήρατε Κόρη, Θεονύμφευτε Ἁγνὴ Θεοτόκε, πάντας ἡμᾶς, τοὺς ἐν τῷδε τῷ Ὄρει, ὑπὸ τὴν σκέπην Σου φύλαττε, Ἄχραντε, πρὸς Σὲ προστρέχομεν ἀεί, τὴν μεσίτριαν τοῦ Παντοκράτορος.
Διάσωσον ἀπὸ κινδύνων, Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ταχεῖαν ἀντίληψιν καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζόντων ἀνεδείχθης διδάσκαλος, προσευχῆς τε καὶ νηστείας ὑπογραμμμός, νήψεώς τε καὶ δακρύων πιστὸς κανών· ἀλλὰ πρόφθασον οὖν καὶ ἡμᾶς, τοὺς πρὸς σὲ πανευλαβῶς ἐκτενῶς δεομένους σου· σπεῦσον εἰς ἱκεσίαν καὶ τάχυνον εἰς πρεσβείαν, ὡς παῤῥησίαν ἔχων πρός Θεόν, παναοίδιμε Ἀντώνιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν καρδίαν σου, πρὸς τὸν Θεὸν ἐδωρήσω, ὅσιε Ἀντώνιε, ἀσκητῶν τὸ καύχημα, καὶ τὸ σέμνωμα, τῆς Ῥωσίας βλάστημα, Ἐσφιγμένου δόξα, μοναζόντων ἡ εὐπρέπεια, πιστῶν τὸ στήριγμα, καταπονουμένων ἀνάπαυσις, πάντων θλιβομένων, θερμὴ παραμυθία καὶ χαρά, ἀδικουμένων βοήθεια, Πάτερ ἱερώτατε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, καθαρὰν πολιτείαν, θεοπρεπῆ ἀγωγήν, ἁπλότητα ἐν λόγοις, ἁγνότητα ἐν τρόποις, γεωργεῖν ἐνδυνάμωσον, τοὺς σὲ τιμῶντας λαμπρῶς, Ἀντώνιε τρισμάκαρ.
Τὴν Μονὴν Ἐσφιγμένου, καὶ τὴν Λαύραν Κιέβου, λαμπρὰς ἀνέδειξας, καὶ ἔσπειρας πλουσίως, Θεοῦ τὸν θεῖον σπόρον, εἰς τὰς καρδίας πιστῶν· διὸ μὴ παύσῃς ἀεί, πρὸς Κύριον πρεσβεύων.
Ἐν καρδίᾳ σου ἔχων, τὸν Χριστὸν κεκρυμμένον, καὶ μετ’ Αὐτοῦ ἐνδημῶν, δακρύων πεπλησμένος, καὶ νήψεως, παμμάκαρ, εἰς ἀπρόσιτον ἔφθασας, πνευματικὸν οὐρανόν, ἀΰλων ὀντοτήτων.
Θεοτοκίον.
Παναμώμητε Μῆτερ, ἡ τεκοῦσα ἀῤῥήτως, τὸν Βασιλέα Χριστόν, ἀφάνισον ἐν τάχει, τὰ στίφη τῶν δαιμόνων, τὰ δεινῶς τυραννοῦντά με, πάσαις ἐννοίαις αἰσχραῖς, καὶ ῥῦσαί με ἐκ τούτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἀρωγός τε, καὶ ὡς ἀκέστωρ νοσούντων, σπεύδεις πάντοτε καὶ νέμεις ἰατρείαν, χέων ταῖς καρδίαις, τὸ θεῖον βάλσαμόν σου.
Τῆς ἐμπαθείας, τὴν ἀκάθαρτον ὕλην, ἐκ καρδίας μου ἀφάνισον, θεόφρον, ἵνα σὲ δοξάζω, ἄχρι πνοῆς ὑστάτης.
Τῶν ἀντιδίκων, ψυχῆς ἐχθρῶν καθαιρέτην, σὲ γινώσκοντες, Ἀντώνιε, βοῶμεν· ῥύου ἡμᾶς πάντας, τῆς τούτων πανουργίας.
Θεοτοκίον.
Παρθενομῆτορ, Σὺ Κοσμοσώτειρα Κόρη, ἐκ δεινῶν τοῦ Βελίαρ δηγμάτων, φύλαττε καὶ σῶζε, τὸν Σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰς ὕψος ἀπαθείας, ἀνῆλθες, παμμάκαρ, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν ἐλάμπρυνας, πᾶσαν ὑφήλιον, Πάτερ Ἀντώνιε.
Ἐχθρὸν τὸν πολεμοῦντα, τὴν τάλαιναν ψυχήν μου, τῇ σῇ δυνάμει ὁλόθρευσον, Ὅσιε, καὶ ἐκ παντοίων κινδύνων σὺ ἐλευθέρωσον.
Προστάτην καὶ φρουρόν τε, κεκτήμεθα, ὦ Πάτερ, σπλάγχνα ἐλέους ὡς ἔχοντα φίλια, μὴ ἀποῤῥίψῃς ἡμᾶς δεομένων σου.
Θεοτοκίον.
Παρθένον πρὸ τοῦ τόκου, Παρθένον καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον Παρθένον ὑμνοῦμέν Σε, τὴν Ἀειπάρθενον Κόρη ἡμεῖς γεραίρομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄθωνος τοῦ Ὄρους κρῖνον τερπνόν, Μονῆς Ἐσφιγμένου, κλέος ὄντως περιφανές, Ῥώσων τὸν φωστῆρα, Ἀντώνιον τὸν θεῖον, ἐν ὕμνοις ἐπαξίως, πάντες τιμήσωμεν.
Ῥωσίας ἁπάσης τὸ βλάστημα, Μονῆς Ἐσφιγμένου, ὁ ἀκοίμητος βοηθός, ὄρους Σαμαρείας, ὁ ἀσκητὴς ὁ μέγας, Ἀντώνιος ὁ θεῖος, Κιέβου καύχημα.
Ὡς ἥλιος ὄντως ἀειλαμπής, ἐδείχθης, παμμάκαρ, ὑψιμέδων Ἀντώνιε, καὶ καταλαμπρύνεις πιστῶν τὰς διανοίας, καὶ ὁδηγεῖς πρὸς θεῖον, λιμένα, Ὅσιε.
Μοναχῶν ἀλείπτην καὶ ὁδηγόν, καὶ θεῖον ἀκέστορα, τῶν σωμάτων καὶ τῶν ψυχῶν, καί παραμυθίαν πάντων τῶν θλιβομένων, Ἀντώνιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Ἀντώνιε Πάτερ, μοναζόντων ἡ χαρμονή, καὶ παθῶν παντοίων ῥῦσαι τοὺς σοὺς ἱκέτας, ταῖς πρὸς Θεὸν εὐχαῖς σου, καί ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μοναζόντων ἀλείπτης τῶν ἐν Ὄρει τοῦ Ἄθωνος, καὶ τῶν ἐν Ῥωσίᾳ ἐδείχθης, θεομάκαρ Ἀντώνιε· μονῆς τε Ἐσφιγμένου οἰκιστής, αὐγάζων ὥσπερ ἥλιος λαμπρός, θεραπεύεις τε τοὺς πάντας σὺν ταῖς ψυχαῖς, καὶ σώματα, ἀείμνηστε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φάρος τηλαυγὴς τῶν ναυαγῶν, καὶ τῶν ἐν πελάγει τοῦ βίου, ὑπὸ κυμάτων πολλῶν, καὶ παθῶν καὶ θλίψεων κλονιζομένων δεινῶς, καὶ προστάτης καὶ πρόμαχος, τῶν πολεμουμένων, ταχυνὴ βοήθεια τῶν μοναχῶν καὶ πιστῶν, πάσης τῆς Ῥωσίας ὁ φύλαξ, καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄντων, ἡ παραμυθία καὶ ἀνάπαυσις.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.